Παρακλητικός Κανών εις την Υπεραγία Θεοτόκου και Αειπαρθένου Μαρίας Θεοσκέπαστης Προστάτιδος και Πολιούχου της Άνδρου
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας
†Εορτάζεται 16 ημέρες πριν το Άγιο Πάσχα.
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῆς Θεοτόκου τῇ ἁγίᾳ Εἰκόνι, τῇ πηγαζούσῃ ἀδαπάνητον χάριν, προσπέσωμεν κραυγάζοντες ἐκ βάϑους ψυχῆς· Κόρη Θεοσκέπαστη, τῶν Ἀνδρίων ἡ δόξα, σκέπε καὶ διάσωζε, ἀπὸ πάσης ἀνάγκης, τοὺς προσιόντες πάντοτε πιστῶς, τῇ ὀξυτάτῃ, πρεσβείᾳ σου Ἄχραντε.
Δόξα καὶ νῦν.
Ποντοπορήσασα τῇ σῇ κυβερνήσει, ξένως ἀφίκετο τὸ πάλαι τῇ Ἄνδρῳ, ἡ ϑαυμαστή, εἰκών σου Ὁδηγήτρια, ἥνπερ Θεοσκέπαστην, Θεοτόκε καλοῦμεν, οἷα πάντας σκέπουσαν, τοὺς πιστοὺς ἐκβοῶντας· δίδου ἡμῖν βοήϑειαν Ἁγνή, τοῖς ἀδιστάκτῳ, ψυχῇ προσιοῦσί σοι.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ κανών οὗ ἡ ἀκροστιχίς·
Ὦ Θεοσκέπαστη ἡμᾶς σκέπε. Γερασίμου.Μ.Μ
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ὡς Μήτηρ τοῦ πάντων Δημιουργοῦ, ἰσχύεις ἐν πᾶσι, Θεοτόκε μετὰ Θεόν, διὸ Θεοσκέπαστην Παρϑένε, δίδου ἡμῖν τὴν ϑερμήν σου ἀντίληψιν.
Θαυμάτων πηγάζουσα, δωρεάς, ἡ ϑεία εἰκών σου, Ὁδηγήτρια Μαριάμ, ἰᾶται παϑῶν τὰς ἀλγηδόνας, καὶ πειρασμῶν καταταύει τὰ κύματα.
Ἐλέους τεκοῦσα τὸν χορηγόν, ἐλέησον Κόρη, συμπαϑείᾳ σου μητρικῇ, τοὺς πίστει καὶ πόϑῳ προσκυνοῦντας, τὴν χαριτόβρυτον ὄντως Εἰκόνα σου.
Ὁλόφωτον σκήνωμα τοῦ Θεοῦ, κεχαριτωμένη, Θεοτόκε σκέπε ἀεί, τὴν Ἄνδρον ἐκ πάσης δυσχερείας, ἀνακειμένην θερμῶς τῇ σῇ χάριτι.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Σωτηρίαν παρέχει, ἡ σὴ εἰκὼν Ἄχραντε, τῇ ἐπιφοιτήσει Παρϑένε, τῆς σῆς χρηστότητος, διὸ βοῶμέν σοι· σῶσε ἡμᾶς πάσης βλάβης, Κόρη Θεοσκέπαστη, τῇ ἀντιλήψει σου.
Κἀταφύγιον μέγα, καὶ ἀληϑὲς στήριγμα, ἔχει σε ἡ Ἄνδρος Παρϑένε, καὶ ἀγαλλίαμα, ἔνϑεν τὰ θαύματα, τῆς σῆς Εἰκόνος κηρύττει, καρπουμένῃ πάντοτε, τὴν σὴν βοήϑειαν.
Ἐν ναῷ σου τῷ ϑείῳ, οἱ εὐσεβεῖς σπεύδοντες, καὶ τῇ σῇ ἁγίᾳ Εἰκόνι, Κόρη προσίπτοντες, χάριν καὶ ἔλεος καὶ ἱλασμόν τῶν πταισμάτων, ἐξ αὐτῆς λαμβάνουσιν, ὑμνολογοῦντές σε.
Πειρασμῶν ἀδοκήτων, καὶ συμφορῶν λύτρῶσαι, Κόρη Θεοσκέπαστη πάντας, τοὺς καταφεύγοντας, τῇ προστασίᾳ σου, καὶ νοσημάτων τὴν φλόγα, δρόσῳ τῆς σῆς χάριτος σβέσον δεόμεϑα.
Διάσωσον ὦ Θεοσκέπαστη πάντας ἡμᾶς ἀνάγκης, τοὺς ἐν πίστει τῇ σῇ πρεσβείᾳ προστρέχοντας καὶ δίδου πᾶσιν Παρϑένε παϑῶν τὴν λύσιν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβείᾳ τῇ σῇ, οἱ Ἄνδριοι προστρέχοντες καὶ πόϑῳ τὴν σήν, Εἰκόνα μεγαλύνοντες, λαμβάνουσιν ἰάματα, ψυχῆς ἄμα καὶ σώματος Ἄχραντε· σὺ γὰρ παρέχεις Παρϑένε ἡμῖν, ταχεῖαν βοήϑειαν ἑκάστοτε.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἀκυμάντως κατέπλευσε, πάλαι ἡ Εἰκών σου τῇ Ἄνδρῳ Δέσποινα, καὶ παϑῶν κοιμίζει κύματα, καὶ γαλήνην νέμειν ταῖς ψυχαῖς ἡμῶν.
Σὲ προστάτιν καὶ ἔφορον, ἔχοντες οἱ Ἄνδριοι Θεοσκέσταστην, πάσις ῥύονται κακώσεως, ἀνυμνολογοῦντές σου τὰ ϑαύματα.
Τὴν ἁγίαν Εἰκόνα σου, οἷα ἱλαστήριον ϑεῖον ἔχοντες, Θεοσκέπαστη λαμβάνομεν, ἱλασμὸν καὶ χάριν τῇ πρεσβείᾳ σου.
Ἦκε πάλαι τῇ νήσῳ σου, παραδόξῳ τρόπῳ τὸ σὸν ἐκτύπωμα, Θεοτόκε Ὁδηγήτρια, καὶ χαρὰν παρέχει ταῖς ψυχαῖς ἡμῶν.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ηὕγαστεν ἡμῖν, ἡ Εἰκών σου φῶς οὐράνιον, καὶ πυρσεύει μυστικαῖς μαρμαρυγαῖς, Θεοτόκε, τὰς καρδίας τῶν ὑμνούντων σε.
Μῆτερ τοῦ Θεοῦ, μητρικαῖς ἐπιστασίαις σου, τὴν παροῦσαν νῆσον σῶζε ἀσινῇ ἐκ παντοίων συμφορῶν καὶ περιστάσεων.
Ἄνωϑεν ἡμῶν, Θεοσκέπαστη ἐφάπλωσον, τὴν σὴν σκέπην ἀληϑῶς τὴν κραταιάν, ὡς ἂν πάσης ἐκρυώμεϑα κακώσεως.
Στήριξον ἡμᾶς, καὶ ὁδήγει Ὁδηγήτρια, ἐν τῷ φόβῳ τοῦ Κυρίου ἀσφαλῶς, ὡς ἂν ϑείας μετασχοίημεν ἐλλάμψεως.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Σωτῆρα, καὶ Λυτρωτὴν τῶν ἀνθρώπων, Ἰησοῦν τὸν Ζωοδότην τεκοῦσα, σῶζε ἡμᾶς ἀπὸ πάσης ἀνάγκης, καὶ δυσχερείας ταῖς σαῖς παρακλήσεσι, πρὸς ὃν ἐκύησας Θεόν, Θεοτόκε ἡμῶν καταφύγιον.
Κατῆρε, ποντοπορήσασα ξένως, λαμπομένη ἐν φωτὶ ἀπροσίτῳ ἡ σὴ Εἰκών ἐν τῇ Ἄνδρῳ Παρϑένε, ὡς ϑησαυρὸς τῆς πολλῆς σου χρηστότητος, καὶ δωρεαῖς σου μυστικαῖς, θησαυρίζει ἡμῶν τὴν διάνοιαν.
Ἐν πάσις στενοχωρίας ἀτρώτους, καὶ δεινῶν ἀῤῥωστημάτων καὶ πόνων, τήρει ἡμᾶς Ὁδηγήτρια Κόρη, τοὺς προσκυνοῦντας τὴν θείαν Εἰκόνα σου, ἥν ὀνομάζομεν πιστῶς, Θεοσκέπαστην Κόρην πανύμνητε.
Πλωτήρων, καὶ τῶν ναυτίλων προστάτις, σὺ ὑπάρχεις Θεοσκέπαστη, Κόρη, καὶ ἀσφαλεῖς πρὸς λιμένας ἰϑύνεις, τοὺς τρικυμίαις δειναῖς πιεριπίπτοντας· διὸ τὸ ὄνομα τὸ σόν, πανταχοῦ Ὁδηγήτρια ᾄδεται.
Διάσωσον ὦ Θεοσκέπαστη πάσης ἡμᾶς ἀνάγκῆς, τοὺς ἐν πίστει τῇ σῇ πρεσβείᾳ προστρέχοντας, καὶ δίδου πᾶσι Παρϑένε παϑῶν τὴν λύσιν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Ταῖς τῶν αἱμάτων σου.
Τῇ κραταιᾷ, σου πρεσβείᾳ προστρέχοντες, πάσης ἀνάγκης λυτρούμεθα Ἄχραντε διὸ τῶν Ἀνδρίων οἱ σύλλογοι, τῶν σῶν ϑαυμάτῶν τὴν χάριν κηρύττουσι τὴν ϑείαν τιμῶντες Εἰκόνα σου.
Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος. Τὸ πρόσωπό σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. α΄ 39 – 49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς τὴν Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατὸς καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ξένως ἐπιβαίνουσα, τῶν τῆς θαλάσσης κυμάτων, εἰς τὴν Ἄνδρον ἔφϑασεν, ἔνϑα καὶ κατέπαυσε τῷ σῷ νεύματι, ἡ σεπτή Δέσποινα, καὶ θεία Εἰκών σου, ἣν πιστῶς περιπτυσσόμενοι, ἁγιαζόμεϑα καὶ παϑῶν τὴν λύσιν λαμβάνομεν, καὶ ῥῶσιν κομιζόμεϑα, καὶ ψυχῶν ἰάματα ἄφϑονα, πᾶσι γὰρ παρέχεις, δωρήματα σωτήρια Ἁγνή, καὶ ἀποτρέπεις τὰ βέλεμνα, καϑ᾽ ἡμῶν τοῦ ὄφεως.
Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Εὐπλοήσασα πάλαι, ἡ Εἰκών σου Παρϑένε ὡς ναῦς μυρίλοβος, χαρὰν ἡμῖν κομίζει, καὶ πλοῦτον ἀφϑαρσίας, τοῖς ἐν πίστει κραυγάζουσι· χαῖρε πιστῶν προσφυγή, καὶ τῶν Ἀνδρίων δόξα.
Γαληνὸν πρὸς λιμένα, καϑοδήγει Παρϑένε τῇ κυβερνήσει σου, τοὺς κύμασι ϑαλάσσης, δεινῶς χειμαζομένους, καὶ ἐν πίστει βοῶντάς σοι· σῶσον ἡμᾶς ποντισμοῦ, ὦ Κεχαριτωμένη.
Εὐλαβῶς παρεστῶτες, τῇ πανσέτπτῳ Εἰκόνι σου Θεοσκέπαστη, βοῶμεν ἐκ καρδίας· παϑῶν ἐπικρατείας, καὶ σκανδάλων καὶ ϑλίψεων, καὶ ὀδυνῶν χαλεπῶν, ῥύου ἡμᾶς Παρϑένε.
Ῥῶσιν ἄφϑονον νέμει, ὡς οὐράνιον δρόσον καὶ γλυκασμὸν νοητόν, Εἰκών σου, ἡ ἁγία καὶ παύει τὴν πικρίαν, τῶν παϑῶν καὶ τῶν ϑλίψεὧν, τῶν προσιόντων αὐτῇ, ἐν εὐλαβείᾳ Κόρῃ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἄνωϑεν δίδου, τὴν ἀληϑὴ εὐφροσύνην, τοῖς στενάζουσιν ἐν λύπαις καὶ ἀνάγκαις, Κεχαριτωμένη, ἡμῶν ἡ προστασία.
Στέφανον δόξης, τὴν σὴν ἁγίαν Εἰκόνα, Θεοσκέπαστῃ ἡ Ἄνδρος κεκτημένη, τῆς σῆς προστασίας, κηρύττει τὰς ἐκφάνσεις.
Ἴδε Παρϑένε, ἐν μητρικῷ ὄμματί σου, τοὺς προσπίπτοντας τῇ θείᾳ σου Εἰκόνι, καὶ παράσχου τούτοις, τὰς σωτηρίους δόσεις.
Μὴ διαλίπῃς, καθοδηγεῖν Θεοτόκε, Ὁδηγήτρια πρὸς τρίβους σωτηρίας, τοὺς τὰ μεγαλεῖα, τὰ σὰ ὑμνολογοῦντας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὁ ἅγιος ναός σου, Κεχαριτωμένη, καϑαγιάζει ἡμᾶς Θεοσκέπαστη, τῇ προσκυνήσει τῆς ϑείας ὄντως Εἰκόνος σου.
Ὑμνοῦμεν καθ᾽ ἑκάστην, οἱ Ἀνδρίων δῆμοι, τὴν πρὸς ἡμᾶς Θεοσκέπαστιν χάριν σου ὅτι ἀεὶ περιέπεις ταύτην τὴν νῆσόν σου.
Μεγίστης εὐκληρίας, ἔτυχε Παρϑένε, ἡ νῆσος Ἄνδρος τῇ θείᾳ Εἰκόνι σου, ὅτι ἐκ ταύτῆς λαμβάνει πᾶν ϑεῖον δώρημα.
Μὴ παύση Θεοτόκε, ὡς πηγὴ ἐλέους, ἡμῶν πληροῦν συμπαϑῶς τὰ αἰτήματα, ὅτι τῇ σῇ προστασίᾳ ἀεὶ προστρέχομεν.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Δῶρον πολυτίμητον καὶ σεπτόν, δέδωκας τῇ Ἄνδρῳ τὴν Εἰκόνα σου ἀληθῶς, τὴν ἐκ τῶν πραγμάτων, ὧν ϑαυμαστῶς εἰργάσω, κληϑεῖσαν παντευλόγητε Θεοσκέπαστην.
Θαλασσοπορήσασα ἡ σεπτή, Εἰκών σου Παρϑένε, κυβερνήσει σου μυστικῇ κατῆρε τῇ Ἄνδρῳ ὡς ναῦς μυριοφόρος, τῶν χαρισμάτῶν Κόρη, τῆς προστασία σου.
Πάντες Θεοσκέπαστην εὐλαβῶς, καλοῦμεν Παρϑένε, τὴν Εἰκόνα σου τὴν σεπτήν, σὺ γὰρ τὸν ναόν σου, ἐσκέπασαν ὡς οἶδας, ξυλεία τῇ σταλείσῃ, τῇ ἀντιλήψει σου.
Χάριν ἀναβλύζει ἡ σὴ Εἰκὼν καὶ ἰᾶται νόσους, καὶ τὰ πάϑη τὰ χαλεπά, καὶ τοὺς ἐν ϑαλάσσῃ, δεινῶς χειμαζομένους, καϑοδηγεῖ πρὸς ὅρμον, γαλήνης Ἄχραντε.
Χαίρει τῇ Εἰκόνι σου τῇ σεπτῇ, ἡ Ἄνδρος ἡ νῆσος, καὶ τὰς κύκλῳ νήσους καλεῖ, μέλψαι Θεοτόκε, ϑαυμάτων σου τὴν χάριν, δι᾽ ὧν σκέπεις καὶ σώζεις, τοὺς σὲ δοξάζοντας.
Σκέπε Θεοσκέπαστη Μαριάμ, ταύτην σου τὴν νῆσον, ἀπὸ πάσης ἐπιβουλῆς, καὶ σὺν τοῖς Κυκλάσι, σύμπασαν τὴν Ἑλλάδα, τὴν καυχωμένην Κόρη, τῇ προστασίᾳ σου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τοὺς προσπίπτοντας πιστῶς, τῇ σῇ παναγίᾳ Εἰκόνι, ἥν Θεοσκέπαστην, πάντες ὀνομάζομεν, σκέπε καὶ φύλαττε, ἀπὸ πάσης κακώσεως καὶ βλάβης καὶ νόσων, Μῆτερ ἀειπάρϑενε, τοῦ Παντοκράτορος, δίδου δε τῇ νήσῳ σου Ἄνδρῳ, τῆς σῆς σωστικῆς προστασίας, Κόρη ὁσημέραι τὰ δωρήματα.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον·
Γεράσιμον σπεύδοντας τοῖς οἰκτιρμοῖς σου.
Σκέπε Θεοσκέπαστη Θεοκυῆτορ.