Παρακλητικός Κανών εις την Υπαπαντή του Κυρίου και Θεού και Σωτήρος ημών Ιησού Χριστού

Ποίημα Μητροπολίτου Mnθύμνης Iακώβου Δ. Μαλλιαρού

†Εορτάζεται στις 2 Φεβρουαρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ κάτωθι Τροπάρια·

Ἦχος δ΄. Τῇ Θεοτόκῳ ἐκτενῷς.
Ὦ Συμεὼν ἐν τῷ Ναῷ πάλιν φάνηϑι, καὶ σὺν τῇ Ἄννῃ μεϑ᾽ ἡμῶν νῦν ἱκέτευε, τὸν Λυτρωτὴν καὶ Κύριον ὡς βρέφος κρατῶν· ἔρημοι γὰρ ἅπαντες προστασίας καὶ σκέπης, καὶ τῆς παραβάσεως τοὺς καρποὺς νῦν τρυγῶμεν, ἀλλὰ δυσώπει, Πάτερ, ἐκτενῶς σὺν Θεοτόκῳ, εὑρεῖν ἡμᾶς ἔλεος.

Δόξα.
Οἱ τῷ κελλίῳ τῆς Πανάγνου προσμένοντες, Ὑπαπαντῆς διηνεκῶς ἀναπέμπομεν, ἐν στεναγμοῖς τὴν δέησιν ϑερμὴν πρὸς τὸν Θεόν· Δέσποτα ἱλάσϑητι, σοῖς ἱκέταις καὶ ἄνες, πάντων παραπτώματα ἀναξίων σου δούλων, πρεσβείαις Ἄννης καὶ τοῦ Συμεών, πᾶσι παράσχου, πταισμάτων τὴν ἄφεσιν.

Καὶ νῦν.
Τῇ Θεομήτορος εἰκόνι προσπέσωμεν, καὶ ὡς Μητέρα Ἰησοῦ ἱκετεύσωμεν, ὡς παῤῥησίαν ἔχουσαν ϑερμὴν πρὸς τὸν Υἱόν, ὃν ἀφράστως ἔτεκε, τῆς φωνῆς ἐπακοῦσαι, νῦν ἐν στεναγμοῖς ψυχῆς τῶν οἰκτρῶς δεομένων· ὡς συμπαϑὴς παράσχου πρὸς Χριστοῦ, ῥῶσιν σωμάτων, ψυχή τε τὴν ἴασιν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ψάλλομεν τὰς Ὠδὰς τοῦ Κανόνος, οὗ ἡ ἀκροστιχίς·
Νῦν ἀπολύοις με Δέσποτα παθῶν ἐπικρατείας.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Νοός μου τὴν ζόφωσιν, Ἀγαϑή, σπεῦσον ἐξαλεῖψαι, παρασχοῦσα τὸν φωτισμόν, ὡς ἂν ἱκεσίας ἀναπέμψω, σοὶ τῇ Παρϑένῳ, Μητρὶ τοῦ Κυρίου μου.

Ὑμᾶς τοὺς προσκλαίοντας σῷ Ναῷ, τῆς Ἀειπαρϑένου, τοῦ Κελλίου Ὑπαπαντῆς, καὶ ὑμνολογοῦντας τὸν Υἱόν σου, τῶν χαλεπῶν καὶ δεινῶν ἐλευϑέρωσον.

Νεάζων τῷ σώματι Συμεών, ἐν Ναῷ ἐπέστης, ὑπαντῆσαι τὸν Λυτρωτὴν καὶ ἡμῶν τὴν δέῃσιν προσδέχου, ἀντιδιδοὺς τὴν χαρὰν καὶ τὴν ἄφεσιν.

Ἀσὴρ ἐκ φυλῆς ἡ τοῦ Φανουήλ, ἀνθωμολογεῖτο, τῷ Κυρίῳ ἡ γηραιά, τύπον δοῦσα τοῖς ἐκπεπτωκόσιν ἡμῖν, καὶ μή, μεταγνοῦσι τῷ πνεύματι.

Πολλαῖς περιστάσεσι τῶν δεινῶν, κυκλούμενοι Κόρη, ἐν Κελλίῳ Ὑπαπαντῆς, σὲ παρακαλοῦμεν ὡς Μητέρα, τοῦ ὁραϑέντος ὡς βρέφος Θεοῦ ἡμῶν.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Οὐρανίων ἁψίδων, ὁ κραταιὸς Κύριος, βρέφος ὑπομάζιον ὥφϑη ἐκ σοῦ, Πανάμωμε, ἵνα καλέσειν ἡμᾶς, παλινδρομῆσαι πρὸς ἄνω, τοῖς γηίνοις νεύοντας ψυχὴ καὶ σώματι.

Λογισμοῖς ὀλισϑαίνοντες, πονηροῖς πάντοτε, σοὶ τῇ Παντανάσσῃ προστρέχομεν ἱκετεύοντες, ἐπικρατείας παϑῶν, λύτρωσαι Κόρη σοὺς δούλους, καὶ ἁγνεύειν ποίησον πάντας σῇ χάριτι.

Ὑμᾶς πίστει τιμῶμεν, ὦ Συμεὼν Ἄννα τε, ὅτι τὸν Δεσπότην τῶν ὅλων κατηξιώϑητε, ἐν τῷ Ναῷ κατιδεῖν, καὶ ὑπαντῆσαι ἀξίως, καὶ ἡμεῖς τῆς χάριτος ἀξιωϑείημεν.

Οἱ χοροὶ τῶν Ἀγγέλων, ἐν τῷ Ναῷ Πάναγνε, τὸν ἀμνὸν Θεοῦ καϑορῶντες ἐν ταῖς ἀγκάλαις σου, νῦν προσφερόμενον, σὺν Ἰωσὴφ τῷ δικαίῳ, τὴν αὐτοῦ ἀνύμνησαν ϑείαν κατάβασιν.

Ἰδοὺ πίστει καὶ πόϑῳ, ὦ Μαριὰμ ἅπαντες, οἱ Ὑπαπαντῆς τῷ Κελλίῳ καλῶς ἀσκούμενοι, νῦν ἐξαιτοῦμεν δεινῶν, καὶ πάσης ἄλλης ἀνάγκης, ἐκλυτρῶσαι Δέσποινα, πάσης τε ϑλίψεως.

Διάσωσον ἀπὸ κινδύνων τοὺς δούλους σου, Θεοτόκε, ὅτι πάντες μετὰ Θεὸν εἰς σὲ καταφεύγομεν, ὡς ἀῤῥηκτον τεῖχος καὶ προστασίαν.

Ἐπιίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία ϑερμή.

Πρεσβείαν ϑερμὴν καὶ ἔμμονον βοήϑειαν, αἰτούμεϑα νῦν οἱ πίστει καταφεύγοντες, καὶ οἰκτρῶς δεόμενοι· Συμεὼν σὺν τῇ Ἄννῃ πρεσβεύσατε, τοῦ οἰκτιρῆσαι ἅπαντας ἡμᾶς, Χριστὸς ὁ ὡς βρέφος βασταζόμενος.

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Σωματούμενον βλέπομεν, τεσσαρακονϑήμερον τὸν ἀόρατον, εἰς τὸ σῶσαι τὸ ἀνθρώπινον, ἁμαρτίαις πάντοτε κλονούμενον.

Μετὰ δέους ἱστάμεϑα, ἐν Ναῷ Κυρίου καὶ ἱκετεύομεν, ἁμαρτίας ἄφες, Κύριε, ἱκεσίαις πάντων τῶν Ἁγίων σου.

Ἑπιμένομεν Δέσποτα, τὴν μακροθυμίαν σου παροργίζοντες, μετανοίᾳ καταλάμπρυνον, τοὺς λατρεύοντάς σοι Ὑπεράγαϑε.

Δεξιοῖς τοῖς προβάτοις σου, τοὺς παρακαλοῦντας ποίησον, Ἅγιε, ὅταν ἔλϑης κρῖναι ἅπαντας, ὁ ὡς βρέφος νῦν παραγενόμενος.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἔλεον Ἁγνή, καὶ εἰρήνην πᾶσι δώρησαι, τοῖς προσιοῦσι νῦν ἐν στεναγμοῖς, καὶ αἰτουμένοις διὰ σοῦ τὸ μέγα ἔλεος.

Σῶσον τοὺς εἰς σέ, καταφεύγοντας Μητρόϑεε, καὶ σὺν Ἄννη τε πρεσβύτῃ Συμεών, σεμνή, δυσώπει τὸν Υἱόν σου καὶ Σωτῆρά μου.

Πάναγνε, Θεόν, ἐν ἀγκάλαις μόνη φέρουσα, τοὺς ἐν πίστει τε καὶ πόϑῳ ἱερῷ, παρακαλοῦντας υἱούς σου ϑετοὺς ἀνάδειξον.

Ὅλῃ τῇ ψυχῇ, τῷ Ναῷ σου προσερχόμεϑα, καὶ ὑμνῳδίαν ὡς ὁ πάλαι Συμεών, ἐν ἡμέρᾳ καὶ νυκτί τε πάντες ἄδομεν.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Τὴν δέησιν τῶν ϑρηνούντων δούλων σου, ἀειπάρϑενε Μαρία προσδέχου, ὡς ἐν Ναῷ Συμεὼν σὺν τῇ Ἄννῃ, τὸν Λυτρωτὴν καὶ Θεὸν ὑπεδέξατο, καὶ πᾶσι δίδου ἐν χαρᾷ, ἀνυμνεῖν σε ἀξίως, Πανάχραντε.

Ἀνάστασις καὶ ζωὴ δεδώρηται, τοῖς πιστεύουσι τῷ ϑείῳ Υἱῷ σου, ὃν Συμεὼν ἐν ἀγκάλαις κρατήσας, τοῦ ποϑουμένου ἀξίως τετύχῃκε, παράσχου τοίνυν Ἀγαϑή, μετασχεῖν καὶ ἡμᾶς τῆς ἐφέσεως.

Παράδεισον λογικόν σε ἔγνωμεν, Θεοτόκε Παναγία παρϑένε, ὅτι ἡμῖν, Παραδείσου τὰς πύλας, μητροπρεπῶς τοῖς σοῖς δούλοις ἠνέωξας, ἀξίωσον οὖν εἰσελϑεῖν, παραβλέπουσα πάντα τὰ πταίσματα.

Ἀνύμφευτε θεοτόκε Δέσποινα, ἡ βαστάσασα ἀγκάλαις τὸν Λόγον, δίδου τανῦν καὶ ἡμῖν σοῖς ἱκέταις, ἁγνοπρεπῶς λιτανεύειν καὶ ἄφεσιν, ἁπάντων, Κόρη τῶν δεινῶν, ἵνα ἐν ὕμνοις ἀεί σε γεραίρωμεν.

Διάσωσον ἀπὸ κινδύνων τοὺς δούλους σου, Θεοτόκε, ὅτι πάντες μετὰ Θεὸν εἰς σὲ καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν.

Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος δ΄. Προστασία τῶν Χριστιανῶν.

Οἱ Κελλίῳ τῆς Ὑπαπαντῆς παρεδρεύοντες, καὶ τὸν ὕμνον ἱεροπρεπῶς ἀναφέροντες, δεῦτε πάντες τὴν ἑορτὴν τιμήσωμεν πιστῶς, σὺν τῇ Ἄννῃ καὶ τὸν Συμεών, ἐπικαλούμενοι τανῦν, εἰς βοήϑειαν λέγοντες· πάρεστε ἐν τῷ μέσῳ ἡμῶν τῶν ἀνευφημούντων, ὥσπερ παρέστητε Ναῷ, τὸν Σωτῆρα μεγαλύνοντες.

Καὶ εὐϑὺς τὸ Προκείμενον.
Μνησϑήσομαν τοῦ ὀνόματός σου ἐν πάση γενεᾷ καὶ γενεᾷ. (δίς)
Στίχος. Ἄκουσον Θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάϑου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ Πατρός σου, καὶ ἐπιϑυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ μνησθήσομαι.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. β’ 2 22-40).
Τῷ καιρῷ ἐκείνῳ ἀνήγαγον οἱ γονεῖς τὸ παιδίον Ἰησοῦν εἰς Ἱεροσόλυμα παραστῆσαι τῷ Κυρίῳ, καθὼς γέγραπται ἐν νόμῳ Κυρίου ὅτι πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ Κυρίῳ κληθήσεται, καὶ τοῦ δοῦναι θυσίαν κατὰ τὸ εἰρημένον ἐν νόμῳ Κυρίου, ζεῦγος τρυγόνων ἢ δύο νεοσσοὺς περιστερῶν. Καὶ ἰδοὺ ἦν ἄνθρωπος ἐν Ἱεροσολύμοις ᾧ ὄνομα Συμεών, καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβής, προσδεχόμενος παράκλησιν τοῦ Ἰσραήλ, καὶ Πνεῦμα ἦν Ἅγιον ἐπ᾿ αὐτόν· καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ Πνεύματος τοῦ Ἁγίου μὴ ἰδεῖν θάνατον πρὶν ἢ ἴδῃ τὸν Χριστὸν Κυρίου. καὶ ἦλθεν ἐν τῷ Πνεύματι εἰς τὸ ἱερόν· καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον Ἰησοῦν τοῦ ποιῆσαι αὐτοὺς κατὰ τὸ εἰθισμένον τοῦ νόμου περὶ αὐτοῦ, καὶ αὐτὸς ἐδέξατο αὐτὸν εἰς τὰς ἀγκάλας αὐτοῦ καὶ εὐλόγησε τὸν Θεὸν καὶ εἶπε· νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ρῆμά σου ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν. Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ. Καὶ ἦν Ἰωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ θαυμάζοντες ἐπὶ τοῖς λαλουμένοις περὶ αὐτοῦ. Καὶ εὐλόγησεν αὐτοὺς Συμεὼν καὶ εἶπε πρὸς Μαριὰμ τὴν μητέρα αὐτοῦ· ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ καὶ εἰς σημεῖον ἀντιλεγόμενον. Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ρομφαία, ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί. Καὶ ἦν Ἄννα προφῆτις, θυγάτηρ Φανουήλ, ἐκ φυλῆς Ἀσήρ· αὕτη προβεβηκυῖα ἐν ἡμέραις πολλαῖς, ζήσασα ἔτη μετὰ ἀνδρὸς ἑπτὰ ἀπὸ τῆς παρθενίας αὐτῆς, καὶ αὐτὴ χήρα ὡς ἐτῶν ὀγδοήκοντα τεσσάρων, ἣ οὐκ ἀφίστατο ἀπὸ τοῦ ἱεροῦ νηστείαις καὶ δεήσεσι λατρεύουσα νύκτα καὶ ἡμέραν· καὶ αὕτη αὐτῇ τῇ ὥρᾳ ἐπιστᾶσα ἀνθωμολογεῖτο τῷ Κυρίῳ καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσι τοῖς προσδεχομένοις λύτρωσιν ἐν Ἱερουσαλήμ. Καὶ ὡς ἐτέλεσαν ἅπαντα τὰ κατὰ τὸν νόμον Κυρίου, ὑπέστρεψαν εἰς τὴν Γαλιλαίαν εἰς τὴν πόλιν ἑαυτῶν Ναζαρέτ. Τὸ δὲ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο πνεύματι πληρούμενον σοφίας, καὶ χάρις Θεοῦ ἦν ἐπ᾿ αὐτό.

Δόξα.
Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήϑη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῇς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄ Ὅλην ἀποϑέμενοι.

Δεῦτε ἱερώτατοι ὦ Συμεὼν σὺν τῇ Ἄννῃ, μεϑ᾽ ἡμῶν ὑμνήσατε· τὸν Σωτῆρα Κύριον μεγαλύνοντες, ἑορτῆς πάρεστι, ὁ καιρὸς Ἅγιοι καὶ ὑμνοῦντες προσκυνήσατε, τὴν συγκατάβασιν τοῦ Μονογενοῦς καὶ τὴν κένωσιν, Υἱοῦ Θεοῦ πανόσιοι καὶ τὴν ἐν Ναῷ ἐναγκάλισιν, ἅπας γὰρ ὁ κόσμος, ὑμνοῦμεν ἐν χαρᾷ τὸν Λυτρωτήν, τὸν εὐδοκήσαντα σήμερον, σῶσαι τὸ πλανώμενον.

Οὐδείς προστρέχων ἐπὶ σοί, κατῃσχυμένος ἀπὸ σοῦ ἐκπορεύεται, ἁγνή, Παρϑένε Θεοτόκε ἀλλ᾽ αἰτεῖται τὴν χάριν καὶ λαμβάνει τὸ δώρημα, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.

Μεταβολὴ τῶν ϑλιβομένων, ἀπαλλαγὴ τῶν ἀσϑενούντων, ὑπάρχουσα, Θεοτόκε Παρϑένε, σῶζε πόλιν καὶ λαόν, τῶν πολεμουμένων ἡ εἰρήνη, τῶν χειμαζομένων ἡ γαλήνη, ἡ μόνη προστασία τῶν πιστῶν.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου….

Καὶ ἀποπληροῦμεν τὰς λοιπὰς ᾠδὰς τοῦ Κανόνος·

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Θεάνϑρωπον ἐδέξω γηραλέαις ἀγκάλαις, ἐν τῷ Ναῷ Συμεών, τὸν πάντα τῇ βουλήσει, ποιήσαντι ἀῤῥήτως, Θεὸν Λόγον καὶ Κύριον· ὁ τῶν Πατέρων, βοῶν, Θεὸς εὐλογητὸς εἶ.

Ὦ, πῶς ὁ ἐν ὑψίστοις ὡς Θεὸς ὑπ᾽ Ἀγγέλων συνδοξαζόμενος, ἐτέχϑης ἐκ Παρϑένου, Ναῷ τε προσηνέχϑης, ἐν ἀγκάλαις φερόμενος, ὑπ᾽ ἀπειράνδρου Μητρός, ὁ ὧν εὐλογημένος.

Νεάζων τῇ καρδίᾳ Συμεὼν σὺν τῇ Ἄννῃ τὴν τοῦ Κυρίου φρικτὴν Ὑπαπαντὴν ποιοῦνται, τῷ Ναῷ ὡς κατεῖδον, ἐν ταῖς ἀγκάλαις φερόμενον, καὶ συμβοῶσι φαιδρῶς, Θεὸς εὐλογητὸς εἶ.

Ἐπίσκεψαι Παντάναξ τοὺς οἰκτρῶς δεομένους, ἐν κατανύξει ἡμᾶς, προσπίπτοντας ἐν πόϑῳ καὶ δάκρυσιν ἐνθέρμοις, ἱκετεύοντας ᾄσμασι, καὶ ἀνυμνοῦντας φωναῖς, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Τὸν βασιλέα τῶν οὐρανῶν.
Περιπεσόντας ταῖς συμφοραῖς, ἀκρασίᾳ τε πτωχείᾳ καρδίας, ἀνόρϑωσον ἡμᾶς Παρϑένε, ὑμνεῖν σε εἰς αἰῶνας.

Ἴδε Μαρία τὸν στεναγμὸν τῆς καρδίας, τῶν ὑμνούντων σε δούλων καὶ ῥᾶνον χάριν καὶ εἰρήνην, ὑμνεῖν σε εἰς αἰῶνα.

Κεκακωμένους, ταῖς προσβολαῖς τοῦ δολίου, ἐλευϑέρωσον Μῆτερ καὶ δὸς νῦν, ὑμνεῖν σε ἐπαξίως, εἰς πάντας τοὺς αἰῶνας.

Ῥεπυρωμένοι νοῦν καὶ ψυχήν, Συμεών, σὺ ἀποκάϑαρον πάντας, ὑμνεῖν Χριστὸν ἐν κατανύξει, εἰς πάντας τοὺς αἰῶνα.

Ἁμαρτιῶν μου τὸν ἀριϑμὸν κατὰ νοῦν, οἴμοι, βαλλόμενος τρέμω, καϑάρισον ὑμνεῖν σε Κόρη, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ ϑ΄. Κυρίως Θεοτόκον.
Τὴν μόνην Θεοτόκον, Συμεὼν καὶ Ἄννα, ἐν τῷ Ναῷ τοῦ Κυρίου ὑπήντουν πιστῶς, ἀπὸ καρδίας βοῶντες· σὲ μεγαλύνομεν.

Ἑπάκουσον Παρϑένε, Μῆτερ Θεοτόκε, τῶν ἀναξίως Ναῷ σου βοώντων πικρῶς, καὶ καταξίωσον πάντας τῆς εὐλογίας σου.

Ἰδεῖν κατηξιώϑης, τοῦ πεποϑημένου, ὦ Συμεὼν σὺν τῇ Ἄννῃ, Σωτῆρα Χριστόν, καὶ τοὺς ὑμνοῦντας ἀξίωσον τῆς ἐφέσεως.

Ἁγίασον Μαρία, κεχαριτωμένη, ἡμῶν τὸν νοῦν τε ψυχὴν τῇ δυνάμει Χριστοῦ, ἵν᾿ εὐγνωμόνως ἐν πίστει σὲ μεγαλύνωμεν.

Σωτῆρα τοῖς ἀνϑρώποις, πᾶσιν ἐχαρίσω, τοῖς ἀνυμνοῦσί σε ὄντως Μητέρα Θεοῦ, διό ἀξίως ἐν ὕμνοις σὲ μεγαλύνομεν.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τὴν Μητέρα πάντες τοῦ Λυτρωτοῦ, φέρουσαν ὡς βρέφος, τεσσαράκοντα ἡμερῶν, τὸν πρὸ τῶν αἰώνων, δημιουργὸν τοῦ κόσμου, ἐν ὕμνοις νῦν τιμήσωμεν μεγαλύνοντες.

Τὴν ἀειμακάριστον ἀδελφοί, καὶ ἁγνὴν Παρϑένον, προσιοῦσαν ἐν τῷ Ναῷ, δεῦτε μετὰ πόϑου, καὶ ᾄσμασιν ἐνθέοις, ὡς μόνην Ἀειπάρϑενον μακαρίσωμεν.

Ἄχραντε Παρϑένε, Μῆτερ Θεοῦ, δέξαι παρακλήσεις, προσπιπτόντων ἐν στεναγμοῖς, καὶ μετὰ δακρύων, ϑερμῶς παρακαλούντων, παρέχουσα εἰρήνην καὶ τὴν συγχώρησιν.

Πρόσδεξαι τὴν δέησιν, Συμεών, ὥσπερ προσεδέξω, ἐν ἀγκάλαις τὸν Λυτρωτήν, καὶ πᾶσι παράσχου, ὑμνεῖν αὐτὸν ἀξίως, ὡς ἀγαϑὸν ἐν πᾶσι καὶ μόνον εὔσπλαγχνον.

Ὦ Ἄννα ϑυγάτηρ τοῦ Φανουήλ, δεῦρο στῆϑι ὧδε, τῷ Κελλίῳ Ὑπαπαντῆς, καὶ πρὸς τὸν Δεσπότην, ὡς βρέφος ὁραϑέντα, ἐν τῷ Ναῷ τὸν ὕμνον, ἡμῶν προσάγαγε.

Συμεὼν σὺν Ἄννη καὶ Ἰωσήφ, οἱ ἀξιωϑέντες, τὸ μυστήριον κατιδεῖν, τοῦ Θεοῦ καὶ Λόγου, καὶ τούτῳ ὑπουργῆσαι, σωτήριον Κυρίου ἡμῖν χαρίσατε.

Τὴν Παρϑένον Κόρην ἐν τῷ Ναῷ, ὡς βρέφος κρατοῦσαν, τὸν Δεσπότην καὶ Λυτρωτήν, μετὰ Συμεῶνος καὶ Ἰωσὴφ καὶ Ἄννης, δεῦτε ἀξίως πάντες, ἀνευφημήσωμεν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωϑῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, κατανύξει ἀδελφοὶ ἐν χαρᾷ καὶ πόϑῳ ἐνθέῳ πανηγυρίζοντες, ϑεῖον ὕμνον ἄσωμεν Ὑπαπαντῇ τοῦ Χριστοῦ, καὶ Εἰκόνι προσπέσωμεν αὐτὴν προσκυνοῦντες, ὡς ποτε τὸν Κύριον ἐν τῷ Ναῷ Συμεὼν ἅμα καὶ τῇ Ἄννῃ βοῶντες· δόξα σοι Φιλάνϑρωπε ὅτι καὶ ἡμῖν τὴν ἄφεσιν νῦν ἔδωκας.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.