Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον των Βλαχερνών
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Kαὶ τὰ ἐξῇς Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Τοὺς προσδραμόντας τῇ θερμῇ σου πρεσβείᾳ, καὶ προσκυνοῦντας τὴν σεπτήν σου Εἰκόνα ἐν πίστει Μῆτερ ἡμῶν ἐν Βλαχέρναις, νῦν πάσης ἐλευθέρωσον ἀπειλῆς καὶ κινδύνου, καὶ παθῶν καὶ θλίψεων καὶ νοσημάτων πάντων, καὶ ἐν εἰρήνη φύλαττε αὐτούς, ὡς τῆς εἰρήνης τὸν Κύριον τέξασα.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανὼν·
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Τῇ σῇ προστασίᾳ τῇ μητρική, ἐκ πάσης ἀνάγκης, ἐλευθέρωσον καὶ κακοῦ, καὶ φύλαττε πάσης ἄλλης βλάβης, Μῆτερ ἡμῶν ἐν Βλαχέρναις Πανάχραντε.
Τῆς χάριτος σου τῆς μυστικῆς, ἀνέδειξας Μῆτερ, τὴν Εἰκόνα σου χορηγόν, τοῖς βοήθειαν σου αἰτουμένοις, Μῆτερ ἡμῶν ἐν Βλαχέρναις Πανάχραντε.
Δοτῆρα ἐλέους καὶ χορηγόν, τεκοῦσα ὦ Μῆτερ, χάριτι σου ἐλέησον, τοὺς τὴν σὴν βοήθειαν ζητοῦντας, Μῆτερ ἡμῶν ἐν Βλαχέρναις Πανάχραντε.
Πᾶσι τοῖς αἰτοῦσι σου τὴν σεπτήν, βοήθειαν Κόρη, ἡμῖν δίδου τὰς δωρεᾶς, καὶ σῷζε ἡμᾶς κακῶν παντοίων, Μῆτερ ἡμῶν ἐν Βλαχέρναις Πανάχραντε.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἐκ κινδύνων παντοίων καὶ φοβερῶν θλίψεων, καὶ ἀπειλῶν τῶν ποικίλων, τοῦ πολεμήτορος, ἡμᾶς ἀπάλλαξον, Μῆτερ ἡμῶν ἐν Βλαχέρναις, τοὺς θερμῶς προστρέχοντας τῇ προστασίᾳ σου.
Τοῖς αἰτοῦσιν τὴν χάριν, ὡς συμπαθώς βράβευε, Μῆτερ ἡμῶν ἐν Βλαχέρναις, ἐν ταῖς ἀνάγκαις τοὺς πρὸς σὲ γὰρ σπεύδουσιν, καὶ οὐκ ἐλλείπουσι πάντες, τὸ σεπτόν σου ὄνομα ἐπικαλούμενοι.
Ποταμοί τοῦ ἐλέους ὡς ἀληθῶς βλύζουσιν, ἐκ τῆς σὴς Ἁγίας Εἰκόνος, ὦ Μῆτερ Δέσποινα, πάντας δροσίζοντες, καὶ ἀναψύχοντες πάντας, τοὺς πυρί τῶν θλίψεων κατακαιομένους.
Τοῦ ἐχθροῦ τὰς παγίδας, τὰς καθ’ ἡμῶν σύντριψον, Μῆτερ ἡμῶν ἐν Βλαχέρναις, τῇ ἐπισκέψει σου, καὶ τῇ σῇ χάριτι, ἐν εἰρήνη τελεία, τὴν ζωὴν κυβέρνησον, ἡμῶν δεόμεθα.
Διάσωσον, Μῆτερ ἡμῶν ἐν Βλαχέρναις Θεογεννήτορ, ἐκ παντοίων κινδύνων καὶ περιστάσεων, τοὺς καταφεύγοντας πίστει τῇ χάριτι σου.
Ἐπίβλεψον, ἐν εὐμένεια Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπήν τοῦ σώματος κάκωσιν καὶ ίασε τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβείαν τὴν σὴν ὡς τεῖχος ἀπροσμάχητον, νῦν ἔχομεν καὶ παντοίων ἐπιθέσεων, ἀεὶ ἐλευθερούμεθα τοῦ δολίου ἐχθροῦ καὶ πολεμήτορος, καὶ εὐφροσύνης καὶ χάριτος νῦν, πληρούμεθα μόνη Παντευλόγητε.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Πιεζόμενοι θλίψεσιν πρὸς τὴν σὴν ἀγαθότητα καταφεύγομεν, καὶ λυτρούμεθα ὦ Πάναγνε, τῶν κατὰ τὸν βίον περιστάσεων.
Πόνων ἡμᾶς ἀνακούφισον τῶν κατὰ ψυχὴν καὶ σῶμα ὦ Πάναγνε, ἡμᾶς τοὺς σὲ μεγαλύνοντας, καὶ τὰ μεγαλεῖα σου δοξάζοντας.
Νόσων σβέσον τὴν κάμινον, καί τῆς χάριτος σου δρόσον ἡμῖν ἐπόμβρησον, μητρική σου ἀγαθότητι, τοῖς σὲ μεγαλύνουσιν, Πανάμωμε.
Πάσης βλάβης διάσῳζε, πάσης νῦν παγίδος καὶ ἐπιθέσεως, Θεοτόκε ἀειπάρθενε, τοὺς τὰ μεγαλεῖα σου δοξάζοντας.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἅπαντες πιστοί, τῷ ναῶ σου σπεύδουν Πάναγνε, καὶ λαμβάνουν τὰς αἰτήσεις συμπαθῶς, σὺ γὰρ πάντας ἐλεεῖς Μῆτερ φιλάνθρωπε.
Θεῖον θησαυρόν, τὴν Εἰκόνα σου κατέχοντες, ἐξ αὐτῆς τὰς δωρεᾶς τῆς χάριτος, δαψιλῶς λαμβάνομεν ὦ Μῆτερ Πάναγνε.
Πάντα τὰ καλά, ἐκ σῆς χάριτος πηγάζουσιν, καὶ βοήθειαν παρέχεις τοῖς πιστοῖς, τοῖς αἰτοῦσιν σὴν βοήθειαν, Πανάχραντε.
Σὴν βοήθειαν, ἐν Βλαχέρναις ἡμῶν Μῆτερ, σὺ τοῖς ἐν θλίψεσιν κινδύνοις διωγμοῖς, συμπαθῶς, ὡς πολυέλεος χορήγησον.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχέω.
Μαγείας, καὶ τοῦ ἐχθροῦ μαγγανείας, καὶ ποικίλων παγίδων τοῦ δολίου, σὺ ἐν Βλαχέρναις Πάναγνε Μῆτερ, καὶ βασκανίας φρικτῆς ἐλευθέρωσον, τοὺς καταφεύγοντας πιστῶς, πρὸς τὴν σὴν ταχυτάτην ἀντίληψιν.
Τῇ σῇ Εἰκόνι, πιστῶς προσδραμόντες, καθ’ ἑκάστην Θεοτόκε ἡμέραν, ἀπὸ βάθους καρδίας σοὶ βοῶμεν, ἀσθενειῶν καὶ ποικίλων κακώσεων, ἐλεύθερον ἀπείραστον, ἡμῶν τηρεῖ τὸν βίον δεόμεθα.
Ἀσθενειῶν σε, ἰατρὸν ἐγνωκότες, καὶ χαράς τὴν πηγὴν ὦ Μητέρα, καὶ θλιβομένων τὴν παρηγορίαν, κινδυνευόντων τε πάντων διάσωσιν, Πανάχραντε Μῆτερ ἡμῶν, πᾶς πιστὸς σοὶ καταφεύγει καὶ σῴζεται.
Διάσωσον, ἐν Βλαχέρναις Μῆτερ ἡμῶν Θεογεννήτορ, ἐκ παντοίων ὀδυνηρῶν περιστάσεων, τοὺς καταφεύγοντας πίστει τῇ χάριτι σου.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον ὡς ἔχουσα Μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ἐπιστασίᾳ σου Κόρη προστρέχοντες, νῦν φυλαττόμεθα πάσης κακώσεως, διὸ σου τὴν χάριν κηρύττομεν· Μῆτερ ἡμῶν ἐν Βλαχέρναις φιλάνθρωπε Σὺ γὰρ ἡμῶν ἡ βοήθεια.
Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματος σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος. Ἄκουσον, Θύγατερ, καὶ ἰδέ, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλαθοῦ τοῦ λαοῦ σου, καί τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεύς τοῦ κάλλους σου.
Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. α΄ 39-49, 56).
Ἀναστᾶσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τήν Ἐλισάβετ· καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς, καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ, καὶ εἶπεν·Εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρὸς με; ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ μου, καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμα μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρι μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα.
Ταῖς τῆς Παναχράντου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Σκέπην καὶ βοήθειαν, σθεναρὰν προστασίαν, Μῆτερ Βλαχερνιώτισσα, ἐν παντὶ τῷ βίῳ σὲ ἔχοντες, ἐκ παντοίων θλίψεων, καὶ ἀσθενημάτων, καὶ παγίδων τοῦ ἀλάστορος, καὶ πάσης Δέσποινα, ἄλλης συμφορὰς τε καὶ μάστιγος, σῇ χάριτι λυτρούμεθα, καὶ σὴ ἀρωγὴ καὶ χρηστότητι· ὅθεν ἀενάως, παράσχου σὴν βοήθειαν πιστοῖς, τοῖς πρὸς τὴν σὴν ἀγαθότητα, Μῆτερ, ἀτενίζουσιν.
Σῶσον ὁ Θεός τὸν λαὸν σου….
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τὴν ὑγιείαν χορηγεῖ καὶ ψυχῆς θεραπείαν, ὦ Μῆτερ Πάναγνε, τοῖς πίστει ἀδιστάκτῳ, ναῶ σου τῷ Ἁγίῳ, προσκυνοῦσιν καὶ ψάλλουσιν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ὧ Πανάχραντε Μῆτερ, ἡ τὸ Φῶς τετοκυίᾳ τὸ Προαιώνιον, φωτί τῶν πρεσβειῶν σου, ψυχὴν ἐσκοτισμένην, μου διαφώτισον δέομαι, ἵνα ὑμνῶ σου ἀεί, τὰ θεῖα μεγαλεῖα.
Τῶν κακούργων ἀνθρώπων, τὰς ποικίλας παγίδας, καὶ κακουργίας τῶν, καὶ πᾶσαν ἀπειλὴν τε, ματαίωσον Παρθένε, καὶ εἰς ἐν ἡμᾶς σύναψον, τὰ αἴσια ἐν Χριστῷ, φρονοῦντας καὶ τελοῦντας.
Διαφύλαξον πάσης, τοῦ ἐχθροῦ ἀπειλῆς τε, καὶ ἐπιθέσεως, ἡμᾶς τοὺς ὁλοθέρμως, τὸ θεῖον ὄνομα σου, εἰς βοήθειαν κράζοντας· ἐν πάσει ὥρα Ἁγνή, καὶ πάσῃ περιστάσει.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ῥῦσαι μὲ Κόρη, τῶν ποικίλων κινδύνων, καὶ διάσωσον δεινῆς ἀῤῥωστίας, νῦν τῆς ἀπειλούσης, ψυχήν μου τὴν ἀθλίαν.
Χάριτι θεία, Μῆτερ ἡμῶν ἐν Βλαχέρναις, παρηγόρησον ψυχήν μου τὴν ἀθλίαν, ἵνα σὲ δοξάζω, Κυρία τῶν Ἀγγέλων.
Σὲ σωτηρίαν, Μῆτερ ἡμῶν ἐν Βλαχέρναις, ἀποκτήσαντες ἐν τῷ παρόντι βίῳ, σὴν ἐπιστασίαν, κηρύττομεν τοῖς πᾶσιν.
Ἰδὲ εὐσπλάχνως, Μῆτερ ἡμῶν ἐν Βλαχέρναις, τοὺς προστρέχοντας τῇ θεία σου Εἰκόνι, καὶ παράσχου πᾶσιν, τὴν λύσιν ὀφλημάτων.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μεγάλων δωρημάτων, παρά σου τρυφῶντες, Μῆτερ ἡμῶν ἐν Βλαχέρναις ἑκάστοτε, τὴν πρὸς ἡμᾶς σου χρηστότητα μεγαλύνομεν.
Οἱ ἐν ἀσθενείαις, στενάζοντες ἀθλίως, τῇ χάριτι σου πιστῶς καταφεύγουσιν, Μῆτερ ἡμῶν ἐν Βλαχέρναις, καὶ διασῴζονται.
Ὑψίστου Θεοῦ Μῆτερ, πάσης ἐπηρείας, τῆς τοῦ ἐχθροῦ μου ἐλεύθερον φύλαττε, Μῆτερ ἡμῶν ἐν Βλαχέρναις, τὸν σὲ δοξάζοντα.
Ὑμνοῦμεν τῆς πολλῆς σου, πρὸς ἡμᾶς εὐνοίας, Μῆτερ ἡμῶν ἐν Βλαχέρναις ἐκδηλῶσιν, ὅτι ἡμᾶς περισκέπεις, καὶ σῴζεις πάντοτε.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεφαφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ἄνασσαν Μαρίαν τὴν τοῦ παντός, τὴν ἐλευθεροῦσα, ἀπὸ πάσης ἡμᾶς ὀργῆς, καὶ πρὸς βασιλείαν, τὴν ἄνω ὁδηγοῦσαν, τὴν μόνην Θεοτόκον ὕμνοις τιμήσωμεν.
Χάριτι σου θεία Μῆτερ σεπτή, ὄντως ὡραιώθη ἡ Εἰκών σου ἡ θαυμαστή, καὶ τῆς δωρεάς σου, παρέχει τὰς ἰάσεις, τοῖς ταύτῃ προσκυνοῦσιν, καὶ μεγαλύνουσιν.
Πάντας τοῖς ἐν θλίψεσιν καὶ κακοῖς, ἐν στενοχωρίαις, ἐν κινδύνοις καὶ φυλακαῖς, Κόρη Παναγία, τῇ σῇ ἐπιστασίᾳ, ὡς Μήτηρ τοῦ ἐλέους, σπεῦσον διάσωσον.
Νῦν τῆς Θεοτόκου τῇ θαυμαστῇ, καὶ σεπτῇ Εἰκόνι, καταφύγωμεν οἱ πιστοί, ἵνα λυτρωθῶμεν παγίδων καὶ κινδύνων, καὶ θείας πληρωθῶμεν, ἀγαλλιάσεως.
Καὶ ἡμᾶς σοὺς δούλους τοὺς ταπεινούς, προστρέχοντας Μῆτερ, τῷ ναῷ σου τῷ ἱερῶ, πάσης ἐπηρείας ἐχθροῦ τοῦ ὀλεθρίου, τῇ σῇ ἐπιστασία σῷζε καὶ φύλαττε.
Χαῖρε τῶν Ἀγγέλων ἡ χαρμονή, τῶν ἐν δυστυχίαις ἡ ταχείᾳ καταφυγή, χαῖρε τῶν πιστῶν σου ἡ σκέπῃ καὶ προστάτης, καὶ πάντων ἐν κινδύνοις, Μῆτερ Πανάχραντε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Εἰκόνα σου Ἁγίαν ἐν Βλαχέρναις Πανάχραντε, νῦν πανευλαβῶς προσκυνοῦντες, γεραίρομεν ὦ Μῆτερ, ἐπέστη γὰρ σκέπῃ πρὸς ἡμᾶς, βραβεύουσα θαυμάτων παροχήν, ἐκ παντοίων κινδύνων καὶ νόσων, ἡμᾶς ἀπαλλάττουσα, εὐχαρίστως βοῶμεν· Δόξα τῷ σὲ δοξάσαντι Θεῷ, δόξα τῷ σὲ μεγαλύναντι, δόξα τῷ διασώσαντι ἡμᾶς διά τοῦ τόκου σου.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς.
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τοὺς τὴν θείαν καὶ σεπτήν, κατασπαζομένους Εἰκόνα, τὴν σὴν Πανύμνητε, ἥνπερ ὀνομάζομεν Βλαχερνιώτισσα, πειρασμῶν ἐλευθέρωσον, καὶ νόσων ποικίλων, καὶ πταισμάτων χάριζε ἡμῖν τὴν ἄφεσιν, τῇ σῇ πρὸς Θεὸν παῤῥησίαν, Παρθένε, ἵνα γηθοσύνως Σὲ γεραίρομεν.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.