Παρακλητικός Κανών εις την Υπεραγία Θεοτόκο την Υψενήν
Ποίημα Μητροπολίτου Ρόδου Κυρίλλου
†Εορτάζετε 3 ημέρες μετά το Άγιο Πάσχα.
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ παρόντα τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῷ θεοφόρῳ ἀσκητῇ Μελετίῳ, ὡς τῆς βουλῆς σου ὑπουργῷ θαυμασίῳ, τὴν θείαν φανερώσασα, Εἰκόνα σου Ἁγνή, ἐξ αὐτῆς τὴν χάριν σου, εἰς ψυχῶν σωτηρίαν, τῶν ὑμνολογούντων σε, δαψιλῶς ἀναβλύζεις· ἧς καὶ ἡμᾶς Παρθένε Ὑψενή, τοὺς προσιόντας σοι πόθῳ ἀξίωσον.
Δόξα. Καὶ νῦν.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, οὗ ἡ ἀκροστιχὶς
ἐν τῷ δ΄ Τροπαρίῳ ἑκάστης Ὠδῆς· «Κυρίλλου».
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Πολλοῖς ἀπειλούμενος πειρασμοῖς, πρὸς σὲ καταφεύγω, Θεονύμφευτε Ὑψενή· ἄκουσον ἐν τάχει τῆς κραυγῆς μου, καὶ ἐξελοῦ με αὐτῶν τῆς κακώσεως.
Τῷ πλήθει στενάζων τῶν συμφορῶν, προστρέχω ἐν πίστει, τῇ Εἰκόνι σου Ὑψενή· σῶσόν με τὸν ἄθλιον Παρθένε, πλήν σου γὰρ ἄλλην οὐκ ἔχω βοήθειαν.
Ψυχῆς μου προσώζεσαν χαλεπῶς, οἱ μώλωπες Κόρη, διὰ πλῆθος ἁμαρτιῶν· σὺ δὲ Ὑψενὴ τὴν ἰατρείαν, αὐτῇ παράσχου ἐν τάχει καὶ σῶσόν με.
Κακοῖς χειμαζόμενον λογισμοῖς, δεῦρο ἐξ αὐτῶν με, ἀπαλλάτουσα Ὑψενή, καὶ δὸς μοι φρονεῖν τῇ χάριτί σου, τὰ τῷ Σωτῆρι Παρθένε εὐάρεστα.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Τῇ ψυχῇ μου ἐπῆλθε, πικρὸς χειμὼν Ἄχραντε, καὶ ἡ καταιγὶς ἀπειλεῖ με, παθῶν τὸν ἄθλιον· ἀλλὰ προφθάσασα, τῆς ἀπωλείας με ῥῦσαι, Ὑψενὴ καὶ σῶσόν με, τῇ προστασίᾳ σου.
Επὶ σοὶ ἐκ καρδίας, ὦ Ὑψενὴ ἤλπισα· ἐκ τῶν διωκόντων με σῶσον, Μῆτερ Πανύμνητε, καὶ μὴ ἐάσης αὐτῶν, ἐπίχαρμά με γενέσθαι· καὶ γὰρ τῇ Εἰκόνι σου, προσπίπτω Δέσποινα.
Βοηθὸς Ὑψενή μοι, ἀναψυχὴ γένοιτο, ἡ ἐκ τῆς Εἰκόνος σου χάρις, καὶ παραμύθιον· εἰς σὲ γὰρ Δέσποινα, ἀπὸ καρδίας ἐλπίζω, καὶ ὑμνῶ τὸν τόκον σου, τὸν ὑπερύμνητον.
Ὑψενὴ Παναγία, Μῆτερ Θεοῦ ἄχραντε, λύκων νοητῶν ἐξ ἀγέλης, ταύτην τὴν ποίμνην σου, φύλαττε Δέσποινα, καὶ πρὸς νομὰς σωτηρίου, ποίμαινε ὡς εὔσπλαγχνος, καὶ σῷζε πάντοτε.
Διάσωσον ἀπὸ κινδύνων καὶ πάσης κακοπραγίας, ὦ Ὑψενὴ τὴν θεόλεκτον ποίμνην σου, καὶ σκέπε πάντας τοὺς πίστει σοι προσιόντας.
Ἐπίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Εἰκόνι τῇ σῇ, Παρθένε προσπελάζοντες, τῶν σῶν ἀγαθῶν, τὴν χάριν κομιζώμεθα, καὶ χαρᾶς πληρούμεθα, τὰς ψυχὰς ἐκ πόθου βοῶντές σοι· χαῖρε ἁγνὴ Κυρία Ὑψενή, τῆς Ῥόδου τὸ κλέος καὶ διάσωσμα.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τῶν πενήτων εἰσάκουσον, τὴν ἐπιθυμίαν, ἡμῶν Θεόνυμφε, Ὑψενὴ διδοῦσα ἅπασι, τῆς χρηστότητός σου τὰ δωρήματα.
Σὺ φυλάξαις ὡς εὔσπλαγχνος, καὶ διατηρήσαις ἡμᾶς Πανάχραντε, Ὑψενὴ ἐν τῷ θελήματι, τοῦ ἐκ σοῦ τεχθέντος ὑπὲρ ἔννοιαν.
Ἰδοὺ πάντες προσπίπτομεν, Μῆτερ τῇ Εἰκόνι σου ἀνακράζοντες· Ὑψενὴ ἡμῖν πρυτάνευσον, ἀγαθότητός σου τὰ χαρίσματα.
Ῥῦσαι πάσης κακώσεως, ταύτην σου τὴν ποίμνην ἀνακειμένην σοι, καὶ τὴν πάντιμον Εἰκόνα σου, Ὑψενὴ ὡς πλοῦτον θησαυρίζουσαν.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Κέρας Ὑψενή, σωτηρίας ἡ πρεσβεία σου, γένοιτό μοι ἵνα πάντοτε ὑμνῶ, τῆς ἁγίας σου Εἰκόνος τὰ θαυμάσια.
Σὺ μου τοῦ νοός, τὴν σκοτίαν διασκέδασον, ἐξ Εἰκόνος σου τῆς θείας Ὑψενὴ, χάριτός σου τὴν αὐγὴν ἐξανατέλλουσα.
Νῶτον Ὑψενή, δὸς ἐχθρῶν μοι τὴν παράταξιν, τῶν ζητούντων μου συλῆσαι τὴν ψυχήν, καὶ ποιῆσαί με εἰς χεῖρας αὐτῶν παίγνιον.
Ἴδε Ὑψενή, συμπαθῶς ταύτην τὴν ποίμνην σου, τῇ δυνάμει τῆς πρεσβείας σου αὐτήν, λυτρουμένη ἐξ ὀργῆς καὶ πάσης θλίψεως.
Ὠδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Τὴν δέησιν ἐκχεῶ Πανύμνητε, ἐπὶ σὲ τὴν κραταιάν μου ἐλπίδα· μὴ Ὑψενή με ἀπώσῃ εἰς τέλος, μηδὲ παρίδῃς τὸν ἄθλιον δοῦλόν σου, τὰ μεγαλεῖα τὰ πολλά, τῆς σεπτῆς σου Εἰκόνος κηρύττοντα.
Ως εὔσπλαγχος εὐλογίαν πάρεχε, τοῖς τιμῶσί σου πιστῶς τὴν Εἰκόνα, καὶ εὐλογοῦσιν ἐξ ὅλης καρδίας, τὸν ὑπερύμνητον Δέσποινα τόκον σου, δι᾿ οὗ ἐῤῥύσθη Ὑψενή, τῆς κατάρας τὸ βρότειον φύραμα.
Βοήθειαν τὴν σεπτήν σου Δέσποινα, μὴ μακρύνῃς ἀφ᾿ ἡμῶν τῶν ἀνόμων, ἀλλ᾿ εἰς ἡμῶν τὴν ἀντίληψιν πρόσχες, πάσης ἡμᾶς λυτρουμένη κακώσεως, τοὺς ἀπονέμοντας τιμήν, Ὑψενὴ τῇ πανσέπτῳ Εἰκόνι σου.
Λαμπρόμορφος καθορᾶται πάντοτε, τοῖς πιστοῖς ἡ σεβασμία Εἰκών σου, οἷς καὶ ἐπίφανον ἄχραντε Κόρη, τὸν φωτισμὸν τοῦ ἁγίου προσώπου σου, σκότος ἐλαύνων ἐξ αὐτῶν, Ὑψενὴ κατηφείας τῶν θλίψεων.
Διάσωσον ἀπὸ κινδύνων καὶ πάσης κακοπραγίας, ὦ Ὑψενὴ τὴν θεόλεκτον ποίμνην σου, καὶ σκέπε πάντας τοὺς πίστει σοι προσιόντας.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β´. Τοῖς τῶν αἱμάτων σου.
Τοὺς τῇ ἁγίᾳ Μονῇ σου προστρέχοντας, καὶ τὴν τιμίαν τιμῶντας Εἰκόνα σου, ἁγνὴ Ὑψενὴ ὡς φιλάγαθος, τῇ φοβερᾷ προστασίᾳ σου λύτρωσαι, ἐκ πάσης ἀνάγκης καὶ μάστιγος.
Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. α΄ 39 – 49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς τὴν Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατὸς καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα.
Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Τὴν θείαν Εἰκόνα σου, τῷ ἱερῷ Μελετίῳ, πάλαι φανερώσασα, παραδόξως Δέσποινα, ὡς φιλάγαθος, ταύτην ἀνέδειξας, τῇ ἐπισκιάσει, τῆς σεπτῆς σου Μῆτερ χάριτος, σκεῦος οὐράνιον, τῶν θεουργικῶν χαρισμάτων σου, καὶ πέλαγος ἀχείμαστον, τῆς θεοειδοῦς εὐσπλαγχνίας σου· ἧς δεῖξον ἀξίους, ἡμᾶς εὐλογημένη Ὑψενή, τοὺς εὐλαβῶς προσιόντας σοι, καὶ ὑμνολογοῦντάς σε.
Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐπληθύνθησαν Μῆτερ, αἱ ὀδύναι καὶ θλίψεις, τῆς ζοφερᾶς μου ψυχῆς· ἀλλ᾿ ὡς παντελεήμων, τῆς παρακλήσεως σου, γλυκασμὸν τὸν οὐράνιον, ἐκ τῆς Εἰκόνος τῆς σῆς, Ἁγνὴ ἐπίσταξόν μοι.
Τὴν ταπείνωσιν ἴδε, καὶ τὸν κόπον μου πάντα, Μῆτερ ἁγνὴ Ὑψενή, καὶ πρέσβευε ἀπαύστως, πολλῇ ἐν παῤῥησίᾳ, τὸν ἐκ σπλάγχνων σου Κύριον, ἵνα μοι δώσῃ Ἁγνή, ἁμαρτιῶν τὴν λύσιν.
Ἐν τῷ αἴρειν με χεῖρας, πρὸς Μορφῆς σου τὸν τύπον, Μῆτερ ἁγνὴ Ὑψενή, μὴ παρασιωπήσῃς, ἀπὸ δεήσεως μου, ἀλλὰ πρόσχες μοι Ἄχραντε, ἀναψυχὴν τῇ ἐμῇ, παρέχουσα καρδίᾳ.
Λυτρωτὴν ἡ τεκοῦσα, τῶν ἀνθρώπων τῷ γένει, ἄνευ φθορᾶς Ὑψενή, τὴν ποίμνην σου ἐκ πάντων, τῶν πονηρευομένων, κατ᾿ αὐτῆς Μῆτερ λύτρωσαι· σκέπην σε γὰρ καὶ φρουρόν, ἔχει Θεοκυῆτορ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Κραταίωμα μου, γενέσθω Μῆτερ ἡ χάρις, ἡ τῇ θείᾳ σου προνοίᾳ προϊοῦσα, ἐκ τῆς εὐαγοῦς σου, ὦ Ὑψενὴ Εἰκόνος.
Κλῖνον τὸ οὖς σου, τῇ ἐκ βαθέων κραυγῇ μου, Ὑψενὴ θεοχαρίτωτε Παρθένε, καὶ ἐκ τῶν παγίδων, τοῦ πλάνου ἐξελοῦ με.
Γένοιτο Κόρη, τὸ μητρικὸν ἔλεός σου, ἐφ᾿ ἡμᾶς τοὺς συναχθέντας ἐν Ναῷ σου, καὶ ἀσπαζομένους, τὴν θείαν σου Εἰκόνα.
Ὄμβρισον Μῆτερ, τῶν οἰκτιρμῶν σου τὸ ὕδωρ, τοῖς προστρέχουσι τῇ θείᾳ σου Εἰκόνι, τῇ δεδοξασμένῃ, θαυμάτων ἐνεργείαις.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ανάστηθι Παρθένε, εἰς βοήθειάν μου· ὦ Ὑψενὴ παντευλόγητε σῶσόν με, ἀπὸ ἐχθρῶν ἀοράτων, τῇ ἀντιλήψει σου.
Μή με ἐγκαταλίπῃς, Ὑψενὴ Παρθένε· μὴ ἀποστῇς ἀπ᾿ ἐμοῦ τοῦ οἰκέτου σου, ὅτι εἰς σὲ τὴν ἰσχύν μου, ἔχω Πανύμνητε.
Εὐδόκησον παρθένε, Ὑψενὴ Κυρία, τοῦ ῥύσασθαί με αἰσχύνης τῶν ἔργων μου, ταῖς μητρικαῖς σου πρεσβείαις, πρὸς τὸν Φιλάνθρωπον.
Υπέραγνε Μαρία, Ὑψενὴ παρθένε, φύλαττε φρούρει καὶ σκέπε τὴν ποίμνην σου, ἐγκαυχωμένην τῷ κάλλει, τῶν θαυμασίων σου.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Δεῦτε καὶ προσδράμωμεν ἀδελφοί, ἐν οἴκῳ ἁγίῳ, Θεοτόκου τῆς Ὑψενῆς, αὐτῆς τὴν Εἰκόνα, τιμῶντες μετὰ δέους, ὡς πᾶσι χορηγοῦσαν, χάριν σωτήριον.
Φλέγει με ὁ πόθος τοῦ καθορᾷν, Μορφῆς σου τὸ κάλλος, τὸ θαυμάσιον Ὑψενή· ἀλλ᾿ ἐπίφανόν μοι, τὸ φῶς τοῦ σοῦ προσώπου, καὶ λῦσον τῶν παθῶν μου, σκότος τὸ ἄφεγγον.
Χαίροις Θεονύμφευτε Ὑψενή, ταύτης τῆς Μονῆς σου, προστασία ἡ φοβερά· χαίροις τῶν Ῥοδίων, ἀγλάϊσμα καὶ τεῖχος, καὶ θεία συμμαχία, τῶν προσιόντων σοι.
Χαίροις Θεονύμφευτε Ὑψενή, ἔφορος καὶ σκέπη, τῆς ἁγίας ταύτης Μονῆς· χαίροις ἡ ἰάσεις, ἀφθόνως χορηγοῦσα, καὶ πάντας ἐκ κινδύνων, δεινῶν ἐξαίρουσα.
Χαίροις Θεονύμφευτε Ὑψενή, τῶν ἀπεγνωσμένων, γλυκυτάτη καταφυγή· χαίροις τῆς Μονῆς σου, χαρὰ καὶ σωτηρία, καὶ τῶν ἐν ἀσθενείαις, θεία ἀντίληψις.
Σκέπε τὴν Μονήν σου ὡς ἀγαθή, ἐκ πάσης ἀνάγκης, παμμακάριστε Ὑψενή, καὶ φύλλατε πάντας, τοὺς ἐπικαλουμένους, τὸ θεῖον ὄνομά σου, ἐν περιστάσεσι.
Ποίμνη σου ὑπάρχομεν Ὑψενή, καίπερ ἀναξίως, διὰ πλῆθος ἁμαρτιῶν· μὴ ἀποστερήσῃς, ἡμᾶς Εὐλογημένη, τῆς μητρικῆς στοργῆς σου, καὶ ποιμασίας σου.
Ἔχοντες Εἰκόνα σου τὴν σεπτήν, πολύτιμον σκεῦος, τῆς σῆς χάριτος Ὑψενή, αὐτὴν ἐν ἀγάπῃ, πολλῇ καταφιλοῦμεν, καὶ ᾄδομέν σοι αἶνον, εὐχαριστήριον.
Δεῦρο ἐκ τῆς δόξης σου Ὑψενή, τῶν ἄνω ἁψίδων, ἐποπτεύουσα συμπαθῶς, τοὺς πόθῳ φοιτῶντας, Ναῷ σου ἐν ἁγίῳ, καὶ ἐπιβοωμένους, τὴν προστασίαν σου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἥν ψάλλομεν τὸ ἑξῆς.
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε καὶ προσδράμωμεν πιστοί, ἐν ἀγαλλιάσει καρδίας, ἐν Ὑψενῆς τῇ Μονῇ, ἔνθα τεθησαύρισται, Εἰκὼν ἡ πάντιμος, τῆς ἁγνῆς Θεομήτορος, καὶ καταφιλοῦντες, ταύτην ἀνακράξωμεν, ὅλης ἐκ πίστεως· Μῆτερ τοῦ Θεοῦ Παναγία, φύλαττε βοήθει καὶ σκέπε, τοὺς τῇ ἀντιλήψει σου προστρέχοντας.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον·
Σῷζε Ὑψενῆ Κύριλλον τὸν τῆς Ῥόδου,
ταύτην σοι πιστῶς πλέξαντα ἱκεσίαν.