Παρακλητικός Κανών εις την Υπεραγία Θεοτόκο την Τρικορφιώτισσα Δωρίδος Φωκίδος

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὸ ἐξῆς·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοὺς εὐλαβῶς ἀσπαζομένους μορφήν σου, Τρικορφιώτισσα Κυρία παρθένε, Τρικόρφου περισκέπουσαν τὰς θείας Μονάς, καὶ πιστῶν τὸν σύλλογον ἐν αὐτῷ κατοικούντων, ῥύου πάσης θλίψεως καὶ παντοίας ἀνάγκης, καὶ πειρασμῶν κινδύνων ζοφερῶν, ἀσθενημάτων, καὶ βλάβης τοῦ ὄφεως.

Δόξα. Καὶ νῦν.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Τρικορφιώτισσα, μονοτρόποις βοήθει. Χ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Τρικόρφου προστάτις καὶ ἀρωγός, δυάδος σεμνείων, καὶ κατοίκων αὐτοῦ πιστῶν, ὑπάρχεις κυρία Θεοτόκε, Τρικορφιώτισσα Μῆτερ πανάχραντε.

Ῥεόντων ἁπάντων τε καὶ φθαρτῶν, ἡμᾶς ἀνωτέρους, τήρει Μῆτερ τοῦ Λυτρωτοῦ, τοὺς σοὶ καταφεύγοντας ἐν πίστει, Τρικορφιώτισσα κόσμου διάσωσμα.

Ἰδεῖν καλλὸς ἄῤῥητον τῆς μορφῆς, Υἱοῦ σου πανσέπτου, καταξίωσον οὐρανοῦ, ἐν δόμοις τοὺς πόθῳ σὲ ὑμνοῦντας, Τρικορφιώτισσα Θεογεννήτρια.

Κατάπαυσον πάθη τὰ χαλεπά, ἡμῶν σὲ τιμώντων, καὶ σπευδόντων ταῖς σαὶς εὐχαῖς, πρὸς Τόκον σου κεχαριτωμένη, Τρικορφιώτισσα πάντας τὸν σώζοντα.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος
Οὐρανῶν κληρονόμους Μῆτερ Θεοῦ ἄχραντε, καὶ χαρᾶς μετόχους τοῦ πόλου, Τρικορφιώτισσα, δεῖξον τοὺς πίστει μορφήν, σὴν ἱερὰν προσκυνοῦντας, ἀρωγῆς σου νάματα, πᾶσιν ἐκβλύζουσιν.

Ῥαντισμῷ Σῆς προνοίας τοὺς σοὺς θερμοὺς πρόσφυγας, Μῆτερ καθαγίαζε πάντας, Τρικορφιώτισσα, σεπτῆς δυάδος μονῶν, φρουρὲ Τρικόρφου καὶ σκέπη, ἀντιλῆπτορ ἔφορε, καὶ παραμύθιον.

Φυτοκόμους ἀγάπης καὶ ἀρετῆς Δέσποινα, δεῖξον σοὺς σεπτοὺς ὑμνηπόλους, Τρικορφιώτισσα, καὶ ῥιζοτόμους ταχεῖς, κακίας τῆς ψυχοκτόνου, μητρικαῖς πρεσβείαις σου, Θεογεννήτρια.

Ἱλαστήριον κόσμου των μοναχῶν ἥδυσμα, καὶ μοναζουσῶν Θεοτόκε, Τρικορφιώτισσα, ἑτοίμη καταφυγή, ἡμῖν ἱλέωσαι πᾶσι, σὸν Υἱὸν τοῖς ᾄσμασι, σὲ μεγαλύνουσι.

Διάσωσον, Τρικορφιώτισσα Μῆτερ, χοροὺς ἀζύγων, τοῦ Τρικόρφου καὶ των πιστῶς, σπευδόντων σῇ χάριτι, ἐχθροῦ μισοκάλου ἐξ ἐπηρείας.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Τρικόρφου μονῶν φρουρέ, Τρικορφιώτισσα καὶ δήμου πιστῶν, αὐτοῦ τὸ καταφύγιον, τὴν ὁδὸν ἀπάγουσαν, πρὸς τερπνοὺς λειμῶνας τῆς χάριτος, δούλοις τοῖς σοῖς ὑπόδειξον ταχύ, μορφὴν προσκυνοῦσί σου τὴν πάνσεπτον.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὡς μονῶν καταφύγιον, ἀδελφῶν Τρικόρφου σὲ μακαρίζοντες, ἐκδεχόμεθα σὴν εὔνοιαν, Μῆτερ τοῦ Θεοῦ Τρικορφιώτισσα

Τὴν ἁγίαν εἰκόνα σου, ἄρτι χαραχθεῖσαν Τρικορφιώτισσα, ἐπινεύσει τοῦ προΐστορος, τῶν μονῶν Τρικόρφου ἀσπαζόμεθα.

Ἰαμάτων ἀστείρευτον, πέλαγος ἐπώφθη Τρικορφιώτισσα, ἡ εἰκὼν ἡ σεβασμία σου, ἥνπερ ἀσπαζόμενοι ῥωννύμεθα.

Σωφρονεῖν ἐγκρατεύεσθαι, καὶ φιλεῖν τὸν Κύριον πάσης κτίσεως, καταξίωσον τοὺς πρόσφυγας, χάριτος τῆς σῆς Τρικορφιώτισσα.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Σῶσον εὐσεβεῖς, ἐκ φθορᾶς Τρικορφιώτισσα, τοῦ θανάτου καὶ γεέννης ἐκ πυρός, τοὺς πιστῶς ἀσπαζομένους τὴν εἰκόνα σου.

Ἄνωθεν ἡμῖν, ἐπιβράβευσον τὴν χάριν σου, τοῖς προστρέχουσι σῇ θείᾳ ἀρωγῇ, θαυμαστὴ Τρικορφιώτισσα πανύμνητε.

Μέμνησο ἡμῶν, ἀκλινῶς μεγαλυνόντων σε, ὡς ἑτοίμην προστασίαν καὶ φρουράν, χοϊκῶν Τρικορφιώτισσα ὑμνούντων σε.

Οἱ τῶν μοναστῶν, δῆμοι πόθω καταφεύγομεν, ἀντιλήψει σοῦ θερμὴ Μῆτερ Θεοῦ, τοῦ Τρικόρφου προστασία ἀκαταίσχυντε.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Νῦν σύλλογοι, εὐσεβῶν Μητρόθεε, μοναστῶν χοροὶ καὶ πάνσεπτοι δῆμοι, μοναζουσῶν τοῦ Τρικόρφου σῇ σκέπη, καὶ ἀρωγῇ καταφεύγομεν πάντοτε, Τρικορφιώτισσα σεμνή, ἐν δειναῖς τῆς ζωῆς περιστάσεσι.

Οὐράνωσον, φρόνημα τῶν δούλων σου, καὶ κατάστειλον σαρκὸς τὰς κινήσεις, τῶν προσκυνούντων σὴν θείαν εἰκόνα, ἱστορηθεῖσαν ἐσχάτοις ἐν ἔτεσι, τοῦ προεστῶτος προτροπῇ, τῶν ἀζύγων Τρικόρφου Μητρόθεε.

Τῆς χάριτος, τῆς σεπτῆς σου ἔκτυπον, προσκυνοῦντες εὐλαβῶς Θεοτόκε, Τρικορφιώτισσα σῆς προστασίας, καὶ ἀρωγῆς ἀπολαύομεν πάντοτε, καὶ κατισχύομεν καλῶς, διαπλεῦσαι τοῦ βίου τὸ πέλαγος.

Ῥωννύμενοι, νῦν Τρικορφιώτισσα, ἀσθενεῖς τῆς χάριτος σου οἰκέται, σὲ μεγαλύνομεν ὥσπερ δοχεῖον, παντοδαπῶν δωρεῶν χρυσοποίκιλτον, καὶ ὑγιείας ὡς κρουνόν, ἀναβλύζοντα πᾶσιν ἰάματα.

Διάσωσον, Τρικορφιώτισσα Μῆτερ, χοροὺς ἀζύγων, τοῦ Τρικόρφου καὶ των πιστῶς, σπευδόντων σῇ χάριτι, ἐχθροῦ μισοκάλου ἐξ ἐπηρείας.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Ταῖς τῶν αἱμάτων σου.

Τρικορφιώτισσα Μῆτερ πανύμνητε, τὴν χαριτόβρυτον θείαν εἰκόνα σου, κατασπαζόμενοι πόθῳ βοῶμέν σοι· εὐλόγει πάντας καὶ ἔργα ἁγίαζε, τῶν σοὶ σπευδόντων σεμνὴ μετὰ πίστεως.

Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. α΄ 39 – 49, 56).

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς τὴν Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατὸς καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Ταῖς θερμαῖς πρεσβείαις, τῆς Τρικορφιωτίσσης, ἐξάλειψόν μου Σῶτερ, τὴν πληθὺν ἐγκλημάτων.

Καὶ νῦν.
Ταΐς της Θεοτόκου, πρεσβείαις, Ἐλεήμον, έξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ῥύου πάντας θλίψεων, καὶ ἀναγκῶν σοὺς οἰκέτας, προσκυνοῦντας ἔκτυπον, σοῦ τὸ χαριτόβρυτον, μετὰ πίστεως, ἀγλαὴ Δέσποινα, κεχαριτωμένη, θαυμαστὴ Τρικορφιώτισσα, ἀζύγων σέμνωμα, καὶ πιστοῦ λαοῦ παραμύθιον, βοῶντες ἐκδεχόμεθα, σοῦ τὴν προστασίαν τὴν ἄζυγον, καὶ θερμὰς πρεσβείας, πρὸς Κύριον τὸν σὸν μονογενῆ, Υἱὸν ἡμῖν τὸν δωρούμενον, οἰκτιρμοὺς καὶ ἔλεος.

Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Οὐρανόθεν εὐλόγει τοῦ Τρικόρφου κατοίκους Τρικορφιώτισσα, μοναζουσῶν χορείας, καὶ δήμους μοναζόντων, τῶν αὐτοῦ Μητροπάρθενε, εὐλογημένη Θεοῦ, Ὑψίστου Λόγου Μῆτερ.

Προσκυνοῦντες ἐν πίστει, σὴν ἁγίαν εἰκόνα Τρικορφιώτισσα, τὴν βλύζουσαν ἰάσεις, παντὶ πιστῷ νοσοῦντι, μεγαλύνομεν χάριν σου, ἥνπερ δεινύει ἀεί, τοῖς καταφεύγουσί σοι.

Οὐ παυόμεθα ὕμνοις καταστέφειν σὴν χάριν Τρικορφιώτισσα, ἡ πᾶσι χορηγοῦσα, πιστοῖς σὴν εὐσπλαγχνίαν, καὶ ἑτοίμην ἀντίληψιν, Μῆτερ Χριστοῦ τοῦ Θεοῦ, ὑπερευλογημένη.

Ἴθυνόν με πρὸς τρίβους σωτηρίας Παρθένε Τρικορφιώτισσα, τὸν σὲ ὑμνολογοῦντα, καὶ ὕμνοις μελωδοῦντα, σὴν ἀνύστακτον εὔνοιαν, πρὸς πάντας Χριστιανούς, ὦ Κεχαριτωμένη.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Σανὶς γενοῦ μοι, Τρικορφιώτισσα Μῆτερ, ψυχικῆς σωτηρίας καὶ ἴσθι, βοηθὸς ἐν βίῳ, τοῦ σοῦ ἀχρείου δούλου.

Βυθοῦ ἁγνοίας, Τρικορφιώτισσα πάντας, σοὺς οἰκέτας ἐξάρπασον τάχος, καὶ δυσωδεστάτου, βοθύνου ἁμαρτίας.

Ὁδήγει πάντας, Τρικορφιώτισσα Μῆτερ, πρὸς νομὰς σωτηρίας τοὺς πίστει, σὲ ὑμνολογοῦντας, φαιδρῶς εἰς τοὺς αἰῶνας.

Ἡγιασμένον, Τρικορφιώτισσα σκεῦος, παρθενίας ἁγνοὺς πάντας τήρει, μεγαλύνοντάς σε, ἀξίως καθ’ ἑκάστην.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Θεράπευσον τὰς νόσους, σῶν θερμῶν προσφύγων, Τρικορφιώτισσα Θεογεννήτρια, ἀσπαζομένων μορφῆς σου τὸ θεῖον ἔκτυπον.

Ἐπάκουσον σῶν δούλων, καὶ παράσχου πᾶσι, Τρικορφιώτισσα Μῆτερ τὰ πρόσφορα, ὁμολογοῦσι σὴν χάριν καὶ θείαν εὔνοιαν.

Ἱλέωσαι σὸν Τόκον, καὶ Θεὸν τῶν ὅλων, Τρικορφιώτισσα Μῆτερ τοῖς σπεύδουσι, σὸν κατασπάσασθαι πόθῳ μορφῆς σου ἔκτυπον.

Χαρας αἰτία δήμου, μονοτρόπων Μῆτερ, Τρικορφιώτισσα καταφευγόντων σοι, ἐν περιστάσεσι πέλεις καὶ βίου θλίψεσι.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις τοῦ Τρικόρφου ἡ ἀρωγός, χαίροις τῆς Δωρίδος ἀντιλήπτωρ καὶ βοηθός, χαίροις μονοτρόπων, τῶν ἐν αὐτῇ προστάτις, κυρία Θεοτόκε, Τρικορφιώτισσα.

Ἔχει Αὐγουστίνου σεπτὴ μονή, θείου Ἱεράρχου, καὶ τοῦ ἔμφρονος Σεραφείμ, σὲ Σαρὼφ προστάτιν, Κυρία Θεοτόκε, εὐλογημένη Μῆτερ, Τρικορφιώτισσα.

Ῥῦσαι τὴν χορείαν μοναζουσῶν, θείου Νεκταρίου και τοῦ πάνυ νεοφανοῦς, Μῆτερ Φανουρίου, στενώσεων παντοίων, καὶ βλάβης τοῦ βελίαρ, Τρικορφιώτισσα.

Σπεύδουσι μονάζοντες ταπεινοί, σκέπῃ σου τῇ θείᾳ καὶ χορείαι μοναζουσῶν, τοῦ Τρικόρφου Μῆτερ, ἑτοίμῃ ἀρωγῇ σου, καὶ θείᾳ ἀντιλήψει, Τρικορφιώτισσα.

Ἔκτυπον μορφῆς σου τῆς ἱερᾶς, θείᾳ ἐπινεύσει ποδηγέτου σεπτῶν Μονῶν, του Τρικόρφου ἄρτι, ἱστορηθέντος πίστει, καὶ πόθῳ προσκυνοῦμεν, Τρικορφιώτισσα.

Τὰ σεπτα σεμνεῖα καὶ ἀδελφά, τοῦ Τρικόρφου Μῆτερ δομηθέντα ἐπ’ ἐδαφῶν, ἀνηκούντων πάλαι, Μονῇ τῆς Βαρνακόβης, προστάτευε ἀπαύστως, Τρικορφιώτισσα.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἀντιλῆπτορ καὶ σκέπη Τρικορφιώτισσα, σεπτοῦ χοροῦ μοναζόντων, μοναζουσῶν εὐσεβῶν, καὶ κατοίκων τοῦ Τρικόρφου ἐπιβράβευσον, πᾶσιν ἀέναον χαράν, καὶ τὴν χάριν σοῦ Υἱοῦ, οἰκτίρμονος Θεανθρώπου, τοῖς προσκυνοῦσι μορφήν σου, τὴν χαριτόβρυτον Μητρόθεε.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δήμου, μοναζόντων εὐλαβῶν, καὶ μοναζουσῶν τοῦ Τρικόρφου, ὡς καὶ ἁπάντων πιστῶν, τῆς Δωρίδος ἔφορος, Τρικορφιώτισσα, ἀντιλήπτωρ καὶ ἄμεσος, ἐν βίου ἀνάγκαις, ἀρωγὸς Μητρόθεε, ὑπάρχεις Ἄχραντε, τῶν ἐν κατανύξει καρδίας, κατασπαζομένων εἰκονα, σοῦ τὴν χαριτόβρυτον καὶ πάνσεπτον.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.