Παρακλητικός Κανών εις τις Αγίες Μυροφόραις του Χριστού Μάρθας και Μαρίας Αδελφές του Λαζάρου

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

†Εορτάζουν στις 4 Ιουνίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὸ ἑξῆς·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ταῖς μυροφόροις γυναιξὶ νῦν προσπέσωμεν, οἱ καχεκτοῦντες καὶ δεινῶς χειμαζόμενοι, κραυγάζοντες· λυτρώσασθε ἡμᾶς πειρασμῶν, τοῦ Χριστοῦ μαθήτριαι, θεοτίμητε Μάρθα, καὶ Μαρία πάγκαλε, τοὺς ὑμᾶς εὐφημοῦντας, ὡς δαψιλεῖς τῆς χάριτος κρουνούς, καὶ τῶν μερόπων, ταχεῖαν ἀντίληψιν.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Μαρία καὶ Μάρθα, χαρᾶς Ἐδὲμ ἀξιώσατέ με. Χ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Μαρία καὶ Μάρθα πανευλαβεῖς, ὑπέρτερον τύρβης, καὶ μερίμνης βιοτικῆς, ὑμῶν ἀναδείξατε πρεσβείαις, τὸν ἐκζητοῦντα ὑμῶν τὴν ἀντίληψιν.

Ἀμέμπτως βιώσασαι ὡς Χριστοῦ, μαθήτριαι Μάρθα, καὶ Μαρία θερμῶς Αὐτῷ, πρεσβεύσατε ἅπαντας βιῶσαι, ἡμᾶς ἀσπίλως ἐν γῇ θεοδόξαστοι.

Ῥημάτων αὐτήκοοι τοῦ Χριστοῦ, γενόμεναι Μάρθα, καὶ Μαρία τῶν ζωτικῶν, αὐτῶν ἐραστὰς καὶ τοὺς τιμῶντας, ὑμῶν τὴν μνήμην τὴν θείαν ποιήσατε.

Ἰθύνατε φόβῳ τῷ τοῦ Θεοῦ, Μαρία καὶ Μάρθα, μυροφόροι θεοειδεῖς, τοὺς πίστει δοξάζοντας καὶ πόθῳ, Χριστὸν ὐμῶν τὸν παμμέγαν διδάσκαλον.

Θεοτοκίον.
Ἀνύμφευτε Μῆτερ τοῦ Λυτρωτοῦ, Ἡλίου καθέδρα, Ἐκκλησίας τοῦ νοητοῦ, κἀμὲ καταλάμπρυνον αὐγαῖς σου, τὸν συνεχόμενον σκότει τῶν θλίψεων.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Κάλλος τὸ ὑπὲρ λόγον τοῦ Ἰησοῦ βλέπουσαι, καὶ ἐν τῆς ψυχῆς τῷ ταμείῳ, ῥήσεις φυλάττουσαι, Αὐτοῦ ἀχλὺν μεριμνῶν, διασκεδάσατε βίου, ὁδηγοὶ γενόμεναι, πάντων πρὸς θεώσιν.

Αὐταδέλφων Λαζάρου δυὰς κλητὴ πάντιμοι, Μάρθα καὶ Μαρία Κυρίῳ, διακονήσασθαι, ἀπολαβεῖν τῆς Αὐτοῦ, κατηξιώθητε δόξης, ἧς ὑμῶν δεήσεσι, καὶ μετασχοίημεν.

Ἰησοῦ ὁλοθύμως τοὺς ἱεροὺς ἤλειψας, πόδας πολυτίμῳ σου μύρῳ, Μαρία πάντιμε, καὶ κεφαλῆς σου θριξίν, Αὐτοὺς ἐκμάσσουσα χάριν, δαψιλῆ ἰάσεων, ἄνωθεν εἴληφας.

Θεοτοκίον.
Μὴ τὴν μήτραν σου φλέξας ὁ τοῦ Θεοῦ σύνθρονος, Λόγος ἐν σοὶ Μῆτερ σκηνώσας, ὕλην κατέφλεξε, τῆς ἁμαρτίας ἡμῶν, φανεὶς ὡς ἄνθρωπος πᾶσιν, ὑπὲρ φύσιν τέλειος, θεομακάριστε.

Κοσμήσατε, ἔργοις καὶ πράξεσι θείαις ἡμῶν τὸν βίον, αἱ μερίδα τὴν ἀγαθὴν λαβεῖν ἐκλεξάμεναι, Μαρία καὶ Μάρθα ὦ μυροφόροι.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάται θερμαὶ ὑπάρχετε αὐτάδελφοι, Μαρία κλεινὴ καὶ Μάρθα παναοίδιμε, τῶν σπευδόντων τῇ χάριτι, τῇ ὑμῶν καὶ βοώντων ἑκάστοτε· ἐκ τῶν κινδύνων λυτρώσασθε ἡμᾶς, Χριστοῦ μυροφόροι καὶ διάκονοι.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἀγλαὴ διακόνισσα, τοῦ Κυρίου Μάρθα ἀειμακάριστε, σωτηρίας θρέψον ῥήμασι, τοὺς ταῖς σαῖς πρεσβείαις ακταφεύγοντας.

Ῥῦσαι πάσης στενώσεως, τοὺς σὲ μυροφόρε Μαρία μέλποντας, καὶ ὁδήγει τοὺς τιμῶντάς σε, πρὸς τοὺς μυροβόλους κήπους χάριτος.

Θεοφόροι μαθήτριαι, Μάρθα καὶ Μαρία Χριστοῦ μὴ παύσητε, ὑπὲρ πάντων ἱκετεύουσαι, τὸν ὑμῶν Διδάσκαλον καὶ Κύριον.

Θεοτοκίον.
Ἀπειρόγαμε Δέσποινα, τὸν ἐκ τοῦ θανάτου ἐξαναστήσαντα, πρὸς ζωὴν βροτῶν τὸ σύστημα, Ἰησοῦν ἀφράστως κόσμῳ ἔτεκες.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Χαῖρε ξυνωρίς, θεοδόξαστε κραυγάζοντες, μυροφόρων τοῦ Λαζάρου ἀδελφῶν, τὰς λιτάς σου πρὸς Θεὸν ἀπεκδεχόμεθα.

Αἴνεσιν ἡμῶν, εὐτελὲς ὡς δῶρον δέξασθε, καὶ δεήσεις προσαγάγετε ἡμῶν, πρὸς Θεὸν Αὐτοῦ εὐήκοοι μαθήτριαι.

Ῥείθροις πρεσβειῶν, τῶν ὑμῶν πιστοὺς ἀρδεύσατε, Μάρθα θεία καὶ Μαρία ἱερά, ἵνα πάντες πρὸς τελείωσιν ὁδεύσωμεν.

Θεοτοκίον.
Ἄνθραξιν ἁγνή, τῶν πταισμάτων μου φλεγόμενον, ἐπομβρίαις καταδρόσισον εὐχῶν, τῶν ἀόκνων σου πρὸς Κύριον Μητράνανδρε.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Σοφώταται, τοῦ Χριστοῦ μαθήτριαι, καὶ Λαζάρου ἀδελφαὶ τοῦ γνησίου, Κυρίου φίλου Μαρία καὶ Μάρθα, δοῦναι ἡμῖν τῶν πταισμάτων συγχώρησιν, καθικετεύσατε Χριστόν, καὶ ζωὴν τὴν ἐν πόλῳ αἰώνιον.

Ἐδράμετε, μύροις ἐπαλείψασθαι, τοῦ Κυρίου τὸ πανάχραντον σῶμα, σὺν ταῖς λοιπαῖς μυροφόροις Μαρία, καὶ Μάρθα λίαν πρωΐ καὶ τὴν ἔγερσιν, Αὐτοῦ ἠγγείλατε χοροῖς, Ἀποστόλων γυναῖκες θεόφρονες.

Δακρύουσαι, τοῦ Λαζάρου κοίμησιν, ἀπηγγείλατε Μαρία καὶ Μάρθα, τῷ Ἰησοῦ, τῇ ζωῇ τῶν ἁπάντων, τῷ τὴν Αὐτοῦ πᾶσι δείξαντι δύναμιν, καὶ ᾧ βοῶμεν Λυτρωτά· ὁδωδότας ἡμᾶς ἐξανάστησον.

Θεοτοκίον.
Ἐπάξιον, ὕμνον τῆς σῆς χάριτος, τίς δυνήσητε προσφέρειν σοι Μῆτερ; σκηνὴ Κυρίου χρυσότευκτε δόξης, καὶ κλίνη ὄντως Αὐτοῦ χρυσοΰφαντε, ἀναβοῶμεν οἱ πιστοί, Θεοτόκε ἁγνὴ ἀειπάρθενε.

Κοσμήσατε, ἔργοις καὶ πράξεσι θείαις ἡμῶν τὸν βίον, αἱ μερίδα τὴν ἀγαθὴν λαβεῖν ἐκλεξάμεναι, Μαρία καὶ Μάρθα ὦ μυροφόροι.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὡς ταχινοὺς ἐν δεινοῖς ἀντιλήπτορας, εὐσεβοφρόνων ὑμᾶς ἱκετεύομεν, μαρία καὶ Μάρθα ὁμαίμονες, Λαζάρου τοῦ θείου πραΰνατε, ἡμῶν τῶν παθῶν τὰ σκιρτήματα.

Προκείμενον
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
Στίχος. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κέφ. ι΄, 38-42).

Τῷ καιρῷ ἐκείνῶ, ἐγένετο Ἰησοῦς ἐν τῷ πορεύεσθαι αὐτοὺς καὶ εἰσῆλθεν εἰς κώμην τινά. γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν εἰς τὸν οἴκον αὐτῆς. καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαρία, ἣ καὶ παρακαθίσασα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ ἤκουε τὸν λόγον αὐτοῦ. ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπε· Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπε διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται. ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ Ἰησοῦς· Μάρθα Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά· ἑνὸς δέ ἐστι χρεία· Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ’ αὐτῆς.

Δόξα.
Ταῖς τῶν Μυροφόρων πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἀναπλέαι ίστεως, δυὰς συγγόνων Λαζάρου, Μάρθα παμμακάριστε, καὶ Μαρία πάγκαλε διηνύσατε, βίον ἐνάρετον, πλήρη θείων ἔργων, καὶ Χριστῷ διηκονήσατε, καταξιούμεναι, μύροις ἐπαλεῖψαι τὸ ἄχραντον, Αὐτοῦ καὶ πανακήρατον, σῶμα μυροφόροι πανένδοξοι· ὅθεν ἱκεσίαις, ἐνθέρμοις καταφεύγομεν ὑμῶν, ἵνα τῆς κρείττονος τύχωμεν, δόξης οἱ ταλαίπωροι.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Μυροφόροι γυναῖκες ξυνωρὶς αὐταδέλφων Μαρία εὔφημε, καὶ Μάρθα μακαρία, ὑμῶν ταῖς ἱκεσίαις, τὸν δυσώδη μου βόρβορον, τῆς ἁμαρτίας ταχύ, ἐλάσατε κραυγάζω.

Ἀγαθὴν μυροφόροι ἐξελέξασθε ὄντως μερίδα Κτίσαντι, Χριστῷ προσκολληθεῖσαι, καὶ Τούτου τὰς ἁγίας, παρωτρύνσεις τηρήσασαι· διὸ καὶ πέλετε νῦν, μεσίτριαι μερόπων.

Ξυνωρὶς ὁμαιμόνων μυροφόρων Μαρία καὶ Μάρθα πάνσεμναι, εὐχαῖς ὑμῶν ἀόκνοις, ἀτόπων λογισμῶν μου, τὴν πληθὺν ἐξαλείψατε, ἵνα ὑμᾶς ἀνυμνῶ, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.
Ἱλαστήριον κόσμου Μητροπάρθενε Κόρη Θεογεννήτρια, ὁδήγησον πρὸς τρίβον, εὐθεῖαν τοὺς σοὺς δούλους, καὶ δεινῆς τοῦ ἀλάστορος, ῥῦσαι ἡμᾶς προσβολῆς, τοὺς καταφεύγοντάς σοι.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὡς τῷ Σωτῆρι, διακονήσασαι πόθῳ, καὶ μυρίσασαι σῶμα τὸ θεῖον, μύροις ὑπὲρ πάντων, πρεσβεύσατε τῷ Κτίστῃ.

Συνοῦσαι θείαις, χοροστασίαις ἐν πόλῳ , δυσωπεῖτε Χριστὸν Μυροφόροι, ἅπαντας σωθῆναι, Μαρία τε καὶ Μάρθα.

Ἀύλῳ φέγγει, τοῦ ἀναστάντος Κυρίου, νοῦν ὑμῶν ἐλλαμπόμεναι Μάρθα, καὶ Μαρία ζόφον, ἡλάσατε θανάτου.

Θεοτοκίον.
Τὰς τῆς σαρκός μου, κινήσεις τὰς ψυχοφθόρους, καταπράυνον τῇ πανσθενεῖ Σου, χάριτι Παρθένε, ὑπερδεδοξασμένη.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἐπίβλεψον Μαρία, σὺν τῇ συγγόνῳ, τῇ Μάρθᾳ νῦν ἐπὶ τὰς τοῦ σαρκίου μου, κακώσεις καὶ τῆς ψυχῆς μου τὸ ἄλγος ἴασαι.

Μαρία θεοφόρε, μύρῳ ἡ τοὺς πόδας, τοὺς πανασπίλους Χριστοῦ ἐπαλείψασα, ῥᾶνόν με μύρῳ εὐχῶν σου, καὶ βλάβης ῥῦσαί με.

Ἐδέσματε Κυρίῳ, τῷ Σωτῆρι Μάρθα, ἡ ἐτοιμάσασα πόθῳ ἱκέτευε, Αὐτὸν ἡμᾶς τυραννίδος, ῥύσασθαι ὄφεως.

Θεοτοκίον.
Χαρᾶς ἀφθίτου βάθρον, στήριξον σὸν δοῦλον, μὴ ἐμπεσεῖν ταῖς παγίσι τοῦ δαίμονος, καὶ ἀπ’ ἐμοῦ σκοτομίνην, τῆς λύπης σκέδασον.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Μυροφόροι χαίρετε τοῦ Χριστοῦ, Μάρθα καὶ Μαρία, Βηθανίας ἡδυτερπῆ, ῥόδα αἱ μαθοῦσαι, ἐκ στόματος Ἀγγέλου, τὴν ἔγερσιν Κυρίου, τὴν ζωοπάροχον.

Δεῖπνον ἡτοιμάστε ἀδελφαί, τῆς ζωῆς τῷ ἄρτῳ καὶ τρεφόμεναι τοῖς Αὐτοῦ, ῥήμασι Μαρία, καὶ Μάρθα ζωηφόροις, πρὸς τὴν ζωὴν τὴν ὄντως, ἄληκτον ἤρθητε.

Ἡ διακονήσασα τῷ Χριστῷ, Μάρθα ὁλοθύμως, καθικέτευε ἐκτενῶς, Τοῦτον ἀπωθῆσαι, βιοτικὰς μερίμνας, ἐμοῦ καὶ ἀφθαρσίας, πόθον αὐξῆσαί μου.

Μύρῳ ἡ ἀλείψασα τοῦ Χριστοῦ, τοὺς ἀχράντους πόδας, πολυτίμῳ καὶ ταῖς θριξί, κεφαλῆς Μαρία, ἐκμάξασα σαῖς θείαις, ὑπὲρ ἡμῶν δυσώπει, τὸν σὸν Διδάσκαλον.

Παῤῥησίαν ἔχουσαι πρὸς Θεόν, Μάρθα καὶ Μαρία, τοῦ Λαζάτου αἱ ἀδελφαί, ῥύσασθε κινδύνων, καὶ πάσης ἄλλης βλάβης, ὑμῶν τοὺς εὐφημοῦντας, βίον τὸν ἄμεμπτον.

Δεῦτε ἀνυμνήσωμεν οἱ πιστοί, Μάρθαν καὶ Μαρίαν, τοῦ Λαζάρου τὰς ἀδελφάς, τὰς ἐκ τοῦ Ἀγγέλου, μαθούσας τοῦ Κυρίου, τὴν ἔγερσιν ἐκθύμως, ὕμνοις ἐμπρέπουσιν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Μάρθα, ἡ διδάσκαλον Χριστόν, ὑποδεξαμένη ἐν οἴκῳ, τῷ σῷ καὶ πόδας Αὐτοῦ, μύρῳ ἡ ἀλείψασα, Μαρία πάνσεμνε, Μυροφόροι αὐτάδελφοι, ὑμῶν ταῖς πρεσβείαις, πρὸς τον πανοικτίρμονα, Θεὸν διώξατε, ἀφ’ ὑμῶν δυσώδη κακίαν, μῖσός τε ὀργὴν ψυχοφθόρον, καὶ τὴν ἐμπερίστατον κακόνοιαν.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.