Παρακλητικός Κανών εις την Υπεραγία Θεοτόκο Ζιροβίτισσα την επικαλουμένη Παναγία των θλίψεων ″Ζιροβἰτσκαγια″
Ποίημα Εὐφροσύνου Ἱερομονάχου Σαββαΐτου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὥσπερ χαρμόσυνον ἁγνὴ προστασίαν, τὴν σὴν κατέχοντες μορφὴν τὴν ἁγίαν, οἱ ἐν πολλαῖς ταῖς θλίψεσιν ἐσχάτοις τοῖς καιροῖς, σὲ κατασπαζόμεθα, τὴν χαρὰ τῶν ἀγγέλων, καὶ τὸ καταφύγιον, τῶν πιστῶς δεομένων, ἀπαλλαγῆς παθῶν φθοροποιῶν, καὶ σωτηρίας τυχεῖν ταῖς πρεσβείαις σου.
Δόξα.
Ὅμοιον.
Ἡ ἐξ ἁγίων ἡμῖν τόπων ἐλθοῦσα, καὶ ἐν Ἑλλάδι συμπαθῶς ἐλεοῦσα, θαυματουργίαις πλείσταις τοὺς προστρέχοντας εἰς σέ, Κόρη Ζιροβίτισσα, διαφύλαξον τάχει, πάσης περιστάσεως, πειρασμῶν καὶ ἀνάγκης, τοὺς ἐκβοῶντας· χαῖρε σοι θερμῶς, τῶν θλιβομένων χαρὰ καὶ ἀντίληψις.
Καὶ νῦν.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανὼν οὗ ἡ ἀκροστιχίς·
Θλιβομένους ἡμᾶς ἐπίσκεψαι Δέσποινα.
Ἦχος πλ. δ΄. ᾨδὴ α΄. Ὑγρὰν διοδεύσας.
Θλιβόμενον ὅλον μὲ Ἀγαθή, ἐπίσκεψον μόνη, ἡ τεκοῦσα τὸν Λυτρωτήν, καὶ δίδου χαρὰν μοι καὶ ὑγίειαν, ψυχῆς καὶ σώματος, ὅπως δοξάζω σε.
Λιμένα γαλήνιον σὲ εὑρών, θαλάσσης τοῦ βίου, καὶ τῆς ζάλης τῶν λογισμῶν, πρὸς σὲ Θεοτόκε καταφεύγω, ἀνακουφίσαι με πάσης ἐκ θλίψεως.
Ἰσχὺν καὶ παράκλησιν καὶ χαράν, παράσχου Παρθένε, μετανοίᾳ ἐν καθαρᾷ, τοῖς πίστει καὶ πόθῳ σοι δοθείσι, τῇ τεθλιμμένῃ ὁδῷ τῆς ἀσκήσεως.
Βοήθεια Ἄχραντε ταχινή, γενοῦ ἡμῖν πᾶσι, τοῖς ὑμνοῦσί σου τὴν μορφήν, τὸ σκότος τῆς πρώην ἁμαρτίας, ἀποδιώκουσα Κόρη τῶν δούλων σου.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Οἱ τὴν σὴν προστασίαν, Μῆτερ Θεοῦ ἔχοντες, ἂν ὑπομένομεν θλῖψιν καὶ κακοπάθειαν, διὰ τὴν μέλλουσαν, τῶν Οὐρανῶν Βασιλείαν, ἧς τυχεῖν ἀξίωσον, πάντας πρεσβείαις σου.
Μετανοίας εἰσόδους, ἡμῖν ἁγνὴ ἄνοιξον, καὶ ἀῤῥωστημάτων τοὺς πόνους, Δέσποινα ἄμβλυνον, τὸν φόβον δίωξον, καὶ τὴν ἁγίαν ἀγάπην, ἐν ἡμῖν ἐγκαίνισον, ὦ Ζιροβίτισσα.
Ἐκ τῶν θλίψεων πάντων, καρπὸς γλυκὺς τίκτεται, ἡ ὑπομονὴ ἡ τελεία καὶ ἡ ταπείνωσις, ὥσπερ Πανάμωμε, ὡς ἀρετὰς σωτηρίας, συμπαθῶς χορήγησον, τοῖς ἀνυμνοῦσί σε.
Ναυαγίων τοῦ βίου, ἡμᾶς Ἁγνὴ σώσασα, καὶ τῶν σαρκικῶν θελημάτων ἐλευθερώσασα, ἁπάσης θλίψεως, πνευματικῶς θανατούσης, ῥύσαι τοὺς βοῶντάς σοι· χαῖρε Πανάχραντε.
Διάσωσον, ἐκ πάσης θλίψεως Δέσποινα Παναγία, τοὺς μετὰ δακρύων τὴν σὴν ἱκετεύοντας, γλυκύτατον προστασίαν καὶ σκέπην.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ἐξ ὅρους Θαβώρ, ἡμῖν Ἁγνὴ ἐκλάμπουσα, καὶ σκότος παθῶν, ταχέως καταπαύουσα, Θεοτόκε Δέσποινα, νεανίδων μαγνήτης ὁ ἔμψυχος, ἐκ τῆς ματαίας ἕλκυσον ζωῆς, τοὺς νέους, πρὸς πεῖραν Θείου ἔρωτος.
ᾨδὴ δ΄. Εισακήκοα, Κύριε.
Ὁδηγοῦσα ἐμφάνηθι, νέους καὶ νεανίδας πρὸς εὐσέβειαν, Θεοτόκε ἁπαλύνουσα, πᾶσαν θλῖψιν ἅμα καὶ ἀσθένειαν.
Ὑπακούεις ὡς τάχιστα, τοῖς μετὰ δακρύων πίστει προσπίπτουσι, Παναγία τῇ Εἰκόνι σου, τῇ θαυματουργούσῃ ἐν ταῖς θλίψεσι.
Συσχεθέντος ἐνθάῤῥυνον, φόβῳ τῶν μελλόντων ἡμᾶς εἰδήσεων, Δέσποινα Θεοτόκε Ζιροβίτισσα, Δέσποινα Πανάμωμε τῶν θλίψεων.
Ἡ ὡς βρέφος βαστάζουσα, δεξιὰ ἀγκάλη Κόρη τὸν Κύριον, δεξιᾶς μερίδος ἅπαντας, τῆς τῶν σωζομένων καταξίωσον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Μόνην ἐκ Θεοῦ, βακτηρίαν ὡς κατέχοντες, τὴν Εἰκόνα σου τῶν θλίψεων Ἁγνή, τῶν λυπούντων ἡμᾶς πάντων ὑπερέχομεν.
Ἄρωμα Χριστοῦ, ἡ μορφή σου Κόρη δείκνυται, μυροβλύζουσα τοὺς πόθῳ σὲ ψυχῆς, προσκυνοῦντας καὶ ὑμνοῦντάς σε Πανύμνητε.
Σθένος Θεϊκόν, ἡ Εἰκών σου πᾶσι δίδωσι, τοῖς ἐν θλίψεσι καὶ νόσοις καὶ δεινοῖς, Θεοτόκε, ἀδοκήτως περιπίπτουσι.
Ἕλκυσον ψυχάς, πρὸς ζωὴν ἀφιερώσεως, ἐκ τῶν θλίψεων τοῦ κόσμου Ἀγαθή, Θεοτόκε, τῆς χαρᾶς ἡμῶν ἡ πρόξενος.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Προῆλθες, ἐκ τῶν φρεάτων Δέσποινα, ἐν Ῥωσίᾳ θαυμαστῶς εὑρεθεῖσα, καὶ ἐκ τοῦ ὅρους Θαβὼρ ἐν Ἑλλάδι, ἡμᾶς δροσίζεις ὡς φρέαρ τῆς χάριτος, ἐπιποθούντας τοῦ τυχεῖν, σωτηρίας καὶ Θείας ἐλλάμψεως.
Ἱκέτευε, ἐκτενῶς Πανάχραντε, ὑπὲρ πάσης τῆς πιστῆς νεολαίας, καὶ νεανίδων ποθούντων ἀσκῆσαι, μοναζουσῶν τὸν ἀγῶνα τὸν ἔνθεον, μαρτύρων πλέκουσα αὐταῖς, Ἀγαθὴ ἀμαράντινον στέφανον.
Συνάγαγε, τοὺς Ἀγγέλους Δέσποινα, καὶ ἀπόστειλον αὐτούς τοῦ στηρίξαι, τὰς θλιβομένας ψυχὰς ἐν τῷ κόσμῳ, ὡς γλυκασμὸς τῶν Ἀγγέλων ὑπάρχουσα, καὶ μόνη τοὺς ἐν πειρασμοῖς, καὶ κινδύνοις παντίοις φυλάττουσα.
Κατάνυξιν, καὶ εἰρήνην ἔνθεον, ταῖς ψυχαῖς ἡμῶν αἰτοῦμεν διδόναι, σὲ τὴν Ἁγνήν, τῆς εἰρήνης μητέρα, τὸ ἱλαρόν σου φιλοῦντες ἀντίτυπον, τῆς Παναγίας σου μορφῆς, Ζιροβίτισσα κόρη τῶν θλίψεων.
Διάσωσον, ἐκ πάσης θλίψεως Δέσποινα Παναγία, τοὺς μετὰ δακρύων τὴν σὴν ἱκετεύοντας, γλυκύτατον προστασίαν καὶ σκέπην.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Τῶν παρθένων Θεία προστασία καὶ ὕμνησις, θλιβομένων σκέπη, χαρμονὴ καὶ ἀντίληψις, χαῖρε Κόρη, μεταμορφοῦσα πάντων τὰς ψυχάς, φωτὶ τῆς σῆς δόξης καὶ ἀγνάς, μεταποιοῦσα μυστικῶς, μετανοίας τοῖς δάκρυσι· πάντες σὲ προσκυνοῦμεν, καὶ πίστει παρακαλοῦμεν, ἡμᾶς φυλάττειν μητρικῶς, ἀγαθὴ Ζιροβίτισσα.
Καὶ εὐθὺς τὸ Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ μνησθήσομαι.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. α΄ 39 – 49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς τὴν Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατὸς καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα σοι, Κύριε, δόξα σοι.
Δόξα.
Ταῖς τῆς σῆς εἰκόνος ἀκτῖσι Θεοτόκε, τῶν θλίψεων τὸ σκότος καταύγασον ἐν τάχει.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Τὴν ἀχειροποίητον, καὶ θαυμαστήν σου Εἰκόνα, Κόρη Ζιροβίτισσα, προσκυνοῦντες μέλπομεν ἀγαλλόμενοι· τὴν φωτί πάλαι μέν, πεφανερωμένην, ἐπὶ δένδρον τοῖς ποιμαίνουσι, παισί καὶ μείνασαν, ἀπὸ τῆς φλογὸς ἀκατάφλεκτον, Ῥωσίας τὸ κειμήλιον, καὶ μοναζουσῶν τὸ προσφύγιον· ἄχραντε Παρθένε, ἡμᾶς καὶ νῦν χειρί σου δεξιᾴ, φλογὸς παθῶν διαφύλαξον, τοὺς ὑμνολογοῦντας σε.
Ἕτερον·
Πόνοις ἐκ νεότητος, ἄχρι τοῦ γήρατος πᾶσα, ἡ ζωὴ συμπλέκεται, ἥν χαρὰ αἰώνιος διαδέχεται, τοῖς καλῶς πάσχουσιν, ἐν εὐχαριστίᾳ, ταπεινῶς δὲ ὑπομένουσι, καὶ τὴν χρηστότητα, πᾶσι συμπαθῶς διανέμουσι. Πολλαῖς γὰρ δεῖ ταῖς θλίψεσιν, ἡμᾶς εἰσελθεῖν εἰς τὴν μέλλουσαν, Θείαν Βασιλείαν, ἧς πάντας καταξίωσων τυχεῖν, Θεογεννῆτορ τοὺς μέλποντας, τὸ σεπτόν σου πρόσωπον.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐπεδημήσας ἄρτι, ἐκ τῆς Γῆς τῆς Ἁγίας ὦδε Πανάμωμε, πραΰνουσα τὰς θλίψεις, ἡμῶν τῶν ἀνυμνούντων, τὴν μορφὴν τὴν Ἁγίαν σου, καὶ ἐκζητούντων θερμῶς, τὴν σὴν παρηγορίαν.
Ψαλμικὼς σοὶ βοῶμεν, τοῦ Ἀγγέλου τὸ χαῖρε καταφιλοῦντές σου, τὴν ἄχραντον Εἰκόνα, ἐξ ἧς ἡμῖν δωρεῖται, εὐλογία καὶ ἔλεος, τοῖς σὲ τιμῶσι πιστῶς, Μῆτερ τῶν Θλιβομένων.
Ἀκλινῶς ἀφορῶντες, εἰς τὴν σὴν εὐσπλαχνίαν καὶ ἱλαρότητα, Παρθένε Παναγία, οὐδόλως δειλιῶμεν, ἐν κινδύνοις καὶ θλίψεσι, τὴν ἱεράν σου μορφήν, πλουτοῦντες ἐπ’ ἐσχάτων.
Ἰαμάτων τρυγῶντες, καὶ θαυμάτων τὴν χάρην σου οἱ ἀνάξιοι, σοὶ τὴν εὐχαριστίαν, προσφέρομεν Παρθένε, κατὰ χρέος κραυγάζοντες· χαῖρε ψυχῆς ἰατρός, καὶ θλίψεων ἡ λύσις.
ᾨδὴ ζ΄. Τὸν Βασιλέα.
Δέχου ἐν θλίψει, τὴν ἐξ ἡμῶν ὑμνωδίαν, πρὸς γαλήνης πλατύνουσα λιμένα, τοὺς ἀσπαζομένους, σὲ τὴν Θεοῦ Μητέρα.
Ἕως ἐσχάτης, ἀναπνοῆς μὴ ἐάσῃς, ὀρφανοῦς τοὺς υἱοὺς σου Θεομήτωρ, θλίψεως δαιμόνων, λυτροῦσα ἀφορήτων.
Σὺ εἶ προστάτις, Χριστιανῶν θλιβομένων, καὶ χαρὰ τῶν εἰς σὲ δεομένων· ὅθεν σὲ Παρθένε, ὑμνοῦμεν ἐκ βαθέων.
Πίστει καὶ πόθῳ, καταφιλοῦμεν τὸν τύπον, τῆς σεπτῆς σου Εἰκόνος Παναγία, τῆς ἐπικληθείσης τῶν θλίψεων Κυρία.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Οὐράνωσον τὸν βίον, ἡμῶν τῶν προσύλων, καὶ κυριεύειν παθῶν τε καὶ θλίψεων, ὡς Θεομήτωρ Παρθένε, πάντας ἀξίωσον.
Ἰσχὺν τοῖς ἀσθενοῦσι, καὶ παραμυθίαν, τοῖς ἐν ἀνάγκαις πενθοῦσι χορήγησον, ὡς Θεοτόκος Κυρία, πάντων τῶν θλίψεων.
Νηπίους τῇ κακίᾳ, ποίησον Παρθένε, καὶ καθαροὺς τῇ καρδίᾳ ἀνάδειξον, τοὺς προσκυνοῦντας σὴν ὄψιν, τὴν πολυθαύμαστον.
Ἀπὸ τῶν συνθλιβόντων, ἡμᾶς γεγονότων, τῆς μετανοίας τὸ ἔλαιον ἴσχυσον, καρποφορεῖν ἐπαξίως, Κόρη τῶν Θλίψεων.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ὥσπερ ὡς Κυρία ἡ Ἀγαθή, ἐφάνης Παρθένε, ἐν ὁράματι τοῖς παισί, τὴν ἀπολεσθεῖσαν δεικνύουσα μορφήν σου, καὶ νῦν τοῖς σὲ φιλοῦσι δεῖξον τὴν δόξαν σου.
Τὴν θαυματουργοῦσαν ὑπερφυῶς, Εἰκόνα σουΜῆτερ, ἀσπαζόμεθα εὐλαβῶς, τὴν λύουσαν πᾶσαν, ὀδύνην τοῦ καρκίνου, καὶ πᾶσι καλουμένην ὡς Ζιροβίτισσαν.
Πάλαι ἐν Ῥωσίᾳ τὴν σὴν Μονήν, τῆς Ὀρθοδοξίας, ὡς προπύργιον Ἀγαθή, δείξασα καὶ αὖθις, ἡμῶν τῶν σὲ τιμώντων, κραταίωσον τὴν πίστιν, ὦ Ζιροβίτισσα.
Χαίροις ἡ ἐξ Ὅρους ἡμῖν Θαβώρ, τὸ φῶς φανεροῦσα, τοῖς ἐν σκότει τῶν ἡδονῶν· χαίροις Θεοτόκε, Μήτηρ τῶν θλιβομένων, καὶ τῶν πειραζομένων, θεία παράκλησις.
Δεῦτε οἱ ἐν θλίψεσιν ἀδελφοί, τὴν θείαν Εἰκόνα, προσκυνήσωμεν καὶ μορφήν, τῆς ἀειπαρθένου, ἁγίας Θεοτόκου, τὴν θαύματα τελοῦσαν, πᾶσι τοῖς χρήζουσι.
Χαίροις καταθλίψεως ἰατρός, καὶ τῶν νεανίδων ὁ μαγνήτης ὁ ἱερός· χαίροις ἡ γεννῶσα, χαρὰν καὶ εὐλογίαν, Παρθένε τοῖς ἐν πίστει, καταφιλοῦσί σε.
Τὴν ἐκ τῶν φρεάτων τῆς Ῥωσικῆς, γῆς φανερωθεῖσαν, ἐν σημείοις πάλαι πολλοῖς, νῦν δὲ ἐν Ἑλλάδι, ἡμῶν προϊσταμένην, μορφὴν τῆς Θεοτόκου, ὕμνοις τιμήσωμεν.
Ἆρον μου τῶν θλίψεων τὸν κλοιόν, καὶ ἅπαν τὸ βάρος τῶν πολλῶν μου ἁμαρτιῶν, κόρη Παναγία, ὡς μόνη ὑπὲρ πάντας, ἀνθρώπους αἰσθομένη, πόνον Πανάμωμε.
Τὴν τῶν θλιβομένων ἀναψυχήν, καὶ τῶν ἀσθενούντων, θεραπείαν τὴν συμπαθῆ, τὴν πάντων ἐλπίδαν, ἡμῶν τῆς σωτηρίας, δοξάσωμεν ἐν ὕμνοις, ὡς Θεομήτορα.
Δέσποινα Μητέρα τοῦ Χριστοῦ Ζιροβίτισσα, σῶσόν με ἐν ὥρᾳ τῆς ἐξόδου τοῦ πονηροῦ, θείᾳ σου ἀγκάλῃ, σκέπουσα τὴν ψυχήν μου, καὶ θέαν τοῦ σοῦ κάλλους, παρεχομένη μοι.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Δῶρον ἅγιον, ἐκ γῆς Ἁγίας, τὴν Εἰκόναν σου τὴν σεβασμίαν, κεκτημένοι Ζιροβίτισσα Δέσποινα, ἁγιασμὸν καὶ εἰρήνην λαμβάνομεν, παρακαλοῦντές σε Νύμφη πανάμωμε. Ὅν ἐκύησας Χριστὸν τὸν Θεὸν ἱκέτευε, λυτρώσασθε ἡμᾶς ἐκ πάσης θλίψεως.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάσης, νῦν δεινῶν ἐπιφοράς, καὶ ἐπερχομένων κινδύνων καὶ περιστάσεων, λύτρωσαι τοὺς δούλους σου, τοὺς καυχωμένους ἐν σοί, Παναγία πανύμνητε, καὶ ἀσπαζομένους, σὴν μορφὴν τὴν ἄχραντον καὶ πολυτίμητον, ἵνα διά σοῦ σεσωσμένοι, χαῖρέ σοι θερμῶς ἐκβοῶμεν· Δέσποινα Παρθένε Ζιροβίτισσα.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον·
Κολάσεως θλίψεων τῶν αἰωνίων,
καὶ βίου με Δέσποινα ῥύσαι κινδύνων.
Εὐχαριστῶ θερμῶς τὴν Ἱ. Μονὴ Τιμίου Σταυροῦ Πατρῶν,
διὰ τὴν παραχώρησιν τῆς Παρακλήσεως.
Κατὰ τὴν περίοδο τοῦ 15 Αὐγούστου εἴθισται ἵνα ψάλλωνται, ἀντὶ τῶν ἀνωτέρω Θεοτοκίων, τὰ ἑπόμενα Ἐξαποστειλάρια.
Ἦχος γ΄. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Ἀπόστολοι ἐκ περάτων, συναθροισθέντες ἐνθάδε, Γεθσημανὴ τῷ χωρίῳ, κηδεύσατέ μου τὸ σῶμα, καὶ σύ, Υἱὲ καὶ Θεέ μου, παράλαβέ μου τὸ πνεῦμα.
Ὁ γλυκασμὸς τῶν Ἀγγέλων, τῶν θλιβομένων ἡ χαρά, χριστιανῶν ἡ προστάτις, Παρθένε Μήτηρ Κυρίου, ἀντιλαβοῦ μου καὶ ῥῦσαι, τῶν αἰωνίων βασάνων.
Καὶ σὲ μεσίτριαν ἔχω, πρὸς τὸν φιλάνθρωπον Θεόν, μὴ μοῦ ἐλέγξῃ τὰς πράξεις, ἐνώπιον τῶν Ἀγγέλων, παρακαλῶ σε Παρθένε, βοήθησόν μοι ἐν τάχει.
Χρυσοπλοκώτατε πύργε, καὶ δωδεκάτειχε πόλις, ἡλιοστάλακτε θρόνε, καθέδρα τοῦ Βασιλέως, ἀκατανόητον θαῦμα, πῶς γαλουχεῖς τὸνΔεσπότην;
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
ΕΚΔΟΣΗ Ι.ΜΟΝΗΣ ΤΙΜΙΟΥ ΣΤΑΥΡΟΥ Ι. ΜΗΤΡΟΠΟΛΕΩΣ ΠΑΤΡΩΝ 2024