Παρακλητικός Κανών εις την Υπεραγία Θεοτόκο την Επικαλούμενη Χιλιαδού

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

Ἧς τὸ ἱερὸν ἔκτυπον θησαυρίζεται ἐν τῷ παλαιφάτῳ ναῷ τῆς Ἱερᾶς Μονῆς τῶν Χαράδρων, (νῦν Μετοχίῳ τῆς Ἱερᾶς Μονῆς Μακρυμάλλης), τῶν Διρφύων Εὐβοίας.

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὸ ἑξῆς·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Χιλιαδοῦ περικλεές, Θεοτόκε, τὴν χαριτόβρυτον, σεπτήν σου εἰκόνα, ἐν τῶν Διρφύων ἄλσεσι τὴν θρόνον λαμπρὸν ἔχουσαν, ἀείποτε οἱ πιστοὶ προσκυνοῦντες κράζομεν· ὁδήγησον πρὸς λειμῶνας παντέρπνους καὶ δασυσκίους, Δέσποινα, δρυμοὺς χαρᾶς ἀφθίτου τοὺς σὲ μακαρίζοντας.

Δόξα. Καὶ νῦν.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Χιλιαδοῦ Θεοτόκε, εὐλόγει Χαραλάμπη Μ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Χριστοῦ θρόνε ἔμψυχε, Μαριάμ, κεχαριτωμένη Θεοτόκε, Χιλιαδοῦ, εἰκόνα τῆν θείαν σου τοὺς πόθῳ ἀσπαζομένους δεινῶν ἀπολύτρωσαι.

Ἰλύι παθῶν μου, Χιλιαδοῦ, συγκεκαλυμμένον καὶ βορβόρῳ τῶν ἠδονῶν σπιλούμενον κάθαρόν με, κράζω, ὡς ἀγαθή μου προστάτις, Μητρόθεε.

Λαμψάτω νῦν, Μῆτερ Χιλιαδοῦ, ἡ σὴ εὐσπλαγχνία ἡ ἀμέτρητος ἐφ’ ἡμᾶς τοὺς πίστει ναῷ σου προσιόντας ἐν τοῖς δρυμοῖς τῶν Διρφύων καὶ ἄλσεσιν.

Ἱκάνωσον πάντας, Χιλιαδοῦ, τοὺς ἀσπαζομένους τὴν εἰκόνα σου τὴν σεπτὴν πατῆσαι ἐχθροῦ τὴν δυναστείαν τοῦ μιαροῦ και δεινοῦ πολεμήτορος.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἁμαρτίαις ἀτόποις, Χιλιαδοῦ Δέσποινα, τὴν κυριευθεῖσαν καρδίαν σῶσον τοῦ δούλου σου, ἡ σαρκωθέντα ἡμῖν Θεὸν κυήσασα ξένως, ἵνα μακαρίζω σε, Θεογεννήτρια.

Δεῦτε, πάντες συμφώνως οἱ εὐσεβεῖς σπεύσωμεν τῆς Χιλιαδοῦς ἀνυμνῆσαι ἄκραν συμπάθειαν καὶ ἀρωγὴν πρὸς ἡμᾶς τοὺς προσκυνοῦντας ἐκ πόθου τὸ αὐτῆς ἐκτύπωμα τὸ θαυματόβρυτον.

Οὐρανῶν ὑπερτέρα, ὁ τοῦ Θεοῦ πάγχρυσος θρόνος καὶ φωτὸς ἡ νεφέλη, φώτισον ὄμματα ψυχῆς μου, Χιλιαδοῦ, καὶ τῆς ἀχλύος παθῶν μου τὴν καρδίαν κάθαρον δούλου ἀχρείου σου.

Ὑπερύμνητε Μῆτερ, Χιλιαδοῦ, πρόσδεξαι τὰς δεήσεις τῶν οἰκετῶν σου καὶ ὡς θυμίαμα αὐτὰς εὐῶδες ταχὺ τῷ σῷ Υἱῷ καὶ Δεσπότῃ καὶ Θεῷ προσάγαγε, ἵνα ὑμνῶμέν σε.

Διάσωσον, Χιλιαδοῦ Θεοτόκε, τοὺς σοὺς οἰκέτας ἐξ ἀνάγκης καὶ πειρασμῶν καὶ βλάβης καὶ θλίψεων, Διρφύων προστάτις καὶ ἀντιλῆπτορ.

Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Πηγὴ ἀγαθῶν, Χιλιαδοῦ, ἀκένωτος ἐδόθη ἡμῖν εἰκών σου ἡ πανσέβαστος, ἥν πιστῶς ἀσπαζόμενοι ἐν ναῷ παλαιφάτου σεμνείου σου ἐν τῷ Διρφύων δήμῳ χαρμονῆς ἀφάτου , Παρθένε, ἐμπιπλάμεθα.

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Θεοτόκε Παντάνασσα, τὸν Παμβασιλέα χερσίν ἁγίαις σου ἡ βαστάσασα, εἰς βόθυνον μὴ ἁμαρτιῶν πεσεῖν ἐάσῃς με.

Εὐσυμπάθητε Δέσποινα, τῶν Διρφύων κλέος, χαρὰ καὶ στήριγμα, νῦν, Χιλιαδοῦ, τοὺς σπεύδοντας σοῦ τῇ ἀντιλήψει ῥῦσαι θλίψεων.

Ὄρος Δίρφυος γάννυται, Στρόπωνες, Μετόχιον, ἅμα Λάμαρη καὶ ὁ Κούτουρλας ἀγάλλεται σῷ, Χιλιαδοῦ, εὐσπλάγχνῳ ὄμματι.

Τὴν ἁγίαν εἰκόνα σου ἐν ναῷ πανσέπτῳ σου ἀσπαζόμενοι, Θεοδώρα ὅν ἡ ἄνασσα ἔκτισε ποτέ, λαμπρῶς ὑμνοῦμέν σε.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Οἱ ἐν συμφοραῖς καὶ ἀνάγκαις καταφεύγομεν ἀρωγῇ σου ταχινῇ, Χιλιαδοῦ θαυμαστή, καὶ ἀληθῶς οὐκ αἰσχυνόμεθα.

Κλῖμαξ νοητὴ πρὸς Παράδεισον ἀπάγουσα, σωτηρίας μοι ὁδόν, Χιλιαδοῦ, δεῖξον δούλῳ σου τῷ σπεύδοντι σῇ χάριτι.

Ἐν τῇ φοβερᾷ σοῦ οἰκέτου ὥρᾳ φάνηθι τοῦ θανάτου, ἀγλαὴ Χιλιαδοῦ, καὶ δαιμόνων με χειρῶν ταχὺ ἐξάρπασον.

Ἔχομεν ἀεὶ τὸν ναόν σου καταφύγιον οἱ σκηνοῦντες ἐν Διρφύων τοῖς δρυμοῖς, ἀγαθὴ Χιλιαδοῦ, Θεογεννήτρια.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ὑμνοῦντές σε ὡς χαρίτων τέμενος καὶ θαυμάτων ἀκεσώδυνον κρήνην τῇ χάριτί σου προσφεύγομεν πάντες, Χιλιαδοῦ Θεοτόκε, οἱ στένοντες καὶ οὐρανίου χαρμονῆς, Παναγία Παρθένε, πληρούμεθα.

Λυτρώσεως τῶν μερόπων πρόξενε ἐν θανάτου αἰωνίου, Παρθένε, Χιλιαδοῦ, εὐλαβῶς προσκυνοῦντες τὴν σὴν ἁγίαν εἰκόνα κραυγάζομεν· ἐκ τῆς μανίας τοῦ ἐχθροῦ ἀπολύτρωσαι τοὺς ἀνυμνοῦντάς σε.

Ὁλόφωτον τῶν Διρφύων πύρσευμα καὶ Εὐβοίας χρυσοπόρφυρον στέμμα, Χιλιαδοῦ Θεοτόκε, σκοτείαν παραπτωμάτων σῶν δούλων ἀπέλασον καὶ πρὸς τὸ ἄδυτον τὸ Φῶς φωτειναῖς σου λιταῖς τούτους ἴθυνον.

Γηθόμενοι τῶν πιστῶν οἱ σύλλογοι προσερχόμεθα τῷ θείῳ ναῷ σου, Χιλιαδοῦ, καὶ σὴν θείαν εἰκόνα περιχαρῶς ἀσπαζόμενοι κράζομεν·μὴ παύσῃ ἄνωθεν ἡμᾶς ἐποπτεύουσα τοὺς σοὶ προσφεύγοντας.

Διάσωσον, Χιλιαδοῦ Θεοτόκε, τοὺς σοὺς οἰκέτας ἐξ ἀνάγκης καὶ πειρασμῶν καὶ βλάβης καὶ θλίψεων, Διρφύων προστάτις καὶ ἀντιλῆπτορ.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Τῆς προστασίας σου θείοις πυρσεύμασι, Χιλιαδοῦ Θεοτόκε, ἀείποτε λαμπρύνεις πιστῶν τὰ συστήματα καὶ διαλύεις τὸν ζόφον τῶν θλίψεων τῶν ὁμολογούντων τὴν χάριν σου.

Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνοματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος.
Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. α΄ 39 – 49, 56).

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς τὴν Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατὸς καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Ταῖς τῆς Παντανάσσης πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Χάριν ἀρυόμεθα ὡς ἐκ πηγῆς ἀκενώτου, ἐκ τοῦ ἐκτυπώματος τοῦ σεπτοῦ σου, Δέσποινα, καὶ κραυγάζομεν· ὄλβε πολύτιμε δήμου τῶν Διρφύων, θαυματόβρυτε Παντάνασσα, καὶ μάνδρας σέμνωμα τῶν Χαράδρων, πλῆσον καρδίαν μου χαρᾶς δεινὴν σκοτόμαιναν θλίψεων ταχὺ ἀπελαύνουσα ἐκ τοῦ σοῦ οἰκέτου, πιστῶν καταφυγή, Χιλιαδοῦ, παραμυθία, ἀντίληψις, σκέπη καὶ κραταίωμα.

Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐκ χειμῶνος τὸ ἔαρ ὡς προέρχεται, Μῆτερ Θεογεννήτρια, καὶ ἐκ τῆς τρικυμίας ἡ ποθεινὴ γαλήνη, οὕτω ἔαρ ἀνάτειλον τῷ ἐν χειμῶνι παθῶν σῷ δούλῳ μετανοίας.

Ἱλαστήριον κόσμου, Χιλιαδοῦ πάνσεμνε, ἵλεων ἡμῖν τὸν Υἱόν σου πᾶσιν ἀπέργασαι τοῖς προσκυνοῦσι πιστῶς τὴν ἱεράν σου εἰκόνα καὶ ζητοῦσι χάριν σου τὴν ὑπὲρ ἔννοιαν.

Χαῖρε, ῥῦστις Διρφύων ἐκ συμφορῶν, Δέσποινα, καὶ ἀκέστορ πάσης Εὐβοίας, Θεογεννήτρια, Χιλιαδοῦ θαυμαστή, πανευλαβῶς ἐκβοῶμεν καὶ τὴν σὴν ἀντίληψιν ἀπεκδεχόμεθα.

Ἀειπάρθενε Μῆτερ, Θεοῦ λαμπρὸν σκήνωμα, χρόνῳ πανδαμάτορι θεῖον τὸν ἀνθιστάμενον περικαλλῆ σου ναὸν, Χιλιαδοῦ, οἱ σοὶ δοῦλοι χάριν σου λαμβάνομεν ἐπισκεπτόμενοι.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ῥανίδα στάξον τῷ σῷ οἰκέτῃ ἐλέους καὶ παθῶν μου ἀπέλασον ζόφον, ἡ ἐλέους κρήνην, Χιλιαδοῦ, τεκοῦσα.

Αἰχμαλωσίας, Χιλιαδοῦ, καὶ πολέμου ἐμφυλίου ἐκλύτρωσαι πάντας σὲ ὑμνολογοῦντας ὡς θέμεθλον εἰρήνης.

Λαὲ Κυρίου, Χιλιαδοῦς τὴν εἰκόνα τὴν σεπτὴν προσκυνήσωμεν πόθῳ τὴν ἐνθρονισμένην ἐν τοῖς δρυμοῖς Διρφύων.

Ἀποπλυνόν μου παραπτωμάτων τὸν ῥύπον τῷ ὑσσώπῳ θερμῶν πρεσβειῶν σου πρὸς Χριστόν, τὸν θεῖον, Χιλιαδοῦ, Υἱόν σου.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μετὰ Σικελιώτου, θείου Νικολάου, ἐν τῇ μονῇ σου ὁσίως ἀσκήσαντος, Χιλιαδοῦ, ὑπὲρ πάντων Χριστὸν ἱκέτευε.

Περιωδύνους, Μῆτερ, δούλων σου καρδίας, Χιλιαδοῦ, σαῖς πρεσβείαις θεράπευσον καὶ πειρασμῶν τὴν ὁμίχλην ἡμῶν ἀπέλασον.

Ἡ τῆς μονῆς Χαράδρων ἔφορος καὶ πάντων ἐρημιτῶν τῆς Εὐβοίας ἀντίληψις, Χιλιαδοῦ, κλονουμένους σοὺς δούλους στήριξον.

Μὴ παύσῃ οὐρανόθεν σὺν ὁσίων δήμοις, Χιλιαδοῦ, ἐν Εὐβοίας τοῖς ἄλσεσι τῶν ἀσκησάντων σοὺς δούλους κατεποπτεύουσα.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια.
Χαίροις, Θεοτόκε Χιλιαδοῦ, τῆς μονῆς Χαράδρων ἐγκαλλώπισμα ἱερόν, χαίροις, τῶν Διρφύων ἀκέστορ καὶ προστάτις καὶ πάσης τῆς Εὐβοίας ὄλβε ἀτίμητε.

Δεῦτε, προσκυνήσωμεν εὐλαβῶς τὴν σεπτὴν εἰκόνα Θεοτόκου Χιλιαδοῦς τεθησαυρισμένην ἐν τῷ αὐτῆς τεμένει ἐν τοῖς δρυμοῖς Διρφύων, τὴν θαυματόβρυτον.

Χαίροις, ἡ Παντάνακτα Ἰησοῦν φέρουσα ὡς βρέφος ἐν ἀγκάλαις σου μητρικαῖς, Ἄνασσα τῶν πάντων, Χιλιαδοῦ Παρθένε, ἡ ἔνθρονος Κυρία τοῦ Παντοκράτορος.

Πλήρου τὰ αἰτήματα συμπαθῶς τῶν προσερχομένων ἐν ναῷ σου περικαλλεῖ καὶ σὴν εκζητούντων,Χιλιαδοῦ Παρθένε, πρὸς Κτίστην μεσιτείαν τὸν πανευΐλατον.

Ἣν ἡ Θεοδώρα ἡ Βασιλὶς ἤγειρε μονήν σου ἐν Διρφύοις, Χιλιαδοῦ, καὶ ὁ πανδαμάτωρ ἥν χρόνος ἐδαφίσαι, Παρθένε,ἐπιμένει στήριζε ἄτρωτον.

Σκέπε τοὺς τιμῶντας πανευλαβῶς σέ, Θεοκυῆτορ, καὶ εἰκόνα σου τὴν σεπτὴν κατασπαζομένους, Χιλιαδοῦ, ἐν πίστει, τὴν θρόνον ἐν Εὐβοίας φάραγξιν ἔχουσαν

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τὴν λαμπρῶς ὑμνουμένην ὑπὸ τῶν ἄλσεων καὶ τῶν δρυμῶν τῶν Διρφύων, Κυρίαν Χιλιαδοῦ, ἐμπνοαῖς ἐν ἀρωμάτων μεγαλύνωμεν καὶ προσκυνήσωμεν πιστῶς τὴν αὐτῆς θαυματουργὸν εἰκόνα τρανῶς βοῶντες· ἐν ἠρεμίᾳ τὸν βίον ἡμᾶς ἀνύειν καταξίωσον.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἥν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Πάντας, ἀγαθὴ Χιλιαδοῦ, κατασπαζομένους ἐκθύμως τὴν σὴν ἁγίαν μορφὴν ῥῦσαι βλάβης, θλίψεων,  δεινῆς στενώσεως, ἐπηρείας τοῦ δαίμονος, κακίας καὶ πλάνης, ἵνα σε δοξάζωμεν, Κυρία Δέσποινα, τὴν ὑπὸ πτηνῶν ὑμνουμένην ἐν δρυμοῖς Διρφύων παντέρπνοις, ἔνθα θρόνον ἔχεις εὐσκιόφυλλον.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Χιλιαδοῦ Μῆτερ, Χαραλάμπη πλῆσον
σὲ ὑμνολογοῦντα χαρᾶς τῆς ἀλήκτου.

ΤΡΟΠΑΡΙΑ ΠΑΝΑΓΙΑΣ ΧΙΛΙΑΔΟΥΣ

Ψαλλόμενα ἐν πάσῃ περιστάσσει.

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια

Στιχηρὰ Προσόμοια.
Ἦχος δ΄. Ὡς γενναῖον ἐν μάρτυσι.

Δεῦτε, πάντες φιλέορτοι, εὐλαβῶς ἀσπασώμεθατὴν σεπτὴν εἰκόνα τῆς Θεομήτορος, τῆς ἀκοιμήτου προστάτιδος Διρφύων κραυγάζοντες· ἀγαλὴ Χιλιαδοῦ, μὴ ἐλλίπῃς ἑκάστοτε ἐποπτεύουσα οὐρανόθεν προσφύγων σου χορείαν κοπιάζουσαν εἰς μάνδραν φθάσαι τὴν σὴν θεοφρούρητον.

Θεοτόκε Παντάνασσα, ἡ τὸν Κύριον φέρουσα καὶ Παμβασιλέα χερσὶν ἁγίαις σου, τοὺς προσκυνοῦντας εἰκόνα σου βλυστάνουσαν νάματα ἰαμάτων δαψιλῶς τῆς μανίας ἀπάλλαξον τοῦ ἀλάστορος καὶ εἰρήνης αὐτῶν καρδίας πλῆσον, ἥν ὁ Τόκος σου βραβεύει ἀεὶ τοῖς σὲ μακαρίζουσι.

Τῷ ναῷ τῷ πανσέπτῳ σου, Θεοδώρα ἡ ἄνασσα ὃν ἐν τοῖς Διρφύων δρυμοῖς ἐδόμησε, πανευλαβῶς προσπελάζοντες βοῶμεν· πανύμνητε καὶ σεμνὴ Χιλιαδοῦ, ἡ προκρίνασα θρόνον σου ἔχειν πάγκαλον ἐν ταῖς φάραγξι τοῖς δυσπροσπελάστοις καὶ δρυμοῖς τοῖς δασυσκίοις, σκέπε πιστοὺς ἀνυμνοῦντάς σε.

Ἕτερα. Ἦχος α΄. Ὦ, τοῦ παραδόξου θαύματος!
Σήμερον, πιστοί, συνδράμωμεν Χιλιαδοῦς τῆς σεμνῆς τῷ ναῷ γηθόμενοι καὶ ᾄσμασι μελιχροῖς εὐχαριστήσωμεν Παντάνασσαν τὴν λαμπράν, οἱ ἐν Διρφύοις, ἡμῶν τὴν ἀκοίμητονπροστάτιν καὶ βοηθὸν τὴν περισκέπουσαν πάντας ἑκάστοτε, Κεχαριτωμένη, χαῖρε, ἐκβοῶντες, Δέσποινα, ἡ πληροῦσα ταχέως τῶν σῶν δούλων τὰ αἰτήματα.

Ἡ τοῦ Βυζαντίου Ἄνασσα πρὸ αἰώνων πολλῶν, Θεοδώρα, ἔκτισε ναόν σου τὸν ἱερὸν καὶ θεοφρούρητον, Παρθένε Χιλιαδοῦ, ἐν ᾧ ἐκτύπωμα σὸν θησαυρίζεται, βλυστάνον ἀεὶ πιστοῖς, ὥσπερ πηγὴ θαυμασίων ἰάματα, τοῖς ἀσπαζομένοις πόθῳ τούτῳ καὶ κραυγάζουσιν· ἴσθι πάντων σῶν δούλων βοηθὸς θερμὴ καὶ στήριγμα.

Δέχου εὐμενῶς τὴν δέησιν τῶν προσφύγων τῶν σῶν, Παναγία Δέσποινα, Κυρία Χιλιαδοῦ, Διρφύων κόσμημα τῶν πίστει σῇ ἀρωγῇ καὶ ἀντιλήψει σπευδόντων ἑκάστοτε καὶ ταύτην τῷ σῷ Υἱῷ καὶ Λυτρωτῇ ὁλοθύμως προσάγαγε ἡμῶν, ἵνα τοῦ παρόντος βίου πάντες στάδιον εὐσεβῶς καὶ δικαίως καὶ σωφρόνως διανύσωμεν.

Δόξα. Ἦχος πλ. β΄.
Τὴν Παντάνασσαν τῶν Διρφύων καὶ μονῆς Χαράδρων τὸ καύχημα πανευλαβῶς συνελθόντες, Χιλιαδοῦ, νῦν εὐφημήσωμεν· εἰκὼν γὰρ αὐτῆς ἡ καλλίμορφος καταγλαΐζει ἐπιστασίας ἀκτῖσι τὴν Εὔβοιαν, ἐν κόλποις αὐτὴν θησαυρίζουσα· ἀρχαγγελικὸν οὖν ὕμνον αὐτῇ ἀναμέλψωμεν τῇ παρεχούσῃ ἀφθόνως ἡμῖν τὸ πλούσιον τοῦ Υἱοῦ αὐτῆς ἔλεος.

Εἰς τὴν Λιτήν. Ἰδιόμελον. Ἦχος α΄.
Σκίρτα ὄρος τῆς Δίρφυος καὶ χόρευε καὶ σταλάξατε βουνοὶ τῆς Εὐβοίας γλυκασμὸν τῆς ἁγνῆς Χιλιαδοῦς Παρθένου σήμερον τελοῦντες θαυμασίων τὴν σύναξιν· αὕτη γὰρ ἔφορος πέλει ἀνύστακτος καὶ φρουρὸς καὶ ἀντίληψις τῶν αὐτῆς ἀσπαζομένων τὸ ἔκτυπον καὶ ἰάτειρα τῶν ἐν κλίναις ἀσθενείας κατακειμένων· αὐτῆς οὖν ψαλμοῖς καὶ ὕμνοις αἰνοῦντες τῆν ταχινὴν βοήθειαν καὶ γλυκεῖαν παραμυθίαν τὰς πρὸς Κύριον, τὸν μονογενῆ αὐτῆς Υἱὸν πρεσβείας ἐκζητήσωμεν.

Ἀπόστιχα. Ἦχος πλ. α΄. Χαίροις, ἀσκητικῶν.
Χαίροις, ἡ ἐκ φορτίου ἡμᾶς, Χιλιαδοῦ, ψυχοβλαβοῦς ἀπογνώσεως καθέλκουσα, Θεοτόκε, πρὸς βάραθρον ἀχανὲς ῥίπτουσα σοὺς δούλους καταφεύγοντας τῇ σῇ θείᾳ χάριτι καὶ πιστῶς τὴν εἰκόνα σου ἀσπαζομένους ἐν ναῷ τῷ πανσέπτῳ σου, ὅν ἐδόμησε Θεοδώρα ἡ ἄνασσα ἐν τοῖς Διρφύων ἄλσεσι, πανύμνητε Δέσποινα, ἵνα ὑμνῆται ἡ δόξα εἰς τὸν αἰῶνα τὸν ἅπαντα ἡ σὴ ὑπ’ ἀνθρώπων, λαλιῶν πτηνῶν καὶ αὔρας τοῦ δάσους, πάνσεμνε.

Στίχος. Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

Χαίροις, Χιλιαδοῦ θαυμαστή, ἡ ἐπηρείας τοῦ ἐχθροῦ ἀπαλλάττουσα τοὺς πίστει ἀσπαζομένους τὴν ἱλαράν σου μορφήν, Μῆτερ τοῦ Ὑψίστου, ἀπειρόγαμε· βεβαία ἀντίληψις καὶ ἐλπὶς ἀκαταίσχυντος πέλεις τῶν δήμων χριστωνύμων τῆς Δίρφυος ἐκζητούντων σου τὴν ἐξ ὕψους βοήθειαν καὶ πόθῳ ἀνυμνούντων σου θαυμάτων τὴν πλήμμυραν καὶ σῆς ἀφάτου προνοίας τὸ ἀχανέστατον πέλαγος· διὸ εἰς αἰῶνας ὕμνοις μεγαλύνομέν σε, Θεογεννήτρια.

Στίχος. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Παῦσον τὴν καθ’ ἡμῶν τῶν παθῶν κυμαινομένην, Μητροπάρθενε, θάλασσαν, ἰθύντειρα τῶν σῶν δούλων ἀπλανεστάτη, ἁγνή, καὶ πρὸς ὅρμον θεῖον καθοδήγησον τοὺς σοὶ καταφεύγοντας καὶ μορφὴν τὴν ἁγίαν σου ἀσπαζομένους ἐν ναῷ τῷ ἁγίῳ σου τῷ ἐν φάραγξι τῆς Εὐβοίας ὑπάρχοντι, Χιλιαδοῦ πανύμνητε, Παντάνασσα Δέσποινα, ἵνα τὴν σὴν ἀνυμνῶμεν ποδηγεσίαν, θεόνυμφε, καὶ σὴν προστασίαν, ἥν δεικνύεις καθ’ ἑκάστην βροτῶν τοῖς τάγμασι.

Αἶνοι. Ἦχος α΄. Ὤ, τοῦ παραδόξου θαύματος.
Ὄμμα τῆς ψυχῆς μου, Ἄνασσα Χιλιαδοῦ, νῦν πρός σὲ ἀνατείνων ὁ δείλαιος τῷ Υἱῷ τῷ θείῳ σου καὶ Σωτῆρί μου, πάνσεμνε, ἐν κατανύξει κραυγάζω· Κύριε, σεπταῖς μητρός σου πρεσβείαις οἴκτειρον, μόνε Φιλάνθρωπε, τὸν ἀχρεῖον δοῦλόν σου καὶ τὰς πολλὰς ἁμαρτίας ἄφες μοι, Χριστέ, Θεάνθρωπε.

Πάντων τῷ ναῷ τῷ θείῳ σου χρεωστικῶς, ἀγαθή, προστρεχόντων ἑκάστοτε πλήρου τὰ αἰτήματα καὶ τὰ δάκρυα πρόσδεξαι ὡς ὁ Υἱός σου Χριστὸς ὁ Κύριος λεπτὰ τῆς χήρας, Θεογεννήτρια, ἵνα δοξάζωμεν τὴν πολλήν σου εὔνοιαν, Χιλιαδοῦ, πρὸς οἰκτροὺς οἰκέτας σου, θεομακάριστε.

Πλῆσον, Μῆτερ, κατανύξεως, Χιλιαδοῦ, τὴν ψυχὴν τοῦ ἀνάγνου οἰκέτου σου, ὅπως βρέχω πάντοτεταῖς ῥοαῖς τῶν δακρύων μου τὸν ἐν Διρφύοις ναόν σου, πάνσεμνε, αἰῶνας ἤδη τὸν ἀνθιστάμενον τῷ πανδαμάτορι χρόνῳ, Μητροπάρθενε, καὶ τῶν παθῶν ὅπως πλύνω βόρβορον τὸν δυσωδέστατον.

Χαῖρε, Θεοτόκε, Δέσποινα, Χιλιαδοῦ ἀγαθή, τὸν Παντάνακτα Κύριον ἐν χερσὶ βαστάζουσα, ᾯ πρεσβεύεις ἀείποτε ἡμῖν διδόναι τοῖς προσκυνοῦσί σε ψυχῆς εἰρήνην, ἄμφω ὑγίειαν, σθένος καὶ δύναμιν ἐδαφίσαι φρύαγμα τοῦ πονηροῦ καὶ δεινοῦ ἀλάστορος τοῦ πολεμοῦντός με.

Δόξα. Ἦχος πλ. α΄.
Ῥεῖθρα ἰάσεων ἡμῖν ἀναπηγάζεις ὡς ἀστείρευτος χειμάῤῥους, Χιλιαδοῦ Παρθένε· τῇ γὰρ σῇ ἄκρ·α εὐσπλαγχνίᾳ ἐλεεῖς ἀπαύστως τοὺς ἀσπαζομἐνους μορφὴν τὴν ἁγίαν σου· διὸ καὶ πιστῶν τῶν σὲ μεγαλυνόντων λῦσον λυπηρῶν παρενοχλούντων ἀχλὺν πρεσβείαις σου.

Δίστιχον
Χαῖρε, Χιλιαδοῦ, Παντάνασσα γλυκεῖα,
Διρφύων προστάτις, Χαραλάμπης κράζει.

ΤΕΛΟΣ ΚΑΙ ΔΟΞΑ Τῼ ΜΟΝῼ ΑΛΗΘΙΝῼ ΘΕῼ ΗΜΩΝ

Πηγή