Παρακλητικός Κανών εις την Υπεραγία Θεοτόκο του Καζάν
Ποίημα Αντωνίου Μάρκου, Καθηγητού Αγιολογίας
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῇ τοῦ Καζάν τῆς Θεοτόκου Εἰκόνι, οἱ ἐν κινδύνοις, ἀλγηδόσι καὶ πόνοις, ὑπάρχοντες, προσπίπτομεν ἐν πίστει πολλῇ· Δέσποινα βοήθησον, ἐκβοῶντες ἐν τάχει· τὸν ζυγὸν τῆς θλίψεως, ἀφ’ ἡμῶν ἀραμένη· σὲ γὰρ μητέρα ὁμολογοῦμεν, Ἀγαθή, καὶ τῇ σῇ σκέπῃ, ὡς νήπια σπεύδομεν.
Δόξα. Καὶ νῦν.
Τῇ Θεοτόκῳ ὡς μητρὶ ἐκβοῶμεν, οἱ τυραννούμενοι ἐχθροῦ δυναστείᾳ, τῇ θεϊκῇ σου σκέπασον ἀγάπῃ ἡμᾶς· σπεῦσον, Κόρη, ῥύσασθαι, τῶν τοῦ βελίαρ παγίδων, καὶ τῆς καταθλίψεως, καὶ τῆς δαιμόνων μανίας· σὴ γὰρ ὑπάρχει ἡ Εἰκών ἡ τοῦ Καζάν, ἡμῶν προστάτις, σκέπη τε καὶ ἀντίληψις.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
ΕΙΚΟΝΙ Τῌ ΤΟΥ ΚΑΖΑΝ ΠΡΟΣΠΙΠΤΩ. ΑΝΤΩΝΙΟΣ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Εἰκόνι σου τῇ θείᾳ, τῇ τοῦ Καζάν, προσπίπτομεν, Κόρη, θεοπόθητε Μαριάμ· καὶ δι’ αὐτῆς σοὶ τὰς ἱκεσίας, ὡς εἰς μητέρα προσφέρομεν, Δέσποινα.
Ἰδεῖν τοῦ Υἱοῦ σου τὴν φοβεράν, ἡμέραν, Παρθένε, καταξίωσον σαῖς λιταῖς· καὶ Τοῦτον ὄμματι συμπαθείας, σαῖς ἱκεσίαις κατάστησον βλέποντα.
Κυρία Παρθένε τὸ τῆς ἐμῆς, ψυχῆς δεινὸν ἄλγος, καὶ τὸν πόνον καὶ τὴν φθορὰν ἀπέλασον καὶ τὴν ἁμαρτίαν, τὴν ταῦτα πάντα ἐμοὶ προκαλέσασαν.
Ὁδὸν μετανοίας καὶ ἐπιστροφῆς, βαδίζοντα, Κόρη, εὕροιμι θάνατος σαῖς λιταῖς· σοῦ δέομαι καὶ πρὸς τὸν Υἱόν σου, σύ με ὁδήγησον, ὡς Ὁδηγήτρια.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ναῷ, Παρθένε, τεμένει, τῷ ἐν Καζὰν σοὶ ὑπάρχοντι, ἐν ᾧ ἡ σὴ Εἰκών ἡ ἁγία, ἀποθησαύρισται, πλήθη προσφεύγουσιν, τῶν Ὀρθοδόξων, κακεῖσε, τὴν δέησιν προσφέρουσι, σοὶ τῇ Μητρὶ ἡμῶν.
Ἴδε, Κόρη Ἁγία, τοὺς τῇ Εἰκόνι σου σπεύδοντας, καὶ δεινοῦ ἄλγους καὶ λύπης, ἡμᾶς ἀπάλλαξον, τοὺς τῇ σῇ χάριτι, γονυκλινῶς αἰτουμένους, πρόφθασον, ἀπάλλαξον, ἡμᾶς πρεσβείαις σου.
Τῆς μορφῆς σου τῆς θείας, τῆς ἐν Καζὰν τῷ ἐκτυπώματι, σπεύδομεν οἱ ἐν θλίψεσι πάντες, καὶ ἐν βασάνοις ὑπάρχοντες· αὐτῷ γὰρ δέδοκας, πλουσίαν τὴν σὴν χάριν, ἥν ἡμῖν ἐπόμβρισον, ἁγία Δέσποινα.
Ἡμεῖς πάντες, Παρθένε, τῇ μεσιτείᾳ σου σπεύδομεν, αἰτούμενοι τυχεῖν βοηθείας, καὶ ἀντιλήψεως· ἆρον τὸ βάρος ἡμῶν, ἀπὸ ψυχῆς, Θεοτόκε, ἵνα ἀνυμνοῦμέν σε, θεία Καζάνσκαγια.
Διάσωσον, τοὺς σοὶ προσπίπτοντας, Μητροπάρθενε Κόρη· εἰκόνι σου γὰρ τῇ σεπτῇ, ἐπισκιάζει ἀφθόνως ἡ σὴ χάρις.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Καζὰν τῇ σεπτῇ, Εἰκόνι νῦν προσπίπτομεν, οἱ ἐν πόνοις ψυχῆς, καὶ θλίψεσι ὑπάρχοντες· καὶ δι’ αὐτῆς αἰτούμεθα, τῆς Θεοτόκου τὸ ἄμετρον ἔλεος, καὶ τὴν ταχεῖαν Ταύτης συνδρομήν, καὶ τὴν βεβαίαν Αὐτῆς ἀντίληψιν.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τῆς Ῥωσίας προστάτιδα, Ὀρθοδόξων πάντων τὴν ἀντιλήπτορα, καὶ τὴν κόσμου χαρᾶς πρόξενον, Παναγία σὲ κηρύττομεν.
Ὅλος ἐν βορβόρῳ νῦν, τὸν τῆς ἁμαρτίας, ὡς κύων εὕροιμι, καὶ ἐκεῖσε κυλιώμενος, τοῦ ἐλέους σου τυγχάνω ἀνεπίδεκτος.
Ὕμνον καὶ τὴν δέησιν, τὴν πρὸς σέ, Παρθένε, μὴ ὑπερίδης μου, ἀλλὰ σπεῦσον ὡς φιλόστοργος, Ἄνασσα, καὶ ἐλέησον τὸν κάμνοντα.
Καζὰν τῷ ἐκτυπώματι, τῆς Παρθένου, πάντες τὰ νῦν προσπίπτομεν, οἱ ἐν θλίψεσι, αἰτούμενοι, ἄλγους ψυχικοῦ τὴν ἀπολύτρωσιν.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἄνοιξον ἡμῖν, Παραδείσου θύρας Κύριε, ταῖς πρεσβείαις τῆς Ἀχράντου σου Μητρός, ὅτι Ταύτην σοὶ προβάλλομεν μεσήτριαν.
Ζῆλον θερμουργόν, ὑπὲρ Πίστεως τῆς σῆς ἐπόμβρισον, σῆς Μητρὸς ἐπικαμπτόμενος Χριστέ, μεσιτείᾳ καὶ πρεσβείᾳ καὶ δεήσεσι.
Ἆρον τὸ βαρύ, τῆς ψυχῆς ἄλγος Φιλάνθρωπε, τῆς Μητρός σου ἐπικαπτόμενος Σωτήρ, τῇ πρεσβείᾳ, ὅτι Αὐτῇ νῦν καταφεύγομεν.
Νεῦσον πρὸς ἡμᾶς, φιλανθρώπως πᾶσι, Κύριε, μεσιτείᾳ τῆς Πανάγνου καὶ λιταῖς· τῇ ἐν Καζὰν γὰρ Αὐτῆς εἰκόνι νῦν προσπίπτομεν.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Παντοίων με, πόνων ψυχῆς ἀπάλλαξον, καὶ κακώσεων, τραυμάτων τε, Παρθένε· τῇ τοῦ Καζὰν γὰρ τῇ Εἰκόνι προσπίπτων, τὴν παρὰ σοῦ αἰτοῦμαι βοήθειαν· καὶ σὲ θαυμάτων τὴν πηγήν, ὁμολογῶ καὶ κηρύττω, Πανύμνητε.
Ῥωσίας τε, καὶ Ὀρθοδόξων ἁπάντων, τὰ σὰ θαυμάσια κηρύττουσι προστάτην· καὶ τριχομένων κακίαις παντοίαις, καὶ ὀχλουμένων βελίαρ προσκρούσεσι· καὶ πάντων τῶν ἐν συμφοραῖς, μόνη βοήθεια πέλεις, Θεόνυμφε.
Ὅρμησον, τὴν ψυχήν μου, Παρθένε, εἰς λιμένα ἀσφαλῆ σωτηρίας, ταῖς σαῖς θερμαῖς πρὸς Θεὸν ἱκεσίαις, καὶ τῇ πρεσβείᾳ σου τήρησον ἄτρωτον· καὶ ἐπὶ πέτραν ἀσφαλῆ, τῆς πρὸς Υἱόν σου πίστεως, Ἄχραντε.
Συμπνίγομαι, ταῖς τοῦ βίου πάθεσι, τοῖς ἀκαθάρτοις, ἅ μολύνουσι, Μῆτερ, τὴν ἐν ἐμοὶ τοῦ Κυρίου εἰκόνα, ἀλλὰ σοῦ δέομαι, Κόρη, ἀποκάθαρον, ταῖς δάκρυσι καὶ στεναγμοῖς, ἅ δώρησαί μοι, Μαρία Καζάνσκαγια.
Διάσωσον, τοὺς σοὶ προσπίπτοντας, Μητροπάρθενε Κόρη· εἰκόνι σου γὰρ τῇ σεπτῇ, ἐπισκιάζει ἀφθόνως ἡ σὴ χάρις.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος γ΄. Τὴν ὡραιότητα. (Ποίημα Γεωργίου Ἀποστολάκη, τοῦ ἀπὸ Δικαστῶν.)
Σεπτήν Εἰκόνα σου, Ῥωσίας καύχημα, τιμῶμεν, Δέσποινα, καὶ ἀναμέλπομεν, ᾠδᾶς καὶ ὕμνους, Ἀγαθή, πρεσβείας σου ἐξαιτοῦντες· πᾶσι γὰρ θαυμάσια, ἐκτελεῖ σὸν ἐκτύπωμα, προσαγορευόμενον, παρὰ Ῥώσων Καζάνσκαγια· καὶ νῦν ὑπὲρ ἡμῶν ἐκδυσώπει, τὸν Υἱόν σου Πανάχραντε.
Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. α΄ 39 – 49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς τὴν Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατὸς καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα.
Ταῖς τῆς Παναχράντου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὄλβον ἀναφαίρετον, τὴν θαυμαστήν σου Εἰκόνα, ἡ Ῥωσία ἔχουσα, θείᾳ εὐδοκίᾳ σου, Κόρη πάντιμε· ἐν Καζὰν αὕτῃ γάρ, ἀπὸ γῆς ἐφάνη, διὰ Ματρώνης τῆς παιδίσκης τε, θείου Ἑρμογένους τε, καὶ ὑπὸ Γουρίου ἀρχιποίμενος· σώζει δὲ ἐκ θλίψεων, τοὺς ἐν πίστει ταύτῃ προστρέχοντας· ὅθεν πάντας σκέπε, ἡμᾶς τοὺς καταφεύγοντας πρός σε, καί αἰτουμένους, Πανύμνητε, τὴν σὴν θείαν ἀντίληψιν.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Πατρίδος Ἑλληνίδος, μνήσθητι, Θεοτόκε, ὡς Πόλεως Κωνσταντίνου ποτέ· Ὑπέρμαχον γὰρ ταύτης, καὶ Στρατηγὸν ἐν πίστει, σὲ ἐπιγράφεται ψάλουσσα· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἴασαι τῆς ψυχῆς μου, τὸν πόνον, Παναγία, ἡ τῆς Ῥωσίας προστάτης, Καζάνσκαγια· σοὶ γὰρ προσπίπτω, Κόρη, τῇ σῇ ἐπιστασίᾳ, καὶ γηθοσύνως κραυγάζω σοι· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Πῦρ τὸ τῆς ἁμαρτίας, Παρθένε, τὸν σὸν δοῦλον, καταναλίσκει, πλὴν σπεῦσον ῥυσθῆναί με· κατάσβεσον τὴν φλόγαν, εὐχαῖς πρὸς τὸν Υἱόν σου, τῷ εὐγνωμόνως κραυγάζοντι· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Τίμιος ἐναντίον, Κυρίου τῶν Ὁσίων, ἀναδέδεικται θάνατος, Δέσποινα, Γουρία τε Ἑρμογένους· αὐτοὺς γὰρ ἡ Εἰκών σου, ἡ τοῦ Καζὰν ἐπευλόγησε ψάλλοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Τὸν Βασιλέα τῶν οὐρανῶν.
Ὡραιοτάτη, ἡ μορφὴ σῆς Εἰκόνος, ἡ τοῦ Καζάν, εὐσυμπάθητε Κόρη, πρὸς ἥν τὸ γόνυ, ψυχῆς κλίνομεν πάντες.
Ἄνασσα Κόρη, τῇ τοῦ Καζὰν σῇ Εἰκόνι, προσπεσόντες οἱ πιστοὶ ἀναβοῶμεν· σπεῦσον, Παρθένε, ἀπάλλαξον ἐν τάχει.
Ναῷ σου θείῳ, τῷ ἐν Καζάν, Θεοτόκε, χαίρουσα σπεύδει πληθὺς τῶν Ὀρθοδόξων, τυχεῖν συγγνώμης, ἐλέους καὶ βοηθείας.
Τῆς Βασιλείας, Παρθένε, τοῦ Υἱοῦ σου, τύχοιμεν πάντες Ὀρθόδοξοι ποθοῦμεν, σῇ μεσιτείᾳ, δεήσει καὶ βοηθείᾳ.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὡραῖος κάλει πάντων, ἀνθρώπων πέλει, Μῆτερ, ὁ σὸς Υἱός, πρὸς ὃν τὴν δέησιν ἔκχεε, ἵνα ῥυσθῶμεν διὰ σοῦ, κολάσεως τῆς γεέννης.
Νικῆσαι τοῦ βελίαρ, τὰς μηχανάς, Παρθένε, σῇ βοηθείᾳ ἐλπίζομεν πάντοτε, πρὸς σὸν Υἱὸν ταῖς σαῖς λιταῖς, δι’ ὧν βεβαίως οἱ πάντες σωζόμεθα.
Ἴασαι τῆς ψυχῆς μου, τὸ ἄλγος, Θεοτόκε, ὅτι συνθλίβει ἐντόνως τὸν δοῦλόν σου, καὶ δώρησαί μοι τὴν χαράν, ἵνα ὑμνῶ σε, Παρθένε Καζάνσκαγια.
Ὄμματι εὐσπλαχνίας, βλέψον ἡμῖν ἐν τάχει, καὶ χεῖραν τοῖς δούλοις σου ἔκτεινον· σὲ γὰρ μητέρα ἡμῶν, κηρύττομεν, Παρθένε.
Σάλον τὸν τῆς ψυχῆς μου, καὶ ἄλγος καὶ ὀδύνην, ταῖς σαῖς πρεσβείαις κατάστειλον δέομαι· σοὶ γὰρ προσφεύγω, Παρθένε Καζάνσκαγια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Εἰκόνι σου τῇ θείᾳ τῇ τοῦ Καζάν, προσπίπτωμεν, Κόρη, οἱ ἐν θλίψεσι τῆς ψυχῆς, καὶ ἐν πολὺ τῷ πόνῳ τριχόμενοι, Παρθένε, αἰτούμενοι σὴν θείαν, ἡμῖν ἀντίληψιν.
Ῥωσίας ἁπάσης τήν ὁδηγόν, γένους Ὀρθοδόξων, τὴν Ὑπέρμαχον Στρατηγόν, Καζὰν τὴν Εἰκόνα τιμῶμεν εὐγνωμόνως, ὡς τῆς Παρθένου θεῖον, λαμπρόν τε ἐκτύπωμα.
Κατάπαυσον τὸν τάραχον τῆς ψυχῆς, τῶν δούλων σου, Κόρη, θεοπόθητε Μαριάμ, καὶ δώρησαι εἰρήνην σοῖς ἱκέταις, ὅπως μὴ παύουν τοῦ μεγαλύνειν σε.
Βάρος, Παρθένε, ἐν τῇ ψυχῇ, καὶ ἄλγος καὶ πόνος ἐπιπολάζει νῦν ἐπ’ ἐμέ· σὺ ἆρον, Κυρία, ζυγὸν τῆς ἁμαρτίας, ἧ ὡς μέγα τεῖχος Χριστοῦ χωρίζει με.
Κατέχοντες, Κόρη, τῆς σῆς μορφῆς, Εἰκόνα τὴν θείαν, ἀποκειμένην ἐν τῷ σεπτῷ, Ξένης τῆς Ὁσίας, ἐν Μάνδρᾳ ναϋδρίῳ, προσπίπτωμεν βοῶντες, σπεῦσον Καζάνσκαγια.
Κράζωμεν εὐγνωμόνως· χαῖρε Ἁγνή, ὅτι εὐαρεστῆσαι, τῇ Εἰκόνι σου τοῦ Καζάν, τῇ ἀποκειμένῃ Ξένης Παρεκκλησίῳ, δοξάζοντες τήν θείαν, οἰκονομίαν σου.
Ἕτερον. (Ποίημα Γεωργίου Ἀποστολάκη, τοῦ ἀπὸ Δικαστῶν.)
Χαίροις ἄνθος εὔοσμον τοῦ Καζάν, πάσης τε Ῥωσίας, ἀγαλλίαμα καὶ χαρά· ἡμετέρου οἴκου, ἐπίσκεψις καὶ σκέπη, Κυρία Θεοτόκε, σεπτὴ Καζάνσκαγια.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τούς προσπίπτοντας πιστῶς, τῇ σῇ πανυπερτίμῳ Εἰκόνι, τῇ τοῦ Καζάν, τῇ σεπτῇ, ῥύου πάσης θλίψεως καί περιστάσεως· τῶν παθῶν δὲ διάλυσον, τόν σάλον, Παρθένε, ἅπασι παρέχουσα χάριν σωτήριον· σὺ γὰρ τῶν Ὀρθοδόξων ὑπάρχεις, καὶ πιστῶν ἁπάντων προστάτις, οἷα θεία Μήτηρ τοῦ Παντάνακτος.
Ἕτερα, ὅμοια. (Ποιήματα Καθηγητοῦ Ἰωάννου Φουντούλη (+).)
Δεῦτε τὴν εἰκόνα τὴν σεπτὴν, τῆς ἀειπαρθένου Μαρίας, πάντες τιμήσωμεν, ὅτι ὄλβος ἄσυλος ἐκ γῆς ἀνέτειλε, καὶ ὡς κρήνη ἐκβλύζουσα, ὡς ἄνθη εὐώδη, ἰαμάτων χάριτας, πάντων τερπούσας ψυχὰς· ἅπερ, ὡς καρποὺς δρεπομένη, ἀεὶ ἡ Χριστοῦ Ἐκκλησία, Αὐτῆς ἑορτάζει τὴν ἀνάδειξιν.
Ὅτε ὥσπερ ἄστρον φαεινὸν, ἐν τῇ τοῦ Καζὰν κλεινῇ πόλει, ἐκ γῆς ἀνέτειλε, Κόρη παναμώμητε, εἰκὼν ἡ θεία σου, τῶν ἰάσεων χάρισι, φωτίζουσα πάντων, ἀνθρώπων διάνοιαν, τότε συνέῤῥευσαν, πλήθη ἀσθενῶν διαφόρων, πάντων ἐκ Ῥωσίας περάτων, πίστει σου τὴν χάριν ἀπολαύοντα.
Κλέος ἀναφαίρετον, Ἁγνή, τῶν Ἑλλήνων χώρα καὶ ὄλβον, ἄσυλον κέκτηται, ἱλαρῶς κατέχουσα, μορφὴν τὴν θείαν σου, ἐξ ἧς καρποὺς τῶν ἰάσεων, ἀεὶ ἀπολαύει, καὶ χαίρεται ἄγουσα λαμπρὰν πανήγυριν· διὸ ἐπιδρομῆς ἀλλοφύλων, καὶ τῶν ἀοράτων παντοίας, ἐπιβουλῆς ῥῦσαι καὶ κακώσεως.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.