Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον Χρυσολεόντισσα Αίγινας

Ποίημα Γερασίμου μοναχού Μικραγιαννανίτου

Εΰλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

εἶτα τά Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ.
Χρυσολεόντισσα Ἁγνὴ Θεοτόκε, τοὺς προσιόντας τῇ θερμῇ Σου πρεσβείᾳ, πάσης ἀνάγκης λύτρωσαι καὶ θλίψεως· τῶν καταφευγόντων δέ, τῇ σεπτῇ Σου Εἰκόνι, πλήρου τὰ αἰτήματα, ὡς πηγὴ συμπαθείας· σὺ γὰρ παρέχεις πάντοτε ἡμῖν, τῶν οἰκτιρμῶν Σου, τὰ θεῖα δωρήματα.

Δόξα. Καὶ νῦν. Ὅμοιον.
Ὡς θησαυρὸν τὴν Σὴν ἁγίαν Εἰκόνα, Χρυσολεόντισσα Ἁγνὴ Θεοτόκε, τῆς πρὸς ἡμᾶς πλουσίας προμηθείας Σου, ἡ Μονή Σου ἔχουσα, ἐπαγάλλεται Κόρη, καὶ πιστῶς κραυγάζει Σοι, ἀπὸ βάθους καρδίας· δίδου ἡμῖν Παρθένε ἐσαεί, τῆς πρὸς ἡμᾶς Σου, προνοίας τὰς χάριτας.

Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Ὁ Κανὼν, οὗ ἡ ἀκροστιχίς:
Χρυσολεόντισσα σὺ σκέπε. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Χριστὸν τὸν Σωτῆρα καὶ Ποιητήν, ἀφράστως τεκοῦσα, πάσης χάριτος θησαυρός, ἐδείχθης Παρθένε Θεοτόκε, Χρυσολεόντισσα Κόρη Πανύμνητε.

Ῥημάτων δεήσεως τῆς ἐμῆς, καρδίας Παρθένε, ὡς οἰκτίρμων καὶ συμπαθής, ἐπάκουσον Κόρη καὶ παράσχου, τῶν αἰτημάτων ἁπάντων τὴν πλήρωσιν.

Ὑψόθεν ἐπίβλεψον συμπαθῶς, ἐπὶ τὴν Μονήν Σου, τὴν παροῦσαν Μῆτερ Θεοῦ, καὶ δίδου αὐτῇ ἀγαθοδότως, Χρυσολεόντισσα Κόρη τὴν χάριν Σου.

Σὲ θείαν προστάτιν καὶ ἁρωγόν, πλουτοῦντες Παρθένε, τῇ Εἰκόνι Σου τῇ σεπτῇ, προσπίπτοντες πίστει ἐξαιτοῦμεν, Χρυσολεόντισσα Κόρη τὴν χάριν Σου.

ᾨδὴ γ΄. Οὐρανίας ἁψίδος.
Οὐρανόθεν Παρθένε, τεῖνον ἡμῖν πάντοτε, ἐπὶ τὴν ἁγίαν Μονήν Σου, τὸ οὗς εὐήκοον, καὶ πλήρου Δέσποινα, Χρυσολεόντισσα Κόρη, ταύτης τὰ αἰτήματα, ὡς ἡμῶν ἔφορος.

Λύσιν πάσης ἀνάγκης, καὶ συμφορᾶς Δέσποινα, τάχιστα λαμβάνομεν Κόρη, Χρυσολεόντισσα, πιστῶς προστρέχοντες, τῇ ἱερᾷ Σου Εἰκόνι· ὅθεν καὶ κηρύττομεν, ταύτης τὰ θαύματα.

Ἐκ δεινῶν νοσημάτων, καὶ πολλαπλῶν θλίψεων, πλεῖστοι ἐλυτρώθησαν Κόρη, Χρυσολεόντισσα, πιστῶς προστρέξαντες, τῇ θαυμαστῇ Σου Εἰκόνι, τῇ βλυζοῦση πάντοτε, χάριν καὶ ἔλεος.

Ὄμβρον ἄφθονον Κόρη, ὡς ἀληθῶς ὤμβρισας, καὶ τὴν χαλεπὴν ἀνομβρίαν, τῆς γῆς διέλυσας· ὅθεν ἡ Αἴγινα, εὐγνωμονοῦσα κηρύττει, τὴν πλουσίαν χάριν Σου, Χρυσολεόντισσα.

Διάσωσον, Χρυσολεόντισσα Κόρη Θεογεννῆτορ, πάσης βλάβης καὶ πειρασμῶν τε καὶ θλίψεων, τοὺς προσιόντας τῇ θείᾳ Σου προστασίᾳ.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Ἀῖτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Πρεσβεία τῇ Σῇ, προστρέχοντες Πανύμνητε, καὶ τὴν θαυμαστήν, καὶ ὄντως χαριτόβρυτον, Εἰκόνα προσκυνοῦντές Σου, ἐξ αὐτῆς θείαν χάριν λαμβάνομεν, Χρυσολεόντισσα Κόρη Ἁγνή, ἀεί Σου τὰ θαύματα κηρύττοντες.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νοσημάτων ἀπήλλαξας, καὶ τῆς τοῦ καρκίνου δεινῆς παθήσεως, συμπαθῶς Χρυσολεόντισσα, τοὺς πιστῶς προτρέξαντας τῇ σκέπῃ Σου.

Τοῦ θανάτου ἐξήρπασας, τὴν ἐκ χαλεπῆς δυστοκίας πάσχουσαν· ὅθεν ἅπαντες τὸ θαῦμά Σου, εὐχαρίστως Δέσποινα ἐκήρυττον.

Ἰαμάτων χαρίσματα, βλύζεις ἡ Εἰκών Σου Χρυσολεόντισσα· ὅθεν μετὰ πίστεως, τῇ σεπτῇ Μονῇ Σου καταφεύγουσι.

Σωτηρίαν παράσχου μοι, τὴν κατὰ ψυχὴν καὶ σῶμα καὶ ἴασιν, τῷ ἐν πίστει καταφεύγοντι, τῇ Σῇ Θεοτόκε ἀγαθότητι.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Σκέπε ἀληθής, καὶ φρουρὸς Χρυσολεόντισσα, τῆς παρούσης Σου ὑπάρχουσας Μονῆς, ἀπὸ πάσης συμφορᾶς αὐτὴν ἀπάλαττε.

Αἴνεσιν θερμήν, ὁ σωθεὶς Χρυσολεόντισσα, τοῦ πυρὸς τῇ Σῇ ταχείᾳ ἀρωγῇ, ἀναπέμπει ἀνυμνῶν Σου τὴν χρηστότητα.

Σύντριψον Ἁγνή, τοῦ Βελίαρ τὰ βουλεύματα, δι’ ὧν πάντοτε κινεῖται καθ’ ἡμῶν, ἐν εἰρ-ήνῃ συντηροῦσα τὴν ζωὴν ἡμῶν.

Ὕψωσον ἡμῶν, πρὸς Θεὸν Χρυσολεόντισσα, τῆς καρδίας πᾶσαν ἔφεσιν Ἁγνή, ἵνα θείας ἀπολαύσωμεν λαμπρότητος.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Μὴ παύσῃ, διὰ παντὸς προνοοῦσα, τῆς ἁγίας Σου Μονῆς Θεοτόκε, τῆς κεκτημένης θησαύρισμα μέγα, τὴν ἱερὰν καὶ ἁγίαν Εἰκόνα Σου, Χρυσολεόντισσα ἐξ ἧς, ἀναβλύζει πηγὴ θείας χάριτος.

Εὐφράνθη, πᾶσα ἡ Αἴγινα Κόρη, ὅτε δέδωκας αὐτῇ παραδόξως, ἐξ οὐρανοῦ ὑετοῦ ἀφθονίαν, καὶ τὸ μέγιστον θαῦμα ἀνύμνησεν, ᾗ δίδου πάντοτε Ἁγνή, τῶν πολλῶν οἰκτιρμῶν Σου τὰς χάριτας.

Στειρώσεως, τὰ δεσμὰ διαλύεις, καὶ εὐτέκνους τὰς ἀτέκνους ἐργάζῃ, Χρυσολεόντισσα Κόρη Παρθένε· ἐντεῦθεν πάντες πιστοὶ τὰ Σὰ θαύματα, ἀνακηρύττομεν Ἁγνή, δι’ ὧν πάντων πληροῖς τὰ αἰτήματα.

Κηρύττει, τῆς Σῆς ἁγίας Εἰκόνος, τὰς πολλὰς θαυματουργίας Παρθένε, καὶ ἐκβοᾶ ἐν πολλῇ κατανύξει, Χρυσολεόντισσα Κόρη ἡ ποίμνη Σου· μὴ διαλίπῃς χορηγεῖν, Θεοτόκε ἡμῖν τὸ Σὸν ἔλεος.

Διάσωσον, Χρυσολεόντισσα Κόρη Θεογεννῆτορ, πάσης βλάβης καὶ πειρασμῶν τε καὶ θλίψεων, τοὺς προσιόντας τῇ θείᾳ Σου προστασίᾳ.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

ἀῖτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Ταῖς τῶν αἱμάτων σου.

Τῶν προσιόντων τῇ θείᾳ Εἰκόνι Σου, Χρυσολεόντισσα Κόρη ἐκ πίστεως, καὶ τὴν θερμήν Σου αἰτούντων ἀντίληψιν, πλήρου ἀεὶ συμπαθῶς τὰ αἰτήματα, ὡς Μήτηρ Χριστοῦ πολυεύσπλαγχνος.

Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός Σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στ. Τὸ πρόσωπόν Σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. α´ 39-49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τὴν Ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα· καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στ. Ἐλέησόν με, ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὄλβον ἀναφαίρετον, τὴν ἱεράν Σου Εἰκόνα, ἡ Αἴγινα κέκτηται, ἐνεργοῦσα θαύματα, τὰ παράδοξα, ἀληθῶς Δέσποινα, Κεχαριτωμένη· ἐν αὐτῇ γὰρ ἐπισκίασε, τῆς Σῆς χρηστότητος, χάρις πλουσιόδωρος Ἄχραντε· ἰᾶται γὰρ τοὺς πάσχοντας, καὶ καρκίνου παύει νοσήματα, καὶ ταῖς ἀτεκνούσαις, παρέχει εὐτεκνίαν καὶ χαράν, Χρυσολεόντισσα Πάναγνε, πάντων καταφύγιον.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐν τῇ θείᾳ Μονῇ Σου, οἱ προστρέχοντες πίστει Χρυσολεόντισσα, πληροῦνται εὐφροσύνης· ἡ γὰρ σεπτὴ Εἰκών σου, κατευφραίνει τοὺς ψάλλοντας· Χαῖρε Παρθένε Ἁγνή, πιστῶν ἡ σωτηρία.

Πολλαπῶς ἐφαπλοῦσα, τὰς πολλὰς δωρεάς Σου Χρυσολεόντισσα, τυφλώττοντας ἰᾶσαι, καὶ καρκινοπαθοῦντας, θεραπεύεις κραυγάζοντας· χαῖρε Παρθένε Ἁγνή,τῶν ἰαμάτων βρύσις.

Ἐπακούοσα Κόρη, τῶν πιστῶν Σου προσφύγων, Χρυσολεόντισσα, παρέχεις πᾶσαν δόσιν, ἀεὶ καὶ πᾶσαν χάριν, τοῖς ἐν πίστει κραυγάζουσι· χαῖρε Παρθένε Ἁγνή, πιστῶν παραμυθία.

Γέρας ἔσχηκε θεῖον, καὶ διάδημα μέγα Χρυσολεόντισσα, ἡ νῆσος τῆς Αἰγίνης, Εἰκόνα Σου τὴν θείαν, ᾗ προσπίπτει κραυγάζουσα· χαῖρε Παρθένε Ἁγνή, Αἰγινητῶν ἡ δόξα.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἐξ ἀτεκνίας, γυνὴ πιστὴ λυτρωθεῖσα, τῇ Σῇ χάριτι Παρθένε Παναγία, ἐν εὐγνωμοσύνη, κηρύττει Σου τὸ θαῦμα.

Ῥύου Παρθένε, πάσης ἀνάγκης καὶ βλάβης, τὴν παροῦσάν Σου Μονὴν ἀνακειμένην, τῇ σωτηριώδει, πρεσβείᾳ Σου ἀπαύστως.

Ἅπας προστρέχων, τῇ ἱερᾷ Σου Εἰκόνι, θᾶττον Δέσποινα εὑρίσκει τὰς αἰτήσεις, ᾧ Χρυσολεόντισσα, Κεχαριτωμένη.

Σὺ θλιβομένων, ἀναψυχὴ γλυκυτάτη, καὶ βοήθεια τῶν ἐν πολλαῖς ἀνάγκαις· ὅθεν Σοι Παρθένε, προσπίπτομεν ἐν πίστει.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰσχὺν καὶ εὐφροσύνην, ἅπασι παρέχει, Χρυσολεόντισσα Κόρη Πανύμνητε, ἡ ἱερὰ καὶ ἁγία Εἰκών Σου Ἄχραντε.

Μονήν Σου τὴν παροῦσαν, ἥν οἰκείαν ποίμνην, ἐναπειργάσω ἀπαύστως περίεπε, Χρυσολεόντισσα Κόρη Σὲ μεγαλύνουσαν.

Οἱ σπεύδοντες Παρθένε, τῇ σεπτῇ Μονῇ Σου, καὶ προσκυνοῦντες τὴν θείαν Εἰκόνα Σου, πεπληρωμένοι ὁρῶντες τῆς Σῆς
χρηστότητος.

Ὑψίστου Θεοῦ Μῆτερ, Ἄχραντε Παρθένε, Χρυσολεόντισσα Κόρη Πανύμνητε, ἡμῶν ἀπαύστως προστάτευε ὡς φιλάγαθος.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Μέγα περιτείχισμα καὶ στεῤῥόν, Κεχαριτωμένη, ἡ Μονή Σου ἡ εὐαγής, τὴν Σὴν προστασίαν, πλουτοῦσα Θεοτόκε, κηρύττει τὴν Σὴν χάριν, Χρυσολεόντισσα.

Χάρις ἡ πλουσία Σου καὶ σεπτή, Κεχαριτωμένη, ἐπεσκίασε μυστικῶς, τῇ Σῇ σεβασμίᾳ, Εἰκόνι· ὅθεν βλύζει, θαυμάτων θεῖα ῥεῖθρα, Χρυσολεόντισσα.

Λύει ἀνομβρίαν τὴν χαλεπήν, ἡ σεπτὴ Εἰκών Σου, Θεοτόκε ὑπερφυῶς, καὶ ταῖς ἀτεκνούσαις, καρπὸν κοιλίας νέμει, ὑμνούσαις τὴν Σὴν χάριν, Χρυσολεόντισσα.

Πανταχοῦ ἡ χάρις ἡ θαυμαστή, Κόρη ἐνεργοῦσα, τῆς Εἰκόνος Σου τῆς σεπτῆς, ἅπαντας ἐγείρει, πρὸς αἶνόν τε καὶ δόξαν, τῶν θείων Σου θαυμάτων, Χρυσολεόντισσα.

Χαίρει ἡ Μονή σου ἡ εὐαγής, ἔχουσα ἐν κόλποις, τὴν Εἰκόναν Σου τὴν σεπτήν, καὶ ἐκ ταύτης πᾶσαν, δόσιν ἁγίαν ὄντως, λαμβάνουσα ὑμνεῖ Σε, Χρυσολεόντισσα.

Σκέπε τοὺς προστρέχοντας εὐλαβῶς, τῇ Σῇ προμηθείᾳ, καὶ τὴν Μάνδραν Σου τὴν σεπτήν, φύλαττε ἀπαύστως, σὺν πάσῃ τῇ Αἰγίνῃ, Παρθένε Θεοτόκε, Χρυσολεόντισσα.

Χαίροις τῶν Ἀγγέλων ἡ χαρμονή· χαίροις τεθλιμμένων ἡ γλυκεία ἀπαλλαγή· χαίροις αἰχμαλώτων ἡ λύτρωσις Παρθένε, καὶ τῶν πασχόντων· χαῖρε Χρυσολεόντισσα.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

 

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν το ἑξῆς  Τροπάριον.

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τοὺς προσπίπτοντας πιστῶς, τῇ Σῇ παναγίᾳ Εἰκόνι, Χρυσολεόντισσα, σκέπε καὶ ἀπάλαττε, ἐκ πάσης θλίψεως, τὰ αἰτήματα ἅπαντα, Ἁγνὴ ἐκπληροῦσα, καὶ πᾶσι παρέχουσα, χάριν καὶ ἔλεος. Σὺ γὰρ βοηθὸς ἡμῶν πέλεις, καὶ ἐν τοῖς κινδύνοις προστάτις, ἀεὶ τῇ σκέπῃ Σου προστρέχομεν.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.

Δίστιχον.
Χρυσολεόντισσα τὴν τοῦ Γερασίμου,
Δέησιν πρόσδεξαι καὶ δίδου Σὴν χάριν.