Παρακλητικός Κανών εις την Υπεραγία Θεοτόκο ψαλλόμενη επί τω Κατά των Χριστιανών Διωγμώ του 1821

Ποίημα μοναχού Ιωάννου

Εΰλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Κατόπιν τὰ Τροπάρια.

Ἦχος δ’ Ό ὑψωθείς ἔν τῷ Σταυρῶ.
Τῆ Θεοτόκῳ οἱ πιστοῖ, νῦν προσπέσωμεν, τῶν ἱερέων λαϊκῶν τε ὅ σύλλογος, ἔν μετανοίᾳ κράζοντες καί δάκρυσι θερμοῖς, λύτρωσον τούς δούλους σου τού παρόντος κινδύνου, τῆς αἰχμαλωσίας τε καί σφαγῆς καί ἀγχόνης κἀν γάρ ήμεϊς ἡμάρτομεν πρός σέ, σύ δέ Παρθένε, τά νήπια οἴκτειρον.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν.
Oὒ σιωπήσωμεν ποτέ Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι εἰμὴ γὰρ σὺ προῖστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῤύσατο, ἐκ τοσούτων κινδύνων; τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευϑέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ τοὺς σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Καὶ ἀρχόμεϑα τοῦ Κανόνος.

ᾨδή ἀ. Ἦχος πλ. δ’. Πολλοῖς συνεχόμενος.
Πολλοῖς συνεχόμενοι πειρασμοῖς, τοῖς ἕξ ἀλλοφύλων ἀπειλούντων νῦν καθ’ ἡμῶν, φόνον καί δεινήν αἰχμαλωσίαν, σοί Θεοτόκε καταφεύγομεν.

Παθῶν καί κινδύνων με προσβολῇ, ἀπειλή σφαγῆς τε καί ἀγχόνης όδυνηράς, θορυβοῦσιν ἤδη τήν ψυχήν μου, σύ δέ με λύτρωσαι, Πανάμωμε.

Σωτῆρα τεκοῦσα σύ καί Θεόν, σῶσον πάν τό γένος τῶν ἀθλίων Χριστιανῶν, φόνου καί δεινῆς αἰχμαλωσίας, τά παρ’ άλλοφύλων ἀπειλούμενα.

Νοσοῦντες τό σῶμα καί τήν ψυχήν, διά φόβον, Μῆτερ, τού παρόντος νῦν διωγμοῦ, ὦς παραφρονοῦντες ἔν σπηλαίοις καί ἔν τοῖς ὄρεσι κρυπτόμεθα.

ᾨδή γ΄ Ούρανίας ἁψῖδος.
Προστασία καί σκέπη πάντων ἡμῶν πέφυκας, σύ, θεογεννήτορ Παρθένε, ὅθεν διάσωσον ξίφους, ἀγχόνης τε, δί ὤν ήμάς θανατοῦσιν οἵ τῆς Ἄγαρ ἔκγονοι οἱ ἀγριώτατοι.

Ἱκετεύομεν, Κόρη, τού διωγμοῦ λύτρωσαι καί αἰχμαλωσίας καί φόνου ήμάς τούς δούλους σου, οἴκτειρον νήπια καί ἀπειρόκακα βρέφη τῶν καταφευγόντων σοι μόνη Πανύμνητε.

Εὐεργέτις καί ῥύστης χριστιανῶν πέλουσα. Κόρη ἀπειρόγαμε, σύ διαφύλαξον τῆς αἰχμαλωσίας, ἀπειρογάμους παρθένους ἀμολύντους, Δέσποινα, προσκαλουμένας σε.

Χαλεπαῖς τυραννίαις καί συμφοραῖς ἅπαντες νῦν περιπεσόντες, Παρθένε, σοι καταφεύγομεν, πρόφθασον λύτρωσαι, αἰχμαλωσίας καί φόνου, οἴκτειρον ἐλέησον ήμάς Πανύμνητε.

Αῖτησις καὶ το  Κάϑισμα.
Ἦχος β’. Τὰ ἄνω ζητῶν

Πρεσβεία θερμή, καὶ τεῖχος ἀπροσμάχητον, ἐλέους πηγή, τοῦ κόσμου καταφύγιον, ἐκτενῶς βοῶμέν σοι· Θεοτόκε Δέσποινα, πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς,  ἡ μόνη ταχέως προστατεύουσα.

ᾨδή δ’. Εἰσακήκοα, Κύριε.
Τῶν παθῶν καί τού κλύδωνος τού καταλαβόντος ἡμᾶς διάσωσον ἐπί σοι γάρ ἀνεθέμεθα πᾶσαν τήν ἐλπίδα μᾷς Θεονύμφευτε.

Εὐσπλαγχνίας άξίωσον τούς τυραννουμένους ἡμᾶς Θεόνυμφε, τούς πικρῶς τυραννουμένους τε, καί βουλάς τῆς Ἂγαρ διασκέδασον.

Ἐπί κλίνῃς δακρύοντες τήν ἡμῶν στρωμνήν κλαυθμοῖς καταβρέχομεν, τῆς ῥομφαίας ἡμᾶς λύτρωσαι ταύτης. Θεοτόκε ἱκετεύομεν.

Οἵ ἐλπίδα σε ἔχοντες ἔν τοῖς πειρασμοῖς ἀεί. Θεόνυμφε, πρός σε πάλιν καταφεύγομεν καί ἔν τῆ παρούσῃ συμφορά ἡμῶν.

ᾨδή ε’. Φώτισον ήμάς.
Ἔμπλησον, άγνή. παρακλήσεως τούς δούλους σου, ἀπηλπισμένους ὄντας, Δέσποινα, καί πλήν σου καταφύγιον ούκ ἔχοντας.

Λύτρωσαι ήμάς τού παρόντος διωγμοῦ, ἀγνῇ. φόνου, ἀγχόνης καί δουλείας πικράς, χριστιανῶν ἤ έτοιμη ἀντίληψις.

Λῦσον τήν δεινήν ἀγριότητα. Πανύμνητε. ἐχθρῶν τῶν διωκόντων ἡμᾶς, καί σωτηρίαν τῆ πρεσβεῖα σου χορήγησον.

Ἴασαι ψυχῶν τάς όδύνας καί σωμάτων ἡμῶν. έκάστη ὤρα γάρ πτοούμεθα ξίφη τῆς Ἄγαρ καθ’ ἡμῶν ἑτοιμαζόμενα.

ᾨδή στ’. Τήν δέησιν έκχεώ.
Θανάτου τού ἕξ ἐχθρῶν νῦν λύτρωσαι. ὀρθοδόξων σύ τό γένος, Παρθένε, ὦς γάρ δεινοί αἱμοβόροι τε κύνες πολλούς φονεύουσιν οὗτοι χωρίζοντες τέκνα μητρός, καί μητέρας τῶν τέκνων, οἵ ἄσπλαγχνοι.

Προστάτιν σε τῶν πιστῶν γινώσκομεν, σύ οὑν φρούρησον ήμάς Θεομῆτορ τού διωγμοῦ, καί οἰκτίστου θανάτου, καταπιεῖν γάρ τό αἷμα βουλεύονται άλλόφυλοι πάντων ήμών, ὦς γάρ Θῆρες ἡμᾶς κατεκύκλωσαν.

Ὦς τεῖχος καταφυγῆς σε ἔχομεν, καί λιμένα σωτηρίας Παρθένε, σοι τοιγαροῦν καταφεύγομεν πάντες, ἀνδρῶν γυναικῶν, παιδιῶν ὅ σύλλογος, οϊκτείρησον τούς στεναγμούς, τῶν εἰς σε ἐλπιζόντων. Θεόνυμφε.

Ἔν κλίνῃ ὦς τεθνηκότες κείμεθα ἐκ τού φόβου, Θεοτόκε Παρθένε πώς γάρ αὐτοῖς ἀντιστῶμεν ἐνόπλοις τοῖς δυσσεβέσιν ήμεϊς ὄντες ἄοπλοι; σύ οὖν γενοῦ ἡμῖν Άγνή, ὅπλον καί τεῖχος ἀπόρθητον.

Διάσωσον, ἀπὸ κινδύνων, τοὺς δούλους σου, Θεοτόκε, ὅτι πάντες μετὰ Θεόν, εἰς σὲ καταφεύγομεν, ὡς ἄρρηκτον τεῖχος καὶ προστασίαν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καί τό Κοντάκιον.
Ταχύ προκατάλαβε.

Ἐπίβλεψον, Δέσποινα, ἐπί τούς δούλους τούς σούς, φυλάττουσα ἅπαντας ἀπό ἐχθρῶν δυσμενῶν καί πρόφθασον, λύτρωσαι φόνου, αἰχμαλωσίας καί δεινῆς τυραννίας, τῆς νῦν ἀπειλουμένης καθ’ ἡμῶν τῶν ἀθῷον, τῶν καταφευγόντων, Παρθένε, ὑπό τήν σκέπην σου.

Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. (δίς)
Στίχ. Ἄκουσον, Θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάϑου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου καὶ ἐπιϑυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. (δίς)

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. α΄ 39-49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς την Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξί καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός καὶ ἅγιον τὸ ὄνομά Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. Ἐλεῆμον ἐλέησόν με ὁ Θεὸς
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποϑέμενοι.

Μὴ καταπιστεύσῃς με, ἀνθρωπίνη προστασία, Παναγία δέσποινα, ἀλλὰ δέξαι δέησιν, τοῦ ἱκέτου σου· θλίψις γὰρ ἔχει με, φέρειν οὐ δύναμαι, τῶν δαιμόνων τὰ τοξεύματα, σκέπην οὐ κέκτημαι, οὐδὲ ποῦ προσφύγω ὁ ἄθλιος, πάντοθεν πολεμούμενος, καὶ παραμυθίαν οὐκ ἔχω πλήν σου· Δέσποινα τοῦ κόσμου, ἐλπὶς καὶ προστασία τῶν πιστῶν, μή μου παρίδῃς τὴν δέησιν, τὸ συμφέρον ποίησον.

Σῶσον ὀ Θεός τὸν Λαό σου…

ᾨδή ζ΄ Οἵ ἐκ τῆς Ἰουδαίας.
Τήν ἡμῶν σωτηρίαν, ὦς ἐθέλουσα Μῆτερ θεοχαρίτωτε, ίκέτευσον τόν κτίστην, Θεόν τε καί Υἱόν σου, διασώσαι τούς δούλους σου, ἀπό ἐχθρῶν δυσμενῶν, ἀγχόνης τε καί ξίφους.

Θελητήν τού έλέους καί πηγήν εὐσπλαγχνίας, Ἀγνῇ σέ ἔγνωμεν, διάσωσον πάν τάγμα, λαοῦ καί ἱερέων, ένδεών καί πλουσίων τε φονευομένων πικρῶς, παρά τῶν ἀλλοφύλων.

Θησαυρός σωτηρίας τῶν πιστῶν σύ ὑπάρχεις Θεοχαρίτωτε, ἐπίβλεψον ἕξ ὕψους, ἐπάκουσον Παρθένε, στεναγμούς τῶν βοώντων σοι, σῶσον ἡμᾶς τούς πιστούς, πικρῶς φονευομένους.

Σωμάτων τυραννίας καί ψυχῶν τάς όδύνας σύ παραμύθησον, γονέων ἀτεκνίαν, καί τέκνων ὀρφανίαν νῦν οίκτείρησον Δέσποινα, σύ γάρ θερμῇ τῶν πιστῶν ὑπάρχεις προστασίᾳ.

ᾨδή ἡ’. Τόν Βασιλέα.
Τούς βοηθείας, τῆς παρά σοῦ δεομένους, ῥῦσαι φόνου καί πικρᾶς τυραννίας, ϊνα σε ὑμνῶμεν, Άγνή εἰς τούς αἰῶνας.

Τῆ άσθενεία, τῆ ήμετέρα Παρθένε, ἀναλόγους τάς όδύνας πάρεχοῦ οἶδας γάρ ἁνθρώπων ἡμῶν τήν ἀτονίαν.

Τῶν πειρασμῶν νῦν, έλευθέρωσον Κόρη, καί πικρᾶς αἰχμαλωσίας καί φόνου, σοι γάρ τήν ἐλπίδα ἔχομεν εἰς αἰῶνας.

Τούς φονευθέντας μέχρι τοῦδε πιστούς σου ἔν χορῷ κατάταξον μαρτύρων, ὦς ὁμολογοῦντας, Παρθένε τόν Υἱόν σου.

ᾨδή Θ’ Κυρίως Θεοτόκον.
Ῥοήν τήν τῶν δακρύων, βλέπουσα Παρθένε, τῶν ἡμετέρων έλέησον οϊκτειρον, διωκομένους τούς πίστει σοι καταφεύγοντας.

Αιμήν καί ὅρμος, τῶν τυραννουμένων ὑπό ἐχθρῶν άλλοφύλων Πανύμνητε, καί διατήρησον πάντας, ὑπό τήν σκέπην σου.

Φωτός τού ἀνεσπέρου, πλήρωσον Παρθένε, τούς φονευθέντας πιστούς σου ὑπό ἐκφύλων ἐχθρῶν, καί τοῖς τῶν μαρτύρων συγκαταρίθμησον.

Χαράς Παρθενομῆτορ, καί παρηγορίας, τόν σόν λαόν τόν πανάθλιον ἔμπλησον, τού διωγμοῦ καί τού φόνου, διαφυλάττουσα.

Ἄξιον ἐστιν ὡς ἀληϑῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τῆν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφϑόρως Θεὸν Λόγον
τεκοῦσαν τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Μεγαλυνάρια, ὤν ἤ ἀκροστιχίς τό τοῦ ποιητοῦ ὄνομα. Τήν ὑψηλοτέραν.
Ἵλεως Παρθένε ἡμῖν γενοῦ, καί ἔν τάχει σῶσον ἡμᾶς πάντας τού διωγμοῦ, φόνου καί ἀγχόνης, πικράς αἰχμαλωσίας, καί βουλάς τῆς Ἄγαρ διασκέδασον.

Ὦς ἐβόα πάλαι πρός τόν Θεόν, τό αἷμα τού Άβελ τό ἀθῷον καί καθαρόν, οὕτω Θεοτόκε, βοᾶ καί νῦν τό αἷμα, τῶν δούλων σου ἀδίκως, ὦς ἐκχυνόμενον.

Ἀγχόνης καί ξίφους οἵ δυσσεβεῖς, ἔργον ἐκτελοῦσι τούς προκρίτους καί ἱερεῖς, πολλούς δέ πενήτων, καί ἔν βυθῶ θαλάσσης ,συνάμα Θεομῆτορ, καταποντίζουσι.

Νύν ἀγριωθέντες οἵ δυσσεβεῖς, παγγενεί ζητοῦσιν ἐξαλεῖψαι τούς εὐσεβεῖς, ὦ ἥλιε φρϊξον, ἄνωμον τήν μανίαν, σύ δέ Παρθενομῆτορ, τούτους ἐκδίκησον.

Νεῦσον παρακλήσεσιν ἱκετῶν, οἴκτειρον καί ῥῦσαι Θεοτόκε, τόν σόν λαόν, τού παρόντος φόνου, καί τῆς αἰχμαλωσίας, καί μή παράτηρήσῃς τάς ἀνομίας ἡμῶν.

Οἰδᾷ Δέσποινα μου ὅτι ἡμεῖς, οἵ ἔν ἁμαρτίαις ἐσμέν ἄξιοι σῆς ὀργῆς, σύ δέ Θεοτόκε, οίκτείρησον καί σῶσον, τά νήπια καί βρέφη τά ἀπειρόκακα.

Ὑψωσον τό κέρας Χριστιανῶν, τῶν τυραννουμένων ἕξ ἀγρίων ἀλλογενῶν, καί γάρ ἁμαρτίας, ἐσμέν πεποιηκότες, ἀλλ’ ἔν σοί Θεοτόκε πάντων ἐλπίζομεν

Πρός τόν Ἅγιον Νικόλαον.
Ὤσπερ ἔν ὀνείρῳ τῷ βασιλεῖ, έρρύσω ἐκ θανάτου ἔν φυλακή, τούς τρεῖς στρατηλάτας, οὕτω καί νῦν λυτρώσῃς, ἡμᾶς τῆς καταδίκης, πάτερ Νικόλαε.

Ὑπέρ τῶν φονευθέντων.
Ψυχάς τῶν σῶν δούλων Χριστέ Σωτήρ, τῶν πεφονευμένων νῦν ἔν τούτῳ τῷ διωγμῷ, ἔν χοροῖς μαρτύρων, συναρίθμησο, ὅτι τεθνήκασιν ἔν πίστει, σή προσκυνοῦντες σε.

Ἔν ὄρεσι φεύγων ὅ δυστυχής, φόβῳ τού θανάτου, ἔν σπηλαίοις ὀπαῖς τῆς γῆς, προσφέρω σοι Σῶτερ, θερμῶς τούς ὕμνους τούτους, ὑπέρ ἐμοῦ καί πάντων, τῶν προσκυνούντων σε.

Πἄσαι τῶν Ἀγγέλων αἱ στρατιαΐ, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωϑῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Πάντας διαφύλαξον ἁγνῇ, τούς ὑμνολογοῦντας σε Κόρη, ἀπό τού νῦν διωγμοῦ, σφαγῆς καί ἀγχόνης τε αἰχμαλωσίας πικράς, καί βουλάς διασκέδασον άγριων βαρβάρων, οὗτοι γάρ βουλεύοντες έκχέειν, αἷμα ἡμῶν φεῖσαι τού λαοῦ σου Παρθένε, οἴκτειρον παιδίᾳ, καί βρέφη, σκέπασον ἡμᾶς ὑπό τήν σκέπην σου.

Ἕτερον.
Ἄφνω νῦν κατέλαβεν ήμάς διωγμός, σφαγῇ καί άγχόνη, ὑπό βαρβάρων ἐχθρῶν, οὗτοι γάρ ἐκύκλωσαν ήμάς ὦς κύνες πολλοί, καί τό αἷμα ἐκχέουσιν, ἡμῶν τῶν ἀθῷον, καταιχμαλωτίζοντες ἡμῶν τά τέκνα πικρῶς, πού οὖν καταφύγωμεν Κόρη, πλήν πρός σέ Θεοῦ τήν Μητέρα, τῶν Χριστιανῶν τό καταφύγιον.

Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον με ὑπὸ τὴν σκέπην Σου.

Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.

Στίχοι.
Ἔλα Ἰησοῦ Χριστέ μου, καί θέσε σέ ένέργεια,
τά σχέδια τῆς Θείας Προστασίας Σου.