Παρακλητικός Κανών εις την Υπεραγία Θεοτόκο υπέρ Ευτεκνίας Συζύγων

Ποίημα Ιερομονάχου Αθανασίου Σιμωνοπετρίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὸ τροπάριον·

Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὁ ἐκ μὴ ὄντων ὑποστήσας τὸ σύμπαν, Υἱὲ καὶ Λόγε τοῦ Θεοῦ παντεχνῆμον, καὶ ζεῦγος τὸ πρωτόπλαστον ἐποίησας σοφῶς, τούτοις δωρησάμενος, εὐτεκνίας τὴν χάριν, δώρησαι καὶ νῦν Χριστέ, τοῖς σοῖς δούλοις αἰτοῦσι, καρπὸν κοιλίας παῖδας ἀγαθούς, ὅπως σοι δόξαν, προσφέρωμεν πάντοτε.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Τῶν σῶν γονέων τὴν φωνὴν ἐπακούσας, Ἰωακείμ τε καὶ τῆς Ἄννης Παρθένε, τὴν στείρωσιν διέλυσεν ὁ πάντων Ποιητής, καὶ καρπὸν πανάγιον, σὲ ἐβλάστησαν Κόρη, τὴν θεοχαρίτωτον, προσευχαῖς καὶ νηστείαις, ὅθεν καὶ νῦν σὺ ἄκουσον ἡμῶν, καὶ ἀτεκνίας, δεσμὰ λῦσον Δέσποινα.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Τὴν εὐτεκνίαν δῴης, Μῆτερ, σοῖς δούλοις. Ἀ(θανάσιος).

ᾨδὴ α΄. ῏Ηχος πλ.δ΄. Ἁρματηλάτην Φαραώ.
Τῶν ὁρατῶν καὶ ἀοράτων φύσεων Κτίστην Πανάχραντε, Πνεύματος Ἁγίου, ἐπελεύσει τέξασα, καὶ βρέφος ἐπωλένιον, ἐν σεμναῖς σου ἀγκάλαις, θεοπρεπῶς τιθηνήσασα, δέχου νῦν σῶν δούλων τὴν δέησιν.

Ἥνωσεν Μῆτερ συζυγίᾳ Κύριος, ἡμᾶς τοὺς δούλους σου, καὶ εἰς ἓν συνῆψε, σῶμα καθὼς γέγραπται, ἀλλ᾿ ἔτι οὐκ ἐπλήρωσε, τὴν χαρὰν εὐτεκνίας, ἣν σαῖς εὐχαῖς Παναμώμητε, ὡς Δωρεοδότης χαρίσαιτο.

Νικᾷ ἐλπὶς ἡ τῆς μελλούσης χάριτος, τῆς ἀτεκνίας ἀχλύν, καὶ ψυχαὶ Κυρία, αἱ ἡμῶν προχαίρουσι, σοὶ γὰρ ἀνατιθέαμεν, χαροπάροχον λύσιν, τῇ χορηγούσῃ ὡς τάχιστα, πάντων αἰτημάτων τὴν πλήρωσιν.

Ἐκ μηδενὸς καὶ ἐξ οὐκ ὄντων Δέσποινα, κόσμον διέπλασεν, Λόγος παντεχνήμων ὁ φιλανθρωπότατος, καὶ τί Αὐτῷ ἀδύνατον, εἰ θελήσει καὶ μόνον; διὸ ἱκέτευε Ἄχραντε, δεῖξαι τὸν ἡμῶν γάμον εὔτεκνον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Υἱὸν ἔτεκες Μῆτερ, ὃν οὐρανῶν φρίττουσι, πᾶσαι ἀσωμάτων αἱ τάξεις, καὶ ἐγαλούχησας, διὸ αἰτούμεθα, γονεῖς ἡμᾶς ἀναδείξαις, ἐπὶ τέκνοις χαίροντας, Θεοχαρίτωτε.

Τεκνογόνους τὰς στεῖρας, ὁ Ἀγαθὸς ἔδειξεν, ὡς ἐν ταῖς Γραφαῖς Θεομῆτορ, ἀναγινώσκομεν, διὸ εἰ ἔσεται, ψυχωφελὲς καὶ συμφέρον, ταῖς ψυχαῖς χαρίσαιτο, τέκνα τοῖς δούλοις σου.

Εὐκαρπία ἀγόνους, γάμους Ἁγνὴ ἔστεψε, μετὰ προσευχὴν καὶ νηστείαν, μεθ᾿ ὧν προσπίπτομεν, ἄμφω οἱ δοῦλοί σου, καὶ τέκνων δόσιν αἰτοῦμεν, δῶρον τῆς ἀγάπης σου, Γοργοϋπήκοε.

Κλαυθμηρίζοντα βρέφη, τῶν οἰκιῶν στόλισμα, καὶ συζύγων Πάναγνε δόξα, καὶ ἀγαλλίασις, ὧν περ στερούμενοι, μετὰ κλαυθμοῦ ἐκ καρδίας, ταῦτα ἐξαιτούμεθα, τῇ μεσιτείᾳ σου.

Διάσωσον, τῆς δυστεκνίας πανύμνητε Θεοτόκε, τοὺς σοὺς δούλους ἐν πίστει προσφεύγοντας, καὶ αἰτουμένους ἐκ σοῦ, παιδίων ταχεῖαν δόσιν.

Ἐπίβλεψον ἐν εὐμενείᾳ τοὺς δούλους σου Θεομῆτορ, χορηγοῦσα ἡμῖν τὴν λύσιν στειρώσεως, ὅπως ὑμνῶμεν ἀεί, τὴν δύναμιν τῆς σῆς μεσιτείας.

Αἴτησις καὶ τὸ Κάθισμα.
῏Ηχος β΄. Πρεσβεία θερμή.
Καρπὸν εὐκλεῆ, κοιλίας Πανύμνητε, χαρίσαις εὐχαῖς, τοῖς δούλοις σου προσπίπτουσι, καὶ αἰτοῦσι γονέων τὸ χάρισμα, οὐδὲν γὰρ πέλει Σεμνή, ἀδύνατον τῇ πρεσβείᾳ σου.

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Νικησάτω Πανάμωμε, ἡ τῆς σῆς πρεσβείας ἰσχὺς τὸ ἄτεκνον, καὶ παιδίων οἶκον δούλων σου, πληρωσάτω ὡς πανσθενουργότροπος.

Ἰσαὰκ δῶρον δέδοται, Σάῤῥᾳ στειρευούσῃ τὸ πάλαι Δέσποινα, καὶ χαρᾶς σκηνὴν ἐπλήρωσε, ἣν ἐκ σοῦ αἰτούμεθα οἱ δοῦλοί σου.

Ἁβραὰμ μόσχους ἔθυσε, ἐπὶ τῇ γεννήσει υἱοῦ Θεόνυμφε, καὶ ἡμεῖς εἰ φανησόμεθα, γόνιμοι τὰ πάθη ἡμῶν θύσομεν.

Νεοποίησον Δέσποινα, τέκνων σου διάθεσιν καὶ τὴν ἕνωσιν, ἐκπληροῦσα τοῦ αἰτήματος, τῆς παιδοποιΐας τὴν χορήγησιν.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Δώδεκα υἱῶν, Ἰακὼβ πατὴρ ἐγένετο, τῇ εὐλογίᾳ τοῦ Οἰκτίρμονος, ἡμεῖς δὲ ἕνα, ἐξαιτούμεθα Πανύμνητε.

Ὤθησον ἡμῶν, δυστοκίαν Παμμακάριστε, καὶ εὐτεκνίαν ἀντιδώρησαι, τὴν ποθουμένην, ὅπως πάντοτε ὑμνῶμέν σε.

Ἤδη ὁ καιρός, τῆς γονῆς Σεμνὴ παρέρχεται, καὶ μηδαμόθεν ἐπελπίζομεν, γεννῆσαι τέκνα, εἰ μὴ Μῆτερ τῇ πρεσβείᾳ σου.

Σῶμα καὶ ψυχή, τῷ Δεσπότῃ διαπέπλασται, ὃν ἐξιλέωσαι Πανάχραντε, βρέφη χαρίσαι, τοῖς σὲ πόθῳ ἱκετεύουσι.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Μαραίνεται, τῶν ψυχῶν διάθεσις, καὶ χαρὰ ἀποδιδράσκει Παρθένε, ἐκ τῶν ψυχῶν, τῶν σῶν δούλων αἰτούντων, τέκνων τὴν δόσιν εὐχαῖς παναγίαις σου, εἰς δόξαν τοῦ Μονογενοῦς, ὃν ἐκύησας θείαις ὠλέναις σου.

Ἡ τράπεζα, τῆς οἰκίας πέπλησται, ἀλλ᾿ ἀδίκως ἀναμένει τὴν βρῶσιν, τῶν ἀγαθῶν, λειπομένων τῶν τέκνων, καὶ τὰς καρδίας ἡμῶν φλέγει Δέσποινα, ὁ πόθος ὁ διακαής, εὐτεκνίας υἱῶν θυγατέρων τε.

Τιτρώσκοντα, ὥσπερ βέλη γίνεται, τῶν παιδίων τῶν ἀκάκων ὁ γέλως, ἡμῶν ῾Αγνή, μὴ ἐχόντων τοιαῦτα, καὶ ἐκζητούντων θερμαῖς ταῖς δεήσεσιν· ἐπάκουσον οὖν Ἀγαθή, καὶ χορήγει αἰτήματος πλήρωσιν.

Εὐλόγησον, τὴν γονὴν τὴν ἄτεκνον, συζυγίας σὲ αἰτούσης Κυρία, καὶ ὡς Μωσῆς, ἐκ τῆς πέτρας τὸ ὕδωρ, τοῖς δεομένοις σου τέκνα χορήγησον, ποτίζοντα ἡμᾶς χαράν, καὶ κινοῦντα πρὸς δόξαν Θεότητος.

Διάσωσον, τῆς δυστεκνίας πανύμνητε Θεοτόκε, τοὺς σοὺς δούλους ἐν πίστει προσφεύγοντας, καὶ αἰτουμένους ἐκ σοῦ, παιδίων ταχεῖαν δόσιν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
῏Ηχος β΄. Προστασία τῶν χριστιανῶν.
Τῆς ζωῆς χορηγὸν ἡ κυήσασα, τὰς φωνὰς τῶν σῶν δούλων ἐπάκουσον, καὶ χορήγει, τὴν εὐτεκνίαν Δέσποινα Ἁγνή, εὐχαῖς θείαις πρὸς Αὐτόν, ὅπως δωρήσηται ἡμῖν, τὸν καρπὸν τῆς αἰτήσεως. Δύναται γὰρ τὰ πάντα, εἰ καὶ μόνον θελήσει, ὃν ὡς Υἱόν σου Ἀγαθή, ἐξιλέωσαι ὡς τάχιστα.

Προκείμενον.
Κύριος θανατοῖ καὶ ζωογονεῖ, κατάγει εἰς ᾅδου καὶ ἀνάγει.
Στίχος. ῞Οτι στεῖρα ἔτεκεν ἑπτά, καὶ ἡ πολλὴ ἐν τέκνοις ἠσθένησεν.

Ευαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. α, στίχ. 5 κ.ἑ.).

Τῷ καιρῷ ἐκείνῳ, ἐγένετο ἐν ταῖς ἡμέραις Ἡρῴδου τοῦ βασιλέως τῆς Ἰουδαίας ἱερεύς τις ὀνόματι Ζαχαρίας ἐξ ἐφημερίας Ἀβιά, καὶ ἡ γυνὴ αὐτοῦ ἐκ τῶν θυγατέρων Ἀαρών, καὶ τὸ ὄνομα αὐτῆς Ἐλισάβετ. Ἦσαν δὲ δίκαιοι ἀμφότεροι ἐνώπιον τοῦ Θεοῦ, πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασι τοῦ Κυρίου ἄμεμπτοι. Καὶ οὐκ ἦν αὐτοῖς τέκνον, καθότι ἡ Ἐλισάβετ ἦν στεῖρα καὶ ἀμφότεροι προβεβηκότες ἐν ταῖς ἡμέραις αὐτῶν ἦσαν. Ἐγένετο δὲ ἐν τῷ ἱερατεύειν αὐτὸν ἐν τῇ τάξει τῆς ἐφημερίας αὐτοῦ ἔναντι τοῦ Θεοῦ, κατὰ τὸ ἔθος τῆς ἱερατείας ἔλαχε τοῦ θυμιᾶσαι εἰσελθὼν εἰς τὸν ναὸν τοῦ Κυρίου. Καὶ πᾶν τὸ πλῆθος τοῦ λαοῦ ἦν προσευχόμενον ἔξω τῇ ὥρᾳ τοῦ θυμιάματος. Ὤφθη δὲ αὐτῷ ἄγγελος Κυρίου ἑστὼς ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος. Καὶ ἐταράχθη Ζαχαρίας ἰδὼν καὶ φόβος ἐπέπεσεν ἐπ᾿ αὐτόν. Εἶπε δὲ πρὸς αὐτὸν ὁ ἄγγελος· Μὴ φοβοῦ Ζαχαρία, διότι εἰσηκούσθη ἡ δέησίς σου καὶ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην. Καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις καὶ πολλοὶ ἐπὶ τῇ γεννήσει αὐτοῦ χαρήσονται. Ἔσται γὰρ μέγας ἐνώπιον τοῦ Κυρίου καὶ οἶνον καὶ σίκερα οὐ μὴ πίῃ καὶ Πνεύματος Ἁγίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ.

Δόξα.
Ταῖς τῆς Παναχράντου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Δέσποινα Πανάμωμε, Μήτηρ Θεοῦ τοῦ Ὑψίστου, δέησιν ἱκέσιον, δούλων προσπιπτόντων σοι, νῦν ἐκπλήρωσον· εὐτεκνίαν δώρησαι, πρὸς ψυχῆς συμφέρον, καὶ χαρὰν τοῦ γάμου πλήρωσον, ὥσπερ νεόφυτα, τέκνα ἐλαιῶν εὐθαλλέστατα, ἡμῖν Ἁγνὴ παρέχουσα, ὅπως ἐκ ψυχῆς ἀνυμνῶμέν σου, τὴν εὐηκοΐαν, καὶ χάριν σῆς πρεσβείας πρὸς Θεόν, οὗ τὸ εὐάρεστον θέλημα, γένοιτο καὶ νῦν Θεονύμφευτε.

Σῶσον, ὁ Θεὸς τὸν λαόν σου….

ᾨδὴ ζ΄. Παῖδες ἑβραίων.
Ῥήματι θείου Ἀρχαγγέλου συνελήφθη σοι ἐκ Πνεύματος Ἁγίου, ὁ Υἱὸς τοῦ Θεοῦ, παρθένε Θεοτόκε, ὅθεν αἰτοῦμεν σύλληψιν, δι᾿ εὐχῆς σου τέκνου Μῆτερ.

Σάῤῥα ἐν γήρει μήτηρ ὤφθη, καὶ Ῥεββέκα τε, ἡ νύμφη πάλιν ταύτης, ἐπινεύσει Θεοῦ, ὧν τῆς χαρᾶς Παρθένε, ἀξίωσον τοὺς δούλους σου, γονικὴν ποθοῦντας χάριν.

Ὅτε ηὐλόγησεν κοιλίαν, Ἄννης σώφρονος, Δεσπότης αὕτη τέκνον, Σαμουὴλ θαυμαστόν, ἐγέννησε προφήτην, οὗ μιμητὴν Πανάμωμε, τέκνον δοῦλοί σου ποθοῦμεν.

Ἴασαι Κόρη ἀτεκνίαν, καὶ διάλυσον, στειρώσεως τὴν λύπην, χορηγοῦσα ἡμῖν, καλλιτεκνίας χάριν, εἰς δόξαν καὶ προσκύνησιν, σοῦ Υἱοῦ τοῦ παμφιλτάτου.

ᾨδὴ η΄. Τὸν ἐν ὄρει.
Στεῖρας Μῆτερ ἀνέδειξε μητέρας, ὁ Πανάγαθος, Δεσπότης εὐδοκίᾳ, δοὺς καρπὸν εὐκλεῆ, τοῖς πρῴην ἀτεκνοῦσι, ὅνπερ καρπὸν δωρήσαιτο, καὶ ἡμῖν σοῦ δεομένοις.

Δῶρον θεῖον ἐστὶν ἡ εὐτεκνία, οὗ στερούμενοι, ἀλγοῦμεν Θεοτόκε, ὅθεν δίδου ἡμῖν, ἀκοῦσαι κλαυθμὸν βρέφους, δάκρυα ἀφανίζοντος, ἐξ ὀμμάτων τῶν σῶν δούλων.

Ὅταν θέλῃ ὁ παντεχνήμων Λόγος, πᾶσα αἴρεται, Παρθένε δυσκολία, ὃν ἐξαίτει καὶ νῦν, ἡμῶν τὴν ἀτεκνίαν, ἆραι καὶ δοῦναι τάχιστα, χαρμονὴν ἐξ εὐκαρπίας.

Ὕψος Μῆτερ καὶ βάθος τῆς σοφίας, τίς δυνήσεται Θεοῦ καταλαβέσθαι; ὅθεν εἰ ταῖς ψυχαῖς, ἡμῶν Ἁγνὴ συμφέρει, τὴν ἀτεκνίαν τάχιον, διαλύσαι ὡς Δεσπότης.

ᾨδὴ θ΄. ᾿Εξέστη ἐπὶ τούτῳ.
Λαλήσομεν οἱ δοῦλοί σου Ἀγαθή, εἴ περ εὕρομεν χάριν καὶ ἔλεος, πρὸ ὀφθαλμῶν, τῆς σῆς μεσιτείας τῆς μητρικῆς, Υἱόν σου ἐκδυσώπησον, ὅπως χορηγήσῃ καρπὸν ἡμῖν, κοιλίας Θεοτόκε, καὶ σβέσῃ ἀτεκνίας, τὸ δυσαχθὲς πῦρ τῶν ψυχῶν ἡμῶν.

Ὁ νόμος ὁ τῆς φύσεως νῦν ἀργεῖ, ἐφ᾿ ἡμῖν Θεοτόκε καὶ μένομεν, ἄνευ καρποῦ, δένδρα φυλλοφόρα καὶ εὐθαλῆ, ὅθεν καθικετεύομεν, πότισον τὴν ῥίζαν ἡμῶν εὐχῇ, σῆς μητρικῆς πρεσβείας, ὥστε καὶ τέκνα τέκνων, ἐν ταῖς χερσὶ βαστάσαι πώποτε.

Ἰσχὺς ἡμῶν ἐξέλιπεν Ἀγαθή, καὶ μὴ ἔχοντες ἄλλο προσφύγιον, πρὸς σὲ θερμῶς, κατακυλινδούμενοι τὴν φωνήν, ἀφίεμεν καὶ λέγομεν, δὸς ἡμῖν τὴν χάριν τὴν γονικήν, ἵνα ἐπευφρανθῶμεν, ἐπὶ τῇ κτήσει τέκνων, καὶ τὸν Θεὸν ἀεὶ δοξάζωμεν.

Σπορὰ οὐκ ἐκβλαστάνει ἄνευ βροχῆς, Θεομῆτορ ἣν δίδωσι Κύριος, διὸ Αὐτόν, κάμψον σαῖς πρεσβείαις καὶ προσευχαῖς, δρόσον τὴν ἐπουράνιον, πέμψαι εὐλογίας ἡμῖν δυσί, καὶ αὖθις ἐκβλαστήσει, ὡς ἄριστόν τι ἄνθος, τέκνον καρπὸς ἡμῶν ἑνώσεως.

Ἀβύσσους τῶν κριμάτων Δημιουργοῦ, οὐ δυνάμεθα γνῶναι Πανύμνητε, ὅθεν πιστῶς, τῇ αὐτοῦ προνοίᾳ τῇ πατρικῇ, ἄμφω ὑποτασσόμεθα, μόνον κληρονόμους τῆς ἑαυτοῦ, ἀφθάρτου Βασιλείας, αἰτούμενοι γενέσθαι, ὡς εὐτεκνοῦντες ἤ ὡς ἄτεκνοι.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Λῦσον ἀτεκνίαν τέκνων τῶν σῶν, Πάναγνε Παρθένε, χορηγοῦσα καρπὸν ἡδύν, τὸν τῆς εὐτεκνίας, ἁγίαις σου πρεσβείαις, πρὸς τὸν ἐκ σῆς κοιλίας, τεχθέντα Κύριον.

Πρόδρομε Κυρίου, καὶ Ἰσαάκ, Σαμουὴλ προφῆτα, καὶ Σαμψὼν οἱ παρὰ Θεοῦ, δῶρον τοῖς γονεῦσιν, ὑμῶν δοθέντες πάλαι, πρεσβεύσατε λυθῆναι, ἡμῶν τὴν στείρωσιν.

Ἡ Θεοπατόρων σεπτὴ δυάς, Ἄννα ἡ θεόφρων, σὺν δικαίῳ Ἰωακείμ, Κεχαριτωμένην βλαστήσαντες ἐν γήρει, τέκνα ἡμῖν δοθῆναι, Θεῷ πρεσβεύσατε.

Εἰ εὐάρεστόν σοι ἔστι Σωτήρ, δὸς ἡμῖν σοῖς δούλοις, εὐτεκνίαν τὴν ποθητήν, ὅπως Βασιλείας, σῆς δείξωμεν τὰ τέκνα, μελλούσης κληρονόμους, καὶ μέλη τίμια.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενής καί Ἀπόλυσις, μεθ’ ἥν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Βρέφος τιθηνήσασα Χριστὸν, καὶ τῷ γάλακτί σου Παρθένε, Αὐτὸν ἡ θρέψασα, πρόσχες τῆς δεήσεως, ἡμῶν τῶν δούλων σου, καὶ γονεῖς τέκνων χαίροντας, ἀνάδειξον τάχει, τοὺς ἀτέκνους σήμερον ἱλαστικαῖς σου εὐχαῖς, ὅπως μεγαλύνωμεν πόθῳ, σὴν ἀκαταμάχητον Μῆτερ, παῤῥησίαν ἣν καταπεπλούτηκας.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Στίχοι·
Πατέρα δεῖξον καὶ μητέρα, σοὺς δούλους
Ὡς οὖσα Μήτηρ Υἱοῦ Πατρὸς ἀνάρχου.

Έτερος Παρακλητικός Κανών εις την Υπεραγία Θεοτόκο υπέρ των μη Εχόντων Τέκνα