Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον δια την μαθητιώσαν νεολαίαν
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας
Πρὸ ἐτῶν οἱ μαθηταί τῆς Άθωνιάδος Ἐκκλησιαστικῆς Ἀκαδημίας, σὲ συνάντησι τῶν μέ τὸν ἀοίδιμον Ὑμνογράφον τῆς Μεγάλης τοῦ Χρίστου Ἐκκλησίας π. Γεράσιμον Μικραγιαννανίτην, τοῦ ὑπέβαλον αἴτημα νᾷ συντάξῃ χάριν αὐτῶν ἰδιαίτερον Παρακλητικὸν Κανόνα πρὸς τὴν Ὑπεραγίαν Θεοτόκον, ὁ ὁποῖος νᾷ περιλαμβάνῃ εἰδικὸς ἀναφοράς καὶ δεήσεις ὑπὲρ βοηθείας καὶ ἐπιλύσεως τῶν διαφόρων προβλημάτων ποῦ συνέχουν καὶ ἀπασχολοῦν τοὺς νέους καὶ δή τοὺς μαθητάς.
Ὁ ἀείμνηστος Γέρων προσεῖδε με πολλὴν ἀγάπην καὶ στοργὴν εἰς τὸ αἴτημα τοῦτο τῶν μαθητῶν καὶ συνέθεσε τὸν ἀνά χεῖρας Παρακλητικὸν Κανόνα.
Ὁ Κανὼν οὗτος ἐχρησιμοποιήτῳ ὑπό τῶν μαθητῶν ἐκ χειρογράφων. Σήμερον, ἐπί τῇ συμπληρώσει ἔτους ἀπό τῆς πρὸς Κύριον ἐκδημίας τοῦ μακαριστοῦ Ὑμνογράφου, ἐκδίδεται τύποις τῇ πρωτοβουλίᾳ τῶν μαθητῶν τῆς Ἀθωνιάδος, ὡς μικρᾷ προσφορᾷ εἰς τὴν μαθητιῶσαν νεολαίαν.
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ παρόντα Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Ὡς τετοκυίᾳ τὸν Θεόν τῶν ἁπάντων, ταῖς μητρικαῖς Σου πρὸς αὐτόν ἱκεσίαις, Θεογεννήτορ κόρη ἀειπάρθενε, χάριν ἐπουράνιον, φωτισμὸν καὶ εἰρήνην, σύνεσιν καὶ φρόνησιν, συμπαθώς ἀεὶ δίδου, τῇ νεολαίᾳ τῇ πανευλαβώς, τὴν σὴν αἰτούσῃ, ταχεῖαν ἀντίληψιν.
Δόξα. Καὶ νῦν.
Ὅμοιον.
Τῶν εὐλαβῶς μαθητιώντων Παρθένε, τὰς διανοίας καί τὸν νοῦν καὶ καρδίαν, πρός τὴν παιδείαν πτέρωσον τὴν κρείττονα, τούτους ἀποτρέπουσα, ἐννοιῶν τῶν ματαίων, ὡς ἂν μαθητεύσωσι, ἐν σπουδῇ καὶ ἀγάπη, καὶ τοῦ Σωτῆρος δοῦλοι ἐκλεκτοῖ ἀναφανῶσι, σοφίας τοῖς δόγμασι.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ εὐθὺς ψάλλεται ὁ Κανὼν οὗ ἡ ἀκροστιχὶς·
Σὺ εἶ Ἄχραντε μαθητῶν μήτηρ. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Σοφίας τεκοῦσα τὸν χορηγόν, σοφίας τῷ φέγγει, τὰς καρδίας τῶν μαθητῶν, ὁδηγεῖ πρὸς κτῆσιν τῶν ἀρίστων, Θεογεννήτορ παρθένε Πανάμωμε.
Ὑψόθεν ἐπίνευσον συμπαθώς, ἐπὶ τὰς δεήσεις, Θεοτόκε τῶν μαθητῶν, καὶ δίδου αὑτοῖς πνεῦμα ἀνδρείας, καὶ ταπεινώσεως Κόρη τῆς κρείττονος.
Ἐπίχεε Κόρη τοῖς μαθηταῖς, τῆς σῆς βοηθείας, τὸν σωτήριον γλυκασμόν, ὡς ἄν τὸν ἰόν τῆς ἁμαρτίας, μετὰ σπουδῆς ἀποκρούωσιν Δέσποινα.
Ἰσχὺν κατὰ πάσης ἐπιβουλῆς, τῇ μαθητιώσῃ νεολαίᾳ τοῦ δυσμενοῦς, χορηγεῖ ὡς ἄν τῶν παιδευμάτων, τῶν ἱερῶν Θεοτόκε μεθέξωσι.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἀθυμίας καὶ λύπης, καὶ πονηρῶν σκέψεων, φύλαττε ἀτρώτους Παρθένε, τῇ ἀντιλήψει σοῦ, τῶν μαθητῶν τὸν χορόν, ὡς ἂν καλῶς παιδευθῶσι, καὶ τύποι γενήσονται, βίου χρηστότητος.
Χάριν ἄφθονον δίδου, καὶ φωτισμὸν Ἄχραντε, ζῆλον καὶ πολλὴν προθυμίαν, πρὸς τὰ μαθήματα, τοῖς μαθητεύουσιν, ἐν τῇ Σχολῇ ταύτῃ Κόρη, βίου καθαρότητι, τούτους τειχίζουσα.
Ῥαντισμῷ Θεοτόκε, τῆς σῆς πολλῆς χάριτος, σβέσον τῶν παθῶν δεινὴν φλόγα, ἐκ τῶν ψυχῶν ἡμῶν ἰδοῦ γὰρ Δέσποινα, ὡς ταπεινά σου τεκνία, πίστει καταφεύγομεν, τῇ προστασίᾳ σου.
Ἀκηδίας τὸ νέφος, τὸ χαλεπὸν σκέδασον, καὶ ἐπιμελῶς μαθητεύειν, ἡμᾶς ἐνίσχυσον, σπουδῇ τῇ κρείττονι, πρὸς τὰς καλὰς ἐπιδόσεις, τῆς ἐνθεοῦ γνώσεως, Παρθένε Ἄχραντε.
Διάσωσον, τῶν μαθητῶν τὴν χορείαν Θεοκυήτορ, ἀπὸ πάσης ἐπιβουλῆς τοῦ ἀλάστορος, τούτοις παρέχουσα σύνεσιν καὶ ἀγάπην.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπί τὴν ἐμὴν χαλεπήν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ὡς Μήτηρ Χρίστου, καὶ συμπαθείας πέλαγος, Παρθένε Ἁγνῇ, τῶν μαθητῶν τὸν ὅμιλον, ὁδήγει τῇ Σὴ χάριτι, πρός τὴν κτῆσιν παιδείας τῆς κρείττονος, διὰ ζωῆς καθαρὰς καὶ σεμνῆς, ὡς ἂν καταστῶσι πᾶσι χρήσιμοι.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νοῦν ἐγρήγορον δώρησαι, τῇ μαθητιώσῃ Κόρη νεότητι, καὶ σοφὸν ἐν πᾶσι φρόνημα, τούτους τῶν χειρόνων ἀπαλλάττουσα.
Τῇ θερμὴ ἀντιλήψει σοῦ, ἀκαθάρτου βίου πόῤῥω συντήρησον, Θεοτόκε ἀειπάρθενε, τὴν μαθητιῶσαν νεολαίαν σοῦ.
Ἐνταλμάτων τοῦ Κτίσαντος, πληρωτὰς ἐν βίου σεμνοῦ χρηστότητι, μαθητῶν δεῖξον τὸ σύστημα, τῇ σῇ προστασία, Μητροπάρθενε.
Μαθητῶν πιστῶν πέλουσα, μήτηρ Θεοτόκε Χριστὸν κυήσασα, μητρικώς εἰς τούτους περίεπε, ἀπό τῶν σκανδάλων τοῦ ἀλάστορος.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἄθλησιν ζωῆς, ἐναρέτου ἐνδυνάμωσον, Θεοτόκε τὸν χορόν τῶν μαθητῶν, διανύειν καὶ τυχεῖν θείας χρηστότητος.
Θεῖον φωτισμόν, ἐπιμέλειαν καὶ σύνεσιν, καὶ ἀγάπην πρός τὴν πρόοδον Ἁγνῇ, μαθηταῖς τοῖς εὐσεβέσιν ἀεὶ πάρεχε.
Ἡ σῇ ἀρωγή, νεολαίαν τὴν θεόφρονα, λυτρωσάσθω ψυχοφθόρων λογισμῶν, ὁδηγούντων Θεοτόκε πρὸς ἀπώλειαν.
Τήρησον Ἁγνῇ, καθαροὺς πάσης σπιλώσεως, καὶ ἐκ τόπων συστροφῶν καὶ ἐπαφῶν, τοὺς πιστούς Σου μαθητὰς Θεογεννήτρια.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ὡς οὖσα, Χριστοῦ φιλεύσπλαγχνος Μήτηρ, μητρικώς τοὺς μαθητὰς ὡς υἱούς σου, σκέπε Ἁγνῇ τῶν βελῶν τοῦ βελίαρ, καὶ λογισμῶν ἀκαθάρτων ἀπάλλαττε, καὶ δίδου τούτοις προκοπήν, εὐοδοῦσθαι Παρθένε τοῖς κρείττοσι.
Ναμάτων, ζωοποιῶν Θεοτόκε, μαθητῶν τῶν εὐσεβῶν τὰς καρδίας, πλήρου τῇ σῇ ἀρωγῇ ἀοράτως, ὡς ἂν καρπὸν μαθητείας καὶ πίστεως, καὶ πολιτείας ἀκραιφνοῦς, τῷ Δεσπότῃ τῶν ὅλων προσάγωσι.
Ματαίων, ἀπασχολήσεων Κόρη, ἀνωτέρας τὰς ἐννοίας συντήρει, τῶν εὐσεβῶν μαθητῶν καὶ ἐν φόβῳ, καὶ εὐσεβείᾳ καλῶς ἀναστρέφεσθαι, δίδου αὐτοῖς διὰ παντός, ἀγαθὸν λογισμὸν τε καὶ δύναμιν.
Ἡνίκα, ἀποχωρήσωμεν Κόρη, μαθημάτων καὶ σοφῶν παιδευμάτων, ἀρετῇ διανύειν τὸν βίον, καὶ πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι, δύναμιν δίδου καὶ ἰσχύν, Θεοτόκε ἡμῖν τοῖς οἰκέταις σου.
Διάσωσον τῶν μαθητῶν τὴν χορείαν Θεοκυήτορ, ἀπὸ πάσης ἐπιβουλῆς τοῦ ἀλάστορος, τούτοις παρέχουσα σύνεσιν καὶ ἀγάπην.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τῇ προστασίᾳ σου Κόρη προστρέχουσα, ἡ εὐσεβῇς νεολαίᾳ κραυγάζει σοι τὸν νοῦν ἡμῶν φώτισον Ἄχραντε, τοῦ συνιέναι τὴν γνῶσιν τὴν κρείττονα, ὡς ἂν τῷ Κυρίῳ δουλεύσωμεν.
Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματος σου, ἐν πάσῃ γενεὰ καὶ γενεὰ (δίς).
Στίχος. Ἄκουσον, Θύγατερ, καὶ ἰδέ, καὶ κλῖνον τὸ οὕς σου, καὶ ἐπιλαθοῦ τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεύς τοῦ κάλλους σου.
Τοῦ ὀνόματος σου μνησθήσομαι, ἐν πάσῃ γενεὰ καὶ γενεά.
Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. α΄ 39-49,56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τὴν Ελισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ελισάβετ τὸν ἀσπασμόν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλία αὑτῆς καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ελισάβετ, καὶ ἀνεφώνησε φωνὴ μεγάλη καὶ εἶπεν Εὐλογημένη Σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπός τῆς κοιλίας Σου. Καὶ πόθεν μοι τοῦτο, ἰνᾷ ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρὸς με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνή τοῦ ἀσπασμοῦ Σου εἰς τὰ ὦτα μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλία μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὑτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἡγαλλίασε τὸ πνεῦμα μου ἐπὶ τῷ Θεῶ τῷ Σωτῆρι μου. Ὅτι ἐπέβλεψεν ἐπί τὴν ταπείνωσιν τῆς δούλης Αὑτοῦ ἰδοὺ γὰρ ἀπό τοῦ νῦν μακαριοῦσι με πάσαι αἱ γενεαί. Ὅτι ἐποίησε μοι μεγαλεία ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα Αὑτοῦ. Ἔμεινε δε Μαριάμ σὺν αὑτῇ ὡσεὶ μήνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αύτής.
Δόξα.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Παναχράντου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Δίδου ἡμῖν Δέσποινα, τοῖς ταπεινοῖς σου τεκνίοις, φωτισμὸν οὐράνιον, καὶ φόβον σωτήριον δυσωποῦμεν σε, πειθαρχεῖν πάντοτε, ἐν πολλῇ συνέσει, διδασκάλων ἐν τοῖς ῥήμασιν, ἰνᾷ κτησώμεθα, γνώσεως ἀπᾴσῃς τὸ πλήρωμα, τῆς θείας καί τῆς θύραθεν, τῇ ἐπισκοπή Σου Πανύμνητε Σὺ γὰρ εἰ προστάτις, ἡμῶν καὶ ὁδηγὸς καὶ φωτισμός, καί τὴν Σὴν χάριν κηρύττομεν, διά Σου σῳζόμενοι.
Σῶσον ὁ Θεός τὸν λαόν Σου…
ᾨδῇ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τοῖς μαθήμασι Κόρη, ἐν σπουδῇ προσανέχειν ἡμᾶς ἐνίσχυσον, καὶ πάσης ἀποκλίνειν, ἀπατηλῆς ἐννοίας, εἰρωνείας τε χείρονος, καὶ ἐν ἀγάπη πολλῇ, ἀνέχεσθαι ἀλλήλων.
Ἡλιόμορφε Κόρη, μαθητῶν προστασίᾳ τῶν πεποιθότων σοί, ἐκ πάσης ἐπηρείας, καὶ φθόνου καὶ κακίας, ἀσινεῖς διαφύλαττε, διατελεῖν εὐσεβῶς, ἡμῶν τὴν μαθητείαν.
Ῥημάτων ἐκ χειλέων, τῶν σοφῶν διδασκάλων πᾶσαν ἀνάπτυξιν, ἐκδέχεσθαι προθύμως, πρὸς γνῶσιν τῶν κρειττόνων, καταξίωσον Δέσποινα, τὰς διανοίας ἡμῶν, τῶν πίστει σὲ ὑμνούντων.
Γνῶσιν πᾶσαν πλουτίσαι, ἱερῶν μαθημάτων Παρθένε φώτισον, ἡμῶν τὰς διανοίας, τῶν εὐλαβῶς φοιτώντων, τῇ Σχολῇ ταύτῃ Ἄχραντε, ἰνᾷ Χριστῷ τῷ Θεῷ, δουλεύσωμεν ἀμέμπτως.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἐξ ἀμελείας, διχοστασίας τε πάσης, ἀπολύτρωσαι ἡμᾶς Θεογεννήτορ, ἐν ἐπιμελείᾳ, διδάσκεσθαι τὰ κρείττω.
Ῥύπων κακίας, ψιθυρισμοὶ τε καὶ δόλου, κατακρίσεως καὶ γογγυσμοῦ Παρθένε, τὴν μαθητιῶσαν, φύλαττε νεολαίαν.
Ἄφρονος γνώμης, καὶ πονηρᾶς συνηθείας, ῥύου πάντοτε καὶ ἀγωγῆς ἐκτρόπου, τὴν μαθητιῶσαν, νεότητα Παρθένε.
Σύνεσιν δίδου, ὡς ἂν χρηστότητα βίου, καὶ σεμνότητα ἐν ἤθεσιν ἀμέμπτοις, οἱ μαθητιῶντες, κτησώμεθα Παρθένε.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰδοῦ ἐν εὐλαβείᾳ, τῇ σῇ προστασία, οἱ μαθηταὶ ὡς τεκνία σου σπεύδομεν, ἵνα τῆς σῆς εὑμοιρήσωμεν Κόρη χάριτος.
Μαρία Θεοτόκε, Μῆτερ τοῦ Σωτῆρος, τῇ μητρικῇ σου εὔνοια προστάτευε, τῶν μαθητῶν ἀνυμνούντων τὰ μεγαλείᾳ σου.
Οὐράνωσον Παρθένε, τῶν μαθητευόντων, τὰς διανοίας τῇ σῇ ἀγαθότητι, ἐκ γεηρῶν φρονημάτων τούτους ἀπάγουσα.
Ὑφέρποντα δολίως, καθ’ ἑκάστην Κόρη, τὸν πονηρὸν κατασύντριψον δράκοντα, τὴν νεολαίαν τῆς τούτου μανίας σῴζουσα.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Xαίροις τῶν Ἀγγέλων ἡ βασιλίς, καὶ μαθητευόντων, προστασίᾳ καὶ ὁδηγός, χαῖρε Θεοτόκε, ἡ τοῦ Σωτῆρος Μήτηρ, καὶ πάντων τῶν ἀνθρώπων, τὸ καταφύγιον.
Ἰδὲ ὡς τεκνία σου συμπαθώς, μαθητῶν τὸν δῆμον, ἐξαιτούντων πανευλαβώς, φωτισμὸν Παρθένε, παρά τῆς χάριτός σου, καὶ δίδου τούτοις Κόρη, χάριν καὶ ἔλεος.
Νοῦν τοῦ συνιέναι ὡς ἀληθῶς, τήν τῶν παιδευμάτων, κεκρυμμένην γνῶσιν Ἁγνῇ, τῇ μαθητιῶσι, παράσχου νεολαία, ὡς τὴν πηγὴν τεκοῦσα, τῆς ἀγαθότητος.
Ἐν ἐπιμελείᾳ γνώμη θερμή, ἡμᾶς μαθητεύειν, καὶ πληροῦσθαι θείου φωτός, Κεχαριτωμένη, ἀξίωσον Παρθένε, τοὺς σπεύδοντας ἐν πίστει, τῇ ἀντιλήψει σου.
Τῆς σοφίας τέξασα τὴν πηγήν, πάσης ἀγνωσίας, καὶ ἀγνοίας ψυχοβλαβοῦς, ῥῦσαι Θεοτόκε, ἡμᾶς τὰ σὰ τεκνία, ὡς ἂν μαθητευθῶμεν, τὰ ἐπουράνια.
Σκέπε ἀπὸ πάσης ἐπιβουλῆς, καὶ πικρῶν σκανδάλων, νεολαίαν σου τὴν πιστήν, Κεχαριτωμένη, ὑπομονὴν διδοῦσα, αὐτοῖς καὶ θεῖον ζῆλον, πρὸς βίον ἔνθεον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Τέξασα σοφίας τὴν πηγήν, Κόρη τὸν Χριστὸν ἀποῤῥήτους, δι’ ἀγαθότητα, σύνεσιν καὶ φρόνησιν, δίδου ἑκάστοτε, τῇ πιστῇ νεολαία σου, μαθητευομένη, ἐν πάσῃ σεμνότητι, καὶ ζήλῳ Ἄχραντε, πάσης ἀμελείας καὶ βλάβης, καὶ ἀναστροφῆς κακοτρόπου, ἡμᾶς ἀπαλλάττουσα δεόμεθα.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον·
Τὴν τῶν μαθητῶν παράκλησιν Παρθένε
Ἢν σοὶ Γεράσιμος ἀνέπλεξε δέχου.