Παρακλητικός Κανών εις την Παναγία του Κούρσκ

Ποίημα Ἀντωνίου Μάρκου

ΠΡΟΛΟΓΟΣ
Ὁ παρών Παρακλητικός Κανών πρός τήν Παναγίαν τοῦ Κούρσκ, ἐποιήθη τῆ παρακλήσει τοῦ Ὁσιολογιωτάτου Μοναχοῦ π. Ἐφραίμ Ἰωάννου, τοῦ Ἱεροῦ Κελλίου Γεννήσεως Θεοτόκου – Παναγοῦδας, τῆς Ἱερᾶς Μονῆς Φιλοθέου Ἁγίου Ὄρους. Εἰς τό κελλίον τοῦτο – εἰς τό ὁποῖον ἐγκαταβιεῖ μετά τοῦ πολυσεβάστου αὐτοῦ Γέροντος, Παν/του Ἱερομονάχου π. Ἰωσήφ – ἐναπόκειται ἀντίγραφον τῆς θαυματουργοῦ καί ἱστορικῆς αὐτῆς Εἰκόνος τῆς Θεοτόκου, τήν Ὁποίαν οἱ Πατέρες Ἰωσήφ καί Ἐφραίμ εὐλαβοῦνται ἰδιαιτέρως.
Ἡ Παναγία τοῦ Κούρσκ ἀνῆκει εἰς τόν εἰκονογραφικόν τύπον τοῦ Σημείου, τοῦ ὁποίου κατά τήν παράδοσιν τό πρωτότυπον εὑρέθη εἰς τήν Ρώμην, εἰς τήν Κατακόμβην τῆς ἁγ. Ἄννης (πρόκειται διά τόν εἰκονογραφικόν τύπον τῆς Βυζαντινῆς Πλατυτέρας). Πέριξ τῶν ἱερῶν προσώπων τοῦ Κυρίου καί τῆς Θεοτόκου, εἰκονίζονται ἑννέα Προφήται καί ἄνωθεν ὁ Παλαιός τῶν Ἡμερῶν.  
Ἡ Εἰκών τοῦ Κούρσκ εἶναι ἀντίγραφον παλαιοτέρας εἰκόνος ἡ ὁποία εὑρέθη εἰς τό Νόβγκοροντ τό 1170, τῆς ἐπονομαζομένης «τῆς ρίζης», ἐπειδή εὑρέθη εἰς τήν ρίζαν ἑνός δένδρου ἀπό ἕναν κυνηγό. Εἰς τό σημεῖον τῆς Εὑρέσεως ἀνηγέρθη ἀμέσως ξύλινος ναός, τόν ὁποῖον ὅμως κατέστρεψαν οἱ Τάταροι τό 1382, ἀφοῦ προηγουμένως ἐτεμάχισαν τήν εἰκόνα εἰς τά δύο καί ἐβασάνισαν φρικτῶς τόν ἐφημέριον. Τό ἔτος 1597 ἱδρύθη εἰς τό σημεῖον τῆς Εὑρέσεως τό περίφημον διά τήν πνευματικότητα τῶν μοναχῶν του Ἐρημητήριον τοῦ Κούρσκ Ρούτ (τό γνωστόν Κορέναγια Πουστίν).
Εἰς τά πρῶτα θαύματα τῆς Παναγίας τοῦ Κούρσκ περιλαμβάνεται ἡ θαυμαστή ἕνωσις τῶν δύο τμημάτων τῆς Εἰκόνος! Μεταξύ τῶν θαυμάτων Της περιλαμβάνεται ἐπίσης καί ἡ διάσωσις τοῦ Νόβγκοροντ ἀπό ἐπίθεσιν τοῦ Πσκώφ (ἦτο ἡ περίοδος τῶν ἐμφυλίων πολέμων μεταξύ τῶν διαφόρων Ρωσικῶν πόλεων – ἡγεμονιῶν). Τότε ἡ Εἰκόνα τοῦ Σημείου, λιτανευομένη ἐπί τῶν τειχῶν τῆς πόλεως, ἐπλήγη ἀπό ἐχθρικόν βέλος καί θαυματουργικῶς ἔρευσεν αἷμα!  
Εἰς τήν ἱστορικήν πορείαν ἡ Εἰκών ἐκαλύφθη ὑπό τῶν πιστῶν μέ πολύτιμον κάλλυμα σμάλτου, γαλάζιου χρώματος, ἀπό τό ὁποῖον ἔλαβε τήν προσωνυμίαν «Ἡ Γαλάζια Παναγία».
Εὑρέως γνωστή εἶναι καί ἡ θεραπεία τοῦ ἁγ. Σεραφείμ τοῦ Σάρωφ (τόν 18ο αἰ.), ὅταν ἀρρώστησε βαριά κατά τήν παιδική του ἡλικία. Μέ τήν Παναγίαν τοῦ Κούρσκ συνδέεται ἐπίσης ἕνα τῶν θαυμάτων τῆς Ὁσίας Ξένης τῆς διά Χριστόν Σαλῆς. Τέλος τό ἔτος 1966, ἐκοιμήθη γονατιστός ἐνώπιόν Της, εἰς τό Σιάτλ τῶν Ἡνωμένων Πολιτειῶν (ὅπου εἶχεν μεταφερθεῖ χάριν εὐλογίας τῶν πιστῶν), ὁ Ἀρχιεπίσκοπος τοῦ Ἁγίου Φραγκίσκου Ἰωάννης Μαξίμοβιτς (τό ἔτος 1993 τό Λείψανον τοῦ ἀρχιεπ. Ἰωάννου ἀνακομίσθηκε ἀδιάφθορον καί τό ἑπόμενον ἔτος 1994 ἡ ὑπό τόν Μητροπολίτην Βιτάλιον Ἱερά Σύνοδος τῆς Ρωσικῆς Ἐκκλησίας τῆς Διασπορᾶς διεκήρυξε τήν ἁγιότητά του).
Ἡ Παναγία τοῦ Κούρσκ ὀνομάζεται καί «Ὁδηγήτρια τῆς Ρωσικῆς Διασπορᾶς». Μετά τήν Ἐπανάστασιν τοῦ 1917 ἠκολούθησε τήν πορείαν τῶν αὐτοεξορίστων Ρώσων προσφύγων, ἀρχικῶς εἰς τό Κάρλοβιτς τῆς Σερβίας, εἰς τήν συνέχειαν εἰς τό Μόναχον (Μονή ἁγ. Ἰώβ τοῦ Ποτσάεφ) καί τελικῶς εἰς τήν Νέαν Ὑόρκην (πρῶτον εἰς τήν Μονήν Νέα Κορέναγια καί ἔπειτα εἰς τόν Συνοδικόν Καθεδρικόν Ναόν, ὅπου καί σήμερον φυλάσσεται).
Τιμᾶται τρεῖς τοῦ ἔτους, τήν 3η Μαρτίου, τήν 8η Σεπτεμβρίου καί τήν 27η Νοεμβρίου.

Ὁ παρών Παρακλητικός Κανών ἔχει ὡς πρότυπον τόν ἡμέτερον Παρακλητικόν Κανόνα εἰς τήν Παναγίαν τοῦ Καζάν.

Ἐπικαλούμενος τάς λιτάς τῆς κατά χάριν Μητρός μας Ὑπεραγίας Θεοτόκου, ὑπέρ φωτισμοῦ καί σωτηρίας τῆς εὐτελείας μου καί τῶν εὐλαβῶν προσκυνητῶν Της, ταπεινῶς κλίνω γόνυ ψυχῆς καί σώματος ἐνώπιον τῆς Εἰκόνος Της τοῦ Κούρσκ, τήν ὁποίαν ἡ χάρις Της οἰκονόμησε νά κατασπάζονται καθημερινῶς εἰς τό Παρεκκλήσιον τοῦ Κελλίου των οἱ φίλοι Πατέρες, δεόμενοι ὑπέρ πάντων τῶν ὀρθοδόξως τιμώντων Αὐτήν καί Ταύτην ἐπικαλουμένων.

Καθηγητής Ἀντώνιος Μάρκου

Δεκαπενταύγουστος 2011
    Τρίκαλα  Κορινθίας

Παρακλητικός Κανών εις την Παναγία του Κούρσκ

Εΰλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ παρόντα Τροπάρια.

Ἦχος δ’. Ὁ ὑψωθείς ἐν τῶ Σταυρῶ.
Τῆ τοῦ Κούρσκ τῆς Θεοτόκου Εἰκόνι, οἱ ἐν κινδύνοις, ἀλγηδόσι καί πόνοις ὑπάρχοντες, προσπίπτωμεν ἐν πίστει πολλῆ, Δέσποινα βοήθησον ἐκβοῶντες ἐν τάχει, τόν ζυγόν τῆς θλίψεως ἀφ’ ἡμῶν ἀραμένη. Σέ γάρ μητέρα ὁμολογοῦμεν, Ἀγαθή, καί τῆ Σῆ σκέπῃ ὡς νήπια σπεύδομεν.

Δόξα… Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τῆ σεπτῆ Σου Εἰκόνι τῆ τοῦ Κούρσκ νῦν προσπίπτωμεν, κλίνοντες τό γόνυ, Παρθένε, τῆς ψυχῆς καί τοῦ σώματος, δεόμενοι ἀντιλήψεως, Ἁγνή, πρεσβείαις πρός Υἱόν Σου καί λιταῖς. Ἵνα τύχωμεν, Παρθένε, τῆς παρ’ Αὐτοῦ πλημελημάτων ἀφέσεως. Δόξα τοῖς μεγαλείοις Σου, Σεμνή, δόξα τοῖς θαυμασίοις Σου, δόξα ὑπερβαλόντως, Κόρη, τῆ δυναστείᾳ Σου.

Καί νῦν… Ἦχος δ’. Ὁ ὑψωθείς ἐν τῶ Σταυρῶ.
Τῆ Θεοτόκῳ ὡς μητρί ἐκβοῶμεν, οἱ τυραννούμενοι ἐχθροῦ δυναστείᾳ, τῆ θεϊκῆ Σου σκέπασον ἀγάπῃ ἡμᾶς. Σπεῦσον, Κόρη, ῥύσασθαι τῶν τοῦ Βελίαρ παγίδων καί τῆς καταθλίψεως καί τῆς δαιμόνων μανίας. Σοῦ γάρ ὑπάρχει Εἰκών ἡ ἐν τῶ Κούρσκ, ἡμῶν προστάτις, σκέπη τε καί ἀντίληψις.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτηρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῆς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῶ κρίνεσθαί Σε. Ἰδοῦ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοῦ γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς μέ ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῶ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῶ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῆ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τῶ θυσιαστήριόν Σου μόσχους.

Εἶτα ψάλλομεν ἐξ ὑπαμοιβῆς, πραείᾳ τῆ φωνῆ καί ἐν εὐλαβείᾳ, τόν παρόντα Κανόνα, οὗ ἡ ἀκροστιχίς
«ΕΙΚΟΝΙ ΤΗ ΤΟΥ ΚΟΥΡΣΚ ΠΡΟΣΠΙΠΤΩ. ΑΝΤΩΝΙΟΣ».

Ὠδή α’. Ἦχος πλ. δ’. Ὁ Εἱρμός. Ὑγράν διοδεύσας.
Εἰκόνι Σου τῆ θείᾳ, τῆ ἐν τῶ Κούρσκ προσπίπτωμεν, Κόρη, Θεοπόθητε Μαριάμ, καί δι’ αὐτῆς Σοί τάς ἱκεσίας, ὡς εἰς μητέρα προσφέρομεν, Δέσποινα.

Ἰδεῖν τοῦ Υἱοῦ Σου τήν φοβεράν ἡμέραν, Παρθένε, καταξίωσον Σαῖς λιταῖς καί Τοῦτον ἐν ὄμματι συμπαθείας, Σαῖς ἱκεσίαις κατάστησον βλέποντα.

Κυρία Παρθένε τό τῆς ἐμῆς ψυχῆς δεινόν ἄλγος καί τόν πόνον καί τήν φθοράν ἀπέλασον καί τήν ἁμαρτίαν, τήν ταῦτα πάντα ἐμοί προκαλέσαντα.

Ὁδόν μετανοίας καί ἐπιστροφῆς βαδίζοντα, Κόρη, εὕροιμι θάνατος Σαῖς λιταῖς, Σοῦ δέομαι καί πρός τόν Υἱόν Σου, Σύ μέ ὁδήγησον ὡς Ὁδηγήτρια.

Ὠδή γ’. Ὁ Εἱρμός. Οὐρανίας ἀψίδος.
Ναῶ, Παρθένε, τεμένει τῶ ἐν Ὑόρκῃ ὑπάρχοντα, ἐν ὅ ἡ Σῆ Εἰκών ἡ ἁγία ἀποθησαύρισται, πλήθη προσφεύγουσιν τῶν Ὀρθοδόξων, κακεῖσε τήν δέησιν προσφέρουσι, Σοί τῆ Μητρί ἡμῶν.

Ἴδε, Κόρη Ἁγία, τούς τῆ Εἰκόνι Σου σπεύδοντας καί δεινοῦ ἄλγους καί λύπης ἡμᾶς ἀπάλλαξον, τούς τῆ Σῆ χάριτι γονυκλινῶς αἰτουμένοις, πρόφθασον, ἀπάλλαξον ἡμᾶς πρεσβείαις Σου.

Τῆς μορφῆς Σου τῆς θείας τῆς ἐν τῶ Κούρσκ τῶ ἐκτυπώματι, σπεύδομεν οἱ ἐν θλίψεσι πάντες καί ἐν βασάνοις ὑπάρχοντες, αὐτῶ γάρ δέδοκας πλουσίαν τήν Σήν χάριν, ἧν ἡμῖν ἐπόμβρισον, Ἁγία Δέσποινα.

Ἡμεῖς πάντες, Παρθένε, τῆ μεσιτείᾳ Σου σπεύδομεν, αἰτούμενοι τυχεῖν βοηθείας καί ἀντιλήψεως. Ἄρον τό βάρος ἡμῶν ἀπό ψυχῆς, Θεοτόκε, ἵνα ἀνυμνοῦμεν Σε, Κυρία Κούρσκαγια.

Διάσωσον, τούς Σύ προσπίπτοντας πόθῳ, Κούρσκαγια Μητροπάρθενε Κόρη, εἰκόνι Σου γάρ τῆ σεπτῆ ἐπισκιάζει ἀφθόνως ἡ Σῆ χάρις.

Ἐπίβλεψον ἐν εὐμενείᾳ, Πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.

Ἀῖτησις καὶ τὸ Κάθισμα. Ἦχος β’. Τά ἄνω ζητῶν.
Τοῦ Κούρσκ τῆ σεπτῆ Εἰκόνι νῦν προσπίπτωμεν, οἱ ἐν πόνοις ψυχῆς καί θλίψεσι ὑπάρχοντες καί δι’ αὐτῆς αἰτούμεθα τῆς Θεοτόκου τό ἄμετρον ἔλεος καί τήν ταχεῖαν Ταύτης συνδρομήν καί τήν βεβαίαν Αὐτῆς ἀντίληψιν.

Ὠδή δ’. Ὁ Εἱρμός. Εἰσακήκοα Κύριε.
Τῆς Ῥωσίας προστάτιδα, Ὀρθοδόξων πάντων τήν ἀντιλήπτορα καί τήν κόσμου χαρᾶς πρόξενον, Παναγία Σέ κηρύττομεν.

Ὅλος ἐν βορβόρῳ νῦν, τόν τῆς ἁμαρτίας, ὡς κύων εὕροιμι καί ἐκεῖσε κυλιώμενος, τοῦ ἐλέους Σου τυγχάνω ἀνεπίδεκτος.

Ὕμνον καί τήν δέησιν τήν πρός Σέ, Παρθένε, μή ὑπερείδης μου, ἀλλά σπεῦσον ὡς φιλόστοργος Ἄνασσα καί ἐλέησον τόν κάμνοντα.

Κούρσκ τό ἐκτυπώματι τῆς Παρθένου, πάντες τά νῦν προσπίπτωμεν οἱ ἐν θλίψεσι, αἰτούμενοι ἄλγους ψυχικοῦ τήν ἀπολύτρωσιν.

Ὠδή ε’. Ὁ Εἱρμός. Φώτισον ἡμᾶς.
Ὄμβρισον ἡμῖν γλυκασμόν ἐλέους Κύριε, ταῖς πρεσβείαις τῆς Ἀχράντου Σου Μητρός, ὅτι Ταύτην Σύ προβάλλομεν μεσήτριαν.

Ὕψωσον, Χριστέ, Ἐκκλησίας τήν παράταξιν, Σῆς Μητρός ἐπικαμπτόμενος θερμαῖς μεσιτείαις καί πρεσβείαις καί δεήσεσι.

Ῥῦσαι πειρασμῶν καί κακώσεων Φιλάνθρωπε, τῆς Μητρός Σου ἐπικαπτόμενος, Σωτήρ, τῆ πρεσβείᾳ, ὅτι Αὐτῆ νῦν καταφεύγωμεν.

Σπεῦσον πρός ἡμᾶς φιλανθρώπως, Ἐλεῆμον Κύριε, μεσιτείᾳ τῆς Πανάγνου καί λιταῖς, τῆ τοῦ Κούρσκ γάρ Αὐτῆς εἰκόνι νῦν προσπίπτωμεν.

Κέρας εὐσεβῶν Ὀρθοδόξων νῦν ἀνύψωσον, τῶν αἱρέσεων συντρίβων τήν ἰσχύν, τῆς Μητρός Σου τῆς Ἀχράντου ταῖς δεήσεσι.

Ὠδή στ’. Ὁ Εἱρμός. Τήν δέησιν.
Παντοίων με πόνων ψυχῆς ἀπάλλαξον καί κακώσεων, τραυμάτων τε, Παρθένε, τῆ τοῦ Κούρσκ γάρ τῆ Εἰκόνι προσπίπτων, τήν παρά Σοῦ αἰτοῦμαι βοήθειαν καί Σέ θαυμάτων τήν πηγήν ὁμολογῶ καί κηρύττω, Πανύμνητε.

Ῥωσίας τε καί Ὀρθοδόξων ἁπάντων, τά Σά θαυμάσια κηρύσσουσι προστάτην καί τριχομένων κακίαις παντοίαις καί ὀχλουμένων Βελίαρ προσκρούσεσι καί πάντων τῶν ἐν συμφοραῖς, μόνη βοήθεια πέλεις, Θεόνυμφε.

Ὅρμησον τήν ψυχήν μου, Παρθένε, εἰς λιμένα ἀσφαλῆ σωτηρίας ταῖς Σαῖς θερμαῖς πρός Θεόν ἱκεσίαις καί τῆ πρεσβείᾳ Σου τήρησον ἄτρωτον καί ἐπί πέτραν ἀσφαλῆ τῆς πρός Υἱόν Σου πίστεως, Ἄχραντε.

Συμπνίγομαι ταῖς τοῦ βίου πάθεσι τοῖς ἀκαθάρτοις, ἅ μολύνουσι, Μήτερ, τήν ἐν ἐμοί τοῦ Κυρίου εἰκόνα, ἀλλά Σύ δέομαι, Κόρη, ἀποκάθαρον, ταῖς δάκρυσι καί στεναγμοῖς, ἅ δώρησαί μοι, Παρθένε, καί σῶσον με.

Διάσωσον, τούς Σύ προσπίπτοντας ἐκ πόθου, Κούρσκαγια Μητροπάρθενε Κόρη, εἰκόνι Σου γάρ τῆ σεπτῆ ἐπισκιάζει ἀφθόνως ἡ Σῆ χάρις.

Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.

Ὁ Ἱερεύς μνημονεύει ὡς δεδήλωται, ἡμῶν ψαλλόντων τό Κύριε ἐλέησον δωδεκάκις καί μετά τήν ἐκφώνησιν:

Κοντάκιον. Ἦχος γ’. Τήν ὡραιότητα.
Παρθένῳ Κούρσκαγιᾳ τά νῦν προσπίπτωμεν, ὠδαῖς, δεήσεσι Αὐτήν καλούμενοι, εἰς τήν βοήθειαν ἡμῶν τῶν θλίψεσι ὀχλουμένων. Σπεῦσον, Μῆτερ, πρόφθασον τήν ὀργήν τοῦ Παντάνακτος, Αὐτῶ γάρ ἁμαρτάνομεν καί δεινῶς παροργίζομεν. Εὐσπλάχνως οὗν ἐπίβλεψον, Ἁγνή, ἐπί λαόν ἀσεβοῦντα καί ἐλέησον.

Καί εὐθύς τό Προκείμενον
Μνησθήσομαι τοῦ ὀνοματός σου ἐν πάσῃ γενεᾶ καί γενεᾶ. (Δίς).
Στίχ. Ἄκουσον, Θύγατερ, καί ἴδε καί κλῖνον τό οὗς Σου καί ἐπιλάθου τοῦ λαοῦ Σου καί τοῦ οἴκου τοῦ πατρός Σου καί ἐπιθυμήσει ὁ Βασιλεύς τοῦ κάλλους Σου.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾶ καί γενεᾶ.

Ὁ Ἱερεύς: Καί ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου, Κύριον τόν Θεόν ἡμῶν ἱκετεύσωμεν.

Ὁ χορός: Κύριε ἐλέησον (γ’).

Ὁ Ἱερεύς: Σοφία. Ὀρθοί ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. Εἰρήνη πᾶσι.

Ὁ χορός: Καί τῶ πνεύματί σου.

Ὁ Ἱερεύς: Ἐκ τοῦ κατά Λουκᾶν ἁγίου Εὐαγγελίου, τό ἀνάγνωσμα. Σοφία, πρόσχωμεν.

Ὁ χορός: Δόξα Σοι, Κύριε, δόξα Σοι.

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τήν Ὀρεινήν μετά σπουδῆς, εἰς πόλιν Ἰοῦδα. Καί εἰσῆλθεν εἰς τόν οἶκον Ζαχαρίου καί ἠσπάσατο τήν Ἐλισάβετ. Καί ἐγένετο, ὡς ἤκουσεν Ἐλισάβετ τόν ἀσπασμόν τῆς Μαρίας, ἐσκίρτησε τό βρέφος ἐν τῆ κοιλίᾳ αὐτῆς. Καί ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καί ἀνεφώνησε φωνῆ μεγάλῃ καί εἶπεν. Εὐλογημένη σύ ἐν γυναιξί καί εὐλογημένος ὁ καρπός τῆς κοιλίας σου. Καί πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδού γάε, ὡς ἐγένετο ἠ φωνή τοῦ ἀσπασμοῦ σου εἰς τά ὦτά μου, ἐσκίρτησε τό βρέφος ἐν ἀγαλλιάσει ἐν τῆ κοιλίᾳ μου. Καί μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῆ παρά Κυρίου. Καί εἶπε Μαριάμ. Μεγαλύνει ἡ ψυχή μου τόν Κύριον καί ἠγαλλίασε τό πνεῦμα μου ἐπί τῶ Θεῶ τῶ σωτῆρί μου. Ὅτι ἐπέβλεψεν ἐπί τήν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδού γάρ ἀπό τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός καί ἅγιον τό ὄνομα Αὐτοῦ. Ἔμεινε δέ Μαριάμ σύν αὐτῆ ὡσεί μῆνας τρεῖς καί ὑπέστρεψεν εἰς τόν οἶκον αὐτῆς.

Ὁ χορός: Δόξα Σοι, Κύριε, δόξα Σοι.

Δόξα. Ἦχος β’.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν.
Κούρσκαγιας πρεσβείαις, λιταῖς τε, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τό ἀνόμημά μου.

Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.
Πᾶσαν τήν ζωήν ἡμῶν ὑπό τήν σκέπην Σου, Μῆτερ, καί τήν Σήν ἀντίληψιν καί τῆ μεσιτείᾳ Σου ἀναθέμεθα. Φιλανθρώπως, Δέσποινα, ἔπαρον τάς χεῖρας τῶ Υἱῶ Σου καί μεσίτευσον, ὑπέρ λαοῦ ἀγνώμονος καί Αὐτόν δεινῶς παροργίζοντος. Κούρσκαγια Κόρη, Εἰκόνι τῆ ἁγίᾳ Σου τά νῦν, σύν Σεραφείμ Σάρωφ πίπτομεν καί Αὐτῆ δεόμεθα.

Εὐθύς ἐκφωνεῖται ὑπό τοῦ Ἱερέως ἡ λιτανευτική ἱκεσία:
Σῶσον ὁ Θεός τόν λαόν Σου…

Ὁ χορός: Κύριε ἐλέησον (12).

Καί ἐπισφραγίζει ὁ Ἱερεύς μετά τῆς δοξολογικῆς ἐκφωνήσεως:

Ἐλέει καί οἰκτιρμοῖς καί φιλανθρωπίᾳ τοῦ Μονογενοῦς Σου Υἱοῦ, μεθ’ Οὗ εὐλογητός εἶ, σύν τῶ Παναγίῳ καί Ἀγαθῶ καί Ζωοποιῶ Σου Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός: Ἀμήν.

Καί ἀποπληροῦμεν τάς λοιπάς ὠδάς τοῦ Κανόνος:

Ὠδή ζ’. Ὁ Εἱρμός. Οἱ ἐκ τῆς Ἰουδαίας.
Πατρίδος Ἑλληνίδος μνήσθητι, Θεοτόκε, ὡς Πόλεως Κωνσταντίνου ποτέ. Ὑπέρμαχον γάρ ταύτης καί στρατηγόν ἐν πίστει Σέ ἐπιγράφεται ψάλουσσα. Ὁ τῶν Πατέρων ἡμῶν Θεός εὐλογητός εἶ.

Ἴασαι τῆς ψυχῆς μου τόν πόνον, Παναγία, ἡ Ὀρθοδόξων προστάτης καί πρόμαχος, Σῆ γάρ προσπίπτω, Κόρη, τῆ Σῆ ἐπιστασίᾳ καί γηθοσύνως κραυγάζω Σοι. Ὁ τῶν Πατέρων ἡμῶν Θεός εὐλογητός εἶ.

Πῦρ τό τῆς ἁμαρτίας, Παρθένε, τόν Σόν δοῦλον καταναλίσκει, πλήν σπεῦσον ῥυσθῆναι με. Κατάσβεσον τήν φλόγαν, εὐχαῖς πρός τόν Υἱόν Σου, ἵνα εὐγνωμόνως κραυζάγω Σοι. Ὁ τῶν Πατέρων ἡμῶν Θεός εὐλογητός εἶ.

Τίμιος ἐναντίον Κυρίου τοῦ Ὁσίου ἀναδέδεικται θάνατος, Δέσποινα, Σεραφείμ τοῦ θείου, αὐτόν γάρ ἡ Εἰκών Σου ἡ τοῦ Κούρσκ ἐθεράπευσε ψάλλοντα. Ὁ τῶν Πατέρων ἡμῶν Θεός εὐλογητός εἶ.

Ὠδή η’. Ὁ Εἱρμός. Τόν Βασιλέα τῶν οὐρανῶν.
Ὠραιοτάτη ἡ μορφή Σῆς Εἰκόνος, τῆς τοῦ Κούρσκ, εὐσυμπάθητε Κόρη, πρός ἧν τό γόνυ ψυχῆς κλίνωμεν πάντες.

Ἄνασσα Κόρη, τῆ τοῦ Κούρσκ Σῆ Εἰκόνι προσπεσόντες οἱ πιστοί ἀναβοῶμεν, σπεῦσον, Παρθένε, καί ἀπάλλαξον ἐν τάχει.

Ναῶ Σου θείῳ τῶ ἐν Ὑόρκῃ, Θεοτόκε, χαίρουσα σπεύδει πληθύς τῶν Ὀρθοδόξων, τυχεῖν συγγνώμης, ἐλέους τε βοηθείας.

Τῆς Βασιλείας, Παρθένε, τοῦ Υἱοῦ Σου τύχοιμεν πάντες Ὀρθόδοξοι ποθοῦμεν, Σῆ μεσιτείᾳ, δεήσι τε βοηθείᾳ.

Ὠδή θ’. Ὁ Εἱρμός. Κυρίως Θεοτόκον.
Ὠραῖος κάλει πάντων ἀνθρώπων πέλει, Μῆτερ, ὁ Σός Υἱός πρός Ὅν τήν δέησιν ἔκχεε, ἵνα ῥυσθῶμεν διά Σοῦ κολάσεως τῆς γεέννης.

Νικῆσαι τοῦ Βελίαρ τάς μηχανάς, Παρθένε, Σῆ βοηθείᾳ ἐλπίζομεν πάντοτε, πρός Σόν Υἱόν ταῖς Σαῖς λιταῖς, δι’ ὧν βεβαίως οἱ πάντες σωζόμεθα.

Ἴασαι τῆς ψυχῆς μου τό ἄλγος, Θεοτόκε, ὅτι συνθλίβει ἐντόνως τόν δοῦλον Σου καί δώρησαί μοι τήν χαράν, ἵνα ὑμνῶ Σε Πανύμνητε Κούρσκαγια.

Ὄμματι εὐσπλαχνίας βλέψον ἡμῖν ἐν τάχει καί βοηθείας χεῖραν τοῖς δούλοις Σου ἔκτεινον, Σέ γάρ μητέρα ἡμῶν θείαν κηρύττομεν.

Σάλον τόν τῆς ψυχῆς μου καί ἄλγος καί ὀδύνην, ταῖς Σαῖς πρεσβείαις κατάστειλον δέομαι, Σῆ γάρ προσφεύγω, Παντάνασσα Κούρσκαγια.

Καί εὐθύς, τοῦ Ἱερέως θυμιῶντος τό Ἱερόν Θυσιαστήριον καί τόν εὐσεβῆ λαόν, ψάλλονται τά παρόντα Μεγαλυνάρια:
Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Εἰκόνι Σου τῆ θείᾳ τῆ ἐν τῶ Κούρσκ προσπίπτωμεν, Κόρη, οἱ ἐν θλίψεσι τῆς ψυχῆς, αἰτούμενοι δι’ αὐτῆς τήν Σήν γενναῖαν καί ἀναγκαῖαν τοῖς πᾶσι ἀντίληψιν.

Ῥωσίας ἁπάσης τήν ὁδηγόν, Γένους Ὀρθοδόξων τήν Ὑπέρμαχον Στρατηγόν, τοῦ Κούρσκ τήν Εἰκόνα νῦν τιμῶμεν, ὡς τῆς Παρθένου λαμπρόν ἀποτύπωμα.

Κατάπαυσον τόν τάραχον τῆς ψυχῆς τῶν δούλων Σου, Κόρη, Θεοπόθητε Μαριάμ, καί δώρησαι εἰρήνην Σοῖς ἱκέταις, ὅπως μή παύουν τοῦ μεγαλύνειν Σε.

Βάρος, Παρθένε, ἐν τῆ ψυχῆ καί ἄλγος καί πόνος ἐπιπολάζει νῦν ἐπ’ ἐμέ, Σύ ἄρον τόν ζυγόν τῆς ἁμαρτίας, ἧ ὡς μεσότοιχον τοῦ Υἱοῦ Σου χωρίζει με.

Τό Μεγαλυνάριον τοῦ Ἁγίου τοῦ Ναοῦ ἤ τοῦ Ἁγίου τῆς ἡμέρας. Καί κλείομεν μετά τοῦ
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καί τά Τροπάρια ταῦτα.
Ἦχος πλ. β΄.

Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν…
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενής δέησις καί Ἀπόλυσις, μεθ’  ἤν ψάλλομεν τό ἐξῇς

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τούς προσπίπτοντας πιστῶς, τῆ Σῆ πανυπερτίμῳ Εἰκόνα, τῆ ἐν τῶ Κούρσκ, τῆ σεπτῆ, ῥύου πάσης θλίψεως καί περιστάσεως, τῶν παθῶν δέ διάλυσον τόν σάλον, Παρθένε, ἅπασι παρέχουσα χάριν σωτήριον. Σύ γάρ Ὀρθοδόξων προστάτης καί πιστῶν ἁπάντων ἀμύντωρ πέλεις, οἷα Μήτηρ τοῦ Παντάνακτος.

Ἦχος πλ. δ’.
Δέσποινα πρόσδεξαι τάς δεήσεις τῶν δούλων Σου καί λύτρωσαι ἡμᾶς ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Ἦχος β’.
Τήν πᾶσαν ἐλπίδα μου εἰς Σέ ἀνατίθημι, Μήτερ τοῦ θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην Σου.

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς, Ἀμήν.

 

Πηγή