Παρακλητικός Κανών εις την Υπεραγία Θεοτόκο την επονομαζόμενη Χρυσοπολίτισσα Ύψωνα Λεμεσού
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ ἐξῇς τροπάρια·
Ἦχος δ΄. Ὁ Ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Χρυσοπολίτισσα ἐκκλήθεις Παρθένε, χρυσαῖς προσρήσεσι Θεὸν καὶ Δεσπότην, ὑπὲρ ἠμῶν ἀεὶ ἐξευμενίζουσα, πάντων τῶν ἐν Ὕψωνι κατοικούντων ἡ σκέπη, ὁ ναός σου Ἄχραντε καὶ ἡ θεία Εἰκών σου, ὡς ἰατρεῖα ὤφθησαν σεπτά, καὶ σωτηρίας, αἰτία τοῖς μέλπουσι.
Δόξα. Καὶ νῦν.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ἀρχόμεθα τοῦ κανόνος.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Πολλοῖς συνεχόμενος.
Χαρᾶς ἡ καρδία μου ἀγαθή, πληροῦται δραμοῦσα, ὥσπερ ἔλαφος τῇ πηγῇ, ὑμνῆσαι Παρθένε Θεοτόκε, Χρυσοπολίτισσά σου τὰ θαυμάσια.
Ἀφράστως σεσάρκωται ὁ Θεός, ἐκ σοῦ Παναγία, ὅθεν γέγονας ἀληθῶς, Παρθένος ἀεὶ καὶ Θεοτόκος, ἵνα τιμῶμεν Ἁγνὴ τὴν εἰκόνα σου.
Ἰδίως ἐν Ὕψωνι Ἀγαθῇ, πιστῶς σε τιμῶμεν καὶ εἰκόνα σου τὴν σεπτήν, θερμῶς ἀνυμνοῦντές σε Παρθένε, κατασπαζόμεθα πόθῳ καὶ δάκρυσι.
Ῥαδίως Πανάμωμε τῶν δεινῶν, πρεσβείαις σου πάντες ἐκλυτρούμεθα σαῖς λιταῖς, εἰκόνι σου θεία προσκυνοῦντες, καὶ ἐπ’ αὐτῆ τὰς αἰτήσεις προσάγοντες.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὁ ὅλων Δεσπότης σὲ τὴν Ἁγνὴν Δέσποινα, κεκτῆται μητέραν ἀφράστως αὐτὸν κυήσασα, ὅθεν σοὶ παναγνέ Χρυσοπολίτισσα κόρη, πάντες τὰ αἰτήματα ἐν πίστει κράζομεν.
Ἰσχυκτόνων ὑπάρχεις, θεία εἰκὼν Ἄχραντε, ὦ Χρυσοπολίτισσα πάντων, ἡ χαριτόβρυτος, ἰσχυροτέρα γάρ, διὰ τὰ πάντων ἐν τάχει, διεξάγειν πλήρως σοῖ ἀνατιθέμενα.
Σωτηρίαν αἰτοῦμεν, πληθὺς ἐκ σοῦ ἅπασα, πάντες οἱ ἐν Ὕψωνι κόρη, καὶ θεῖον τόκον σου, Θεὸν παντάνακτα κόσμῳ κηρύττοντες πίστει, τῇ ἁγνῇ λοχείᾳ σου πάντας λυτρώσασα.
Παναγία Παρθένε, Χριστιανῶν Σώτειρα, μή μου ἐπιλάθου σου δούλου, ἀλλὰ μεσίτευσον, τῷ κοσμοκράτορι καὶ παναμώμω σου τόκῳ εἰς τὸ παραβλέψε μου τὰ ἀνομήματα.
Διάσωσον Χρυσοπολίτισσα Κόρη τοὺς σὲ ὑμνοῦντας, ὅτι πάντες μετὰ Θεὸν εἰς σὲ καταεύγομεν, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν.
Ἐπιβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὸν πολλοῖς ἑπταικότα σοὶ Ἄχραντε, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Πρεσβεία θερμή.
Προσδέχου θερμῶς ἁγνὴ Χρυσοπολίτισσα, ἠμῶν τὰς λιτᾶς Παρθένε πανάσπιλε, ἐκτενῶς γὰρ κράζομεν Θεοτόκε Δέσποινα φύλαττε, τοὺς ἐν κνδύνοις ἅπαντας ἠμᾶς ἡ μόνη ἐλπὶς τῶν ἐν τῷ Ὕψωνι.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Ἀνθρωπίνως ὑμνοῦμέν σε, τὴν ὑπὸ Ἀγγέλων Χρυσοπολίτισσαν, ὑμνουμένην καὶ βοῶμέν σοι· πρόσδεξε Παρθένε τοὺς τιμῶντάς σε.
Ῥεῖθρον θεῖον ἡ χάρις σου, καταξηρανθεῖσαν ψυχήν μου ὕδασι, καταρδεύει θεοφόροις σου, καὶ καθοδηγεῖ πρὸς τὴν μετάνοιαν.
Θεοτόκε ὑπέρτιμε τῶν Ἁγίων Θεοχαρίτωτε, καθορῶντες τὴν εἰκόνα σου, ὑπ’ αὐτῆς ἀντλοῦμεν πάσα δύναμιν.
Εὐδοκία καὶ χάριτι, ἀπολελυμένοι πάντες ἐῤῥύσθημεν, τοῦ Υἱοῦ σου θεοκόσμητε ἐναθρωπισθέντος τῇ λοχείᾳ σου.
ᾨδὴ ε΄. Φώτισον ἠμᾶς.
Ναῦς ἡ τῶν ψυχῶν, τρικυμίαις τοῦ ἀλάστορος, ὑπερέχουσα Ἁγία εἰκών, γέρας κατέχει ἡ σεπτὴ Χρυσοπολίτισσα.
Ἔχομεν ὑμεῖς πάσης θλίψεως ἀντίλυτρον, τῷ προσπίπτειν σοὶ Παρθένε ἀεί, καὶ πάντες πίστει οἱ ἐν τῷ Ὕψωνι τιμῶμέν σε.
Ὄροι καὶ βουνοὶ καὶ οἱ λίθοι σου κεκράξονται, τὰς πολλάς σου Θεομήτωρ ἁγνή, εὐεργεσίας τὰς πρὸς ἠμᾶς Χρυσοπολίτισσα.
ᾨδὴ στ΄. Τήν δέησιν ἐκχέω.
Ῥεόντων, τῶν ἐν βίῳ Δέσποινα, μέσον ἵσταμαι Παρθένε ὁ τάλας καὶ τῇ φθορᾷ Θεοτόκε ὑπείκων, σὲ Μῆτερ ἔχω βεβαίαν ἀντίληψιν, ταχείαν γὰρ καὶ σταθηρᾶν, Παναγία μου ὅθεν βοήθει μοι.
Ἡ πάντων τῶν εὐσεβῶν Πανάχραντε, σωτηρία καὶ ἐλπὶς σὺ ὑπάρχεις, ὅθεν κἀμοῦ μὴ παρίδης τὸ δάκρυ, καὶ τὸν οἰκτρὸν στεναγμὸν τῆς καρδίας μου, ἰάτρευσόν μου τῆς ψυχῆς τὰς πληγᾶς πλημμελῶς ἂς ἐποίησα.
Χαρᾶς μου ἡ καρδία πέπλησται καθορώσα τὴν Ἁγίαν μορφήν σου, τὴν ἐν ἠμῖν κειμήλιον μέγα, καὶ θησαυρὸν ἀνεξάντλητον μένουσαν, τὴν ἔνδοξον καὶ ἱερὰν καὶ ἁγίαν εἰκόνα σου Ἄχραντε.
Ῥητόρων ὑπερτέρα δέδεικται, χρυσοστόλιστε ἁγία Παρθένε, ἡ προσφιλῆς Θεοτόκε εἰκών σου, τοῖς παραδόξοις Πανάμωμε θαύμασι, ῥημάτων πλήθους πρακτικῶς, ὡς εἰκὸς ταῦτα πάσιν ἐμφαίνουσα.
Διάσωσον Χρυσοπολίτισσα Κόρη τοὺς σὲ ὑμνοῦντας, ὅτι πάντες μετὰ Θεὸν εἰς σὲ καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν.
Ἄχραντε, Χρυσοπολίτισσα δέχου τὰς ἱκεσίας, τῶν τιμώντων τὴν ἱερὰν καὶ θείαν εἰκόνα σου, καὶ λύτρωσαι ἐκ παντοίας ἀνάγκης.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε σὺ ὑπάρχεις Θεοτόκε πανάμωμε, ὦ Παρθένε ἁμαρτωλῶν προσδέχου τὰς φωνᾶς, καὶ ῥῦσαι πάντας πειρασμῶν, Χρυσοπολίτισσα ἁγνή, ταῖς πρεσβείαις σου Παναγνέ, τάχυνον ἐξελέσθαι, τῶν δεινῶν τοὺς τιμώντας, τὴν ἀπεικόνισιν σεμνή, Θεοτόκε τὴν ἁγίαν σου.
Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. α΄ 39 – 49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς τὴν Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατὸς καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα.
Ταῖς τῆς Παναχράντου καὶ Χρυσοπολιτίσσης, ἑξάλειψόν μου Σῶτερ τὰ πλήθη τῶν πταισμάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἄσπιλε πανάμωμε Χρυσοπολίτισσα κόρη, σκέπε τοὺς προστρέχοντας τῷ ναῷ σου Πάναγνε τῷ ἐν Ὕψωνι, νόσων ἁπάλλαξον, ῤῦσαι τοὺς κράζοντας· Παναγία τῇ πρεσβείᾳ σου δώρησαι Δέσποινα πάντων αἰτημάτων τὴν πλήρωσιν, ἄλλην γὰρ οὐκ ἔχομεν πλήν σου σωτηρίας βεβαίωσιν· μὴ οὖν διαλείπης, πρεσβεύειν ὑπὲρ πάντων ἀγαθή, πρὸς τὸν Υἱόν σου καὶ Κύριον καὶ Θεὸν Παντάνακτα.
Οὐδείς προστρέχων ἐπὶ σοί, Χρυσοπολίτισσα θρηνῶν ἐξελεύσεται, ἐκ τοῦ ναοῦ σου Θεοτόκε, ἀλλ’ ἐν πίστει προσπίπτων τῇ εἰκόνι σου Ἄχραντε, τάχει λαμβάνει τὸ αἰτούμενον.
Μεταβολὴ τῶν ἀπιστούντων, ἀπαλλαγῆ τῶν ἐν τοῖς πταίσμασι Δέσποινα, Θεοτόκε Παρθένε, ἡ εἰκών σου ἡ σεπτή, Ὕψωνος παλλάδιον μέγα, πάντων δὲ ἐλπὶς καὶ σωτηρία, Κυπρίων προστασία ἱερά.
Σῶσον, ὁ Θεὸς τὸν λαόν σου.
ᾨδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὑπερύμνητε Κόρη, τῇ φρικτῇ σου λοχεία πιστοὶ ἐῤῥύσθημεν, Χριστὸν γὰρ τὸν Σωτήρα, τῷ κόσμῳ ἐδωρήσῳ τῶν βροτῶν τὴν ἀνάκλησιν, Χρυσοπολίτισσα ἁγνή, παρθένε Θεοτόκε.
Σοῦ τὴν θείαν ἐκόνα, προσκυνοῦμεν ἐν πίστει οἱ ἐν τῷ Ὕψωνι, καὶ πλήν σου καταφεύγειν, οὐκ ἔχομεν τι ἄλλον, ὑπερύμνητε Δέσποινα, Χρυσοπολίτισσα ἁγνή, παρθένε Θεοτόκε.
Ὁ Δεσπότης τῶν ὅλων, ἐν γαστρί σου ἀσπόρως Ἁγνὴ σεσάρκωται, καὶ σοῦ ἡ θεία χάρις, εἰκόνι σου φιλτάτη, παραδόξως ἐσκήνωσεν, Χρυσοπολίτισσα ἁγνή, παρθένε Θεοτόκε.
Παναγία μου δέξαι, ὑμνωδίαν σου ταύτην καὶ πάντων πλήρωσον, αἰτήματα καὶ πόθους, τὰ βάθους ἐκ καρδίας, ἐκτεθέντα σοὶ ἄχραντε, Χρυσοπολίτισσα ἁγνή, παρθένε Θεοτόκε.
ᾨδὴ η΄. Τὸν βασιλέα.
Ὁ θεῖος οἶκος, τῆς Παναγίας Παρθένου, ἐν τῷ Ὕψωνι πηγῇ ἀνεδείχθῃ, ἡ τῶν ἰαμάτων, τοῖς πίστει προσίουσι.
Λιτᾶς προσδέχου, Χρυσοπολίτισσα κόρη, ἂς συνθέτωμεν τῇ θείᾳ σου εἰκόνι, καὶ τῶν αἰτημάτων, τὴν πλήρωσιν παράσχου.
Ἴχνος ὑπάρχει, τῆς χάριτός σου δεικνύον, τὰ θαυμάσια ἡ θεία εἰκών σου, ἄχραντε Παρθένε καὶ μέγα ἰατρεῖον.
Τίς γὰρ οὐ κλίνει; τῶν ἐναντίον αὐχένα, καὶ τὸ γόνυ τῆς καρδίας ὁρῶν σου, μόνη Θεοτόκε, τὰ θεῖα μεγαλεῖα.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰδίως σε Παρθένε, ἐν Ὕψωνι τιμῶμεν, οἱ διὰ σοῦ σωτηρίαν εὑρόντες ἁγνή, καὶ προσκυνοῦμεν ἐν πόθῳ θείαν εἰκόνα σου.
Σὺ πάντων ἡ προστάτις, καὶ ῥύστις ἐν ἀναγκαις, καὶ δεομένων βεβαῖα ἀντιλῆψις, Χρυσοπολίτισσα χαῖρε Πανάσπιλε.
Σημεῖον μέγα ὤφθη, ἐν Ὕψωνι εἰκών σου, ἡ χαριτόβρυτος πάντων βασίλισσα, τοῦ Παραδείσου ἡ κλεῖς ἡ σωτήριος.
Ἁγία Θεοτόκε, ἀθλίως τὸν ἐν βίῳ, ῥῦσαί με Πάναγνε πλήθει ἐλέους σου, διὰ τῆς θείας σου Κόρη ἀπεικονίσεως.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις τῶν ἐν νόσοις ἡ ἰατρός, τῶν ἐν τοῖς κινδύνοις ἡ προστάτις καὶ βοηθός, τῶν ἐν ταῖς ἀναγκαις ἡ λύτρωσις Παρθένε ὦ Δέσποινα τοῦ κόσμου Χρυσοπολίτισσα.
Ὕψωνος ὑπάρχει σου ἡ εἰκών, καύχημα καὶ δόξα καὶ προπύργιον ἱερόν, φύλαξ ἀγρυπνοῦσα ὑπὲρ τῶν δεομένων, πρὸς σὲ καὶ προσκύνουντων τὸν θεῖον τόκον σου.
Τί σοὶ προσενέγκωμεν οἱ πιστοί, πάντων γὰρ ὑπάρχεις πεπλησμένη τῶν ἀγαθῶν, γένους τῶν ἀνθρώπων ἀπαύγασμα Παρθένε, δυσώπει τοῦ σωθῆναι τοὺς ἀνυμνοῦντάς σε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Πάντων προστατεύεις.
Πάντων ἡ ἐλπὶς καὶ βοηθός, ὦ Χρυσοπολίτισσα κόρη, ἡ ἱερά σου εἰκών, ὤφθει τοῖς τιμῶσί σε Παρθένε ἄχραντε, ἐν ὑμῖν ἡ σωτήριος λύσις τῶν πταισμάτων, νόσων ἐλευθέρωσις, ἀπαλλαγῆ ἐκ δεινῶν, Μῆτερ τῷ ἐν Ὕψωνι πάντων, σὺ ὑπάρχεις Δέσποινα σπεύσον, δυσωποῦμεν ῤῦσασθαι τοὺς δούλους σου.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.