Παρακλητικός Κανών εις των Αυταδέλφων Οσίων Μητέρων Ξανθίπης και Πολυξένης
Ποίημα Γεωργίου Γαλανοπούλου
†Εορτάζονται στις 23 Σεπτεμβρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὸ τροπάριον·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ταῖς Ἰσπανίσι τοῦ Κυρίου Ὁσίαις, πιστῇ Ξαθίππῃ καὶ σεμνῇ Πολυξένῃ, ᾀσματικῶς τὰ ἔπαθλα νῦν δῶμεν ψαλμοῖς, πάντες ταύταις ἐκμιμούμενοι, ἐν ἀγῶσι τοῖς ἱεροῖς, πρέσβεις δὲ κατέχοντες, ἐν ἡμέρᾳ τῆς δίκης· καὶ γὰρ ἱλάσκουσιν εἰλικρινῶς, ᾦ μετὰ δόξης, στεφάνων παρίστανται.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ὦ δυὰς αὐταδέλφων, δέξαι ᾆσμα. Γεωργίου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ὡς ὡραῖοι ἔφησας Ἰησοῦ, οἱ πόδες εἰρήνην, οἱ εὐαγγελιζόμενοι, λαοὺς ἐπιστρέψασθαι ἐκ πλάνης, ὃ ὧδ’ ὁμαίμονες πίστει ἐφήρμοσαι.
Δυάδα τιμήσωμεν ἱεράν, σεπτῶν αὐταδέλφων, Ἰσπανίσας πανευκλεεῖς, Ξανθίππην Ὁσίαν καὶ παρθένον, τὴν Πολυξένην ἐν θείοις μελίσμασιν.
Ὑφέρπει δολίως ὁ πονηρός, ψυχὰς τοῦ κρημνῖσαι, ἡμῶν πάνυ ἁμαρτωλῶν, εἰς ἄβυσσον τῆς ἀναισχυντίας, ἀλλ’ ὦ Ὁσίαι αὐτοῦ ἐξαρπάσατε.
Θεοτοκίον.
Ἀεὶ τοὺς ὑμνοῦντάς Σε Μαριάμ, ἡ τέξασα Λόγον, φρούρει φύλαττε ἀβλαβεῖς, ἐκ πάσης ἐχθροῦ μηχανουργίας, σεισμοῦ πυρὸς νοσημάτων καὶ θλίψεων.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Σηπεδόνα σωμάτων καὶ ψυχικὰ τραύματα, γύναια πιστὰ τοῦ Κυρίου, χάριν ὡς βάλσαμον, ἐκ τῆς εἰκόνος ὑμῶν, ἀεὶ βλυστάνοντες θείαν, τῶν βροτῶν ἰάσασθε, καὶ δότε κρείττονα.
Ἀποστόλων Κυρίου τοῖς θεϊκοῖς φθέγμασι, πίστει φωτισθεῖσαι τὴν πλάνην, ὑμεῖς ᾐσχύνατε, τῶν κατειδώλων λαῶν· ὅθεν τροφῇ θείων λόγων, τοὺς ὑμῶν γεραίροντας, μνήμην ἐκθρέψατε.
Ὑπουργήσασαι χρείας τῶν Μαθητῶν ἤλθατε, πάλιν εἰς πατρίδα Ὅσίαι, ἀρίστως πράττουσαι, ἐν ἐγκρατείᾳ σκληρᾷ, ἔργα θεάρεστα πάνυ, θείας ζωῆς ῥήματα, πᾶσιν ἀρδεύουσαι.
Θεοτοκίον.
Τοὺς πιστῶς λέγοντάς Σε Παρθένον ὡς ἄναρχον, Λόγον τοῦ Θεοῦ συλλαβοῦσα, ὁμολογοῦντας δέ, ὡς Θεοτόκον ἁγνήν, τέξασαν Τοῦτον ἐν χρόνῳ, μνήσθητι τῆς κρίσεως, ὥρᾳ πρεσβείαις Σου.
Ἐκρύσασθε, πάσης ἀνάγκης καὶ βλάβης ὦ Πολυξένη, σὺν τῇ Ξανθίππῃ ὑμῶν ἄθλους καὶ μνήμην μέλποντας, ὡς παῤῥησίαν Θεῷ κεκτημέναι.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Φρουροὺς ἀσφαλεῖς καὶ πρέσβεις πρὸς φιλάνθρωπον, πτωχῶν βοηθοὺς καὶ χηρῶν παραμύθιον, ἀεὶ ὑμᾶς ἔχομεν, ὦ θεῖαι Γυναῖκες κραυγάζοντες· σπεύσατε καὶ ῥύσασθε ἐκ δεινῶν, καὶ βλάβης πάτας τοὺς πίστει μέλποντας.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἀποστόλων ἑπόμεναι, καὶ φωτὶ αὐτῶν ἐλλαμφθεῖσαι ὤφθητε, ὡς μαθήτριαι τοῖς ἔθνεσι, τῷ Εὐαγγελίῳ τούτοις λέξασαι.
Δεῦτε πάντες ὑμνήσωμεν, τὰς Χριστοῦ Ὁσίας αὐταῖς κραυγάζοντες· ἡμῖν δότε θείας χάριτας, τοῖς ὑμᾶς τιμῶσι Χριστοκήρυκες.
Εἰς βοήθειαν ἔλθετε, τῶν ὑμνούντων ἆθλα ὑμῶν σεβάσμιαι, σὺν τῇ μνήμῃ ἐν μελίσμασι, πάθη ἐμφωλεύοντα κομίζουσαι.
Θεοτοκίον.
Λῦσον πταίσματα ἄχραντε, ταῖς πρὸς τὸν Υἱόν Σου θερμαῖς δεήσεσιν, ὅτι πάντες ἁμαρτάνομεν, Τούτῳ μητρικῶς ἀεὶ πρεσβεύουσα.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Φύλακας ὑμᾶς, ἐκ παντοίων περιστάσεων, καὶ βοηθοὺς τῶν τοῦ βίου δυσχερῶν, ἔγνωμεν πάντες· διὸ καὶ ἐπικαλούμεθα.
Ὥρᾳ τῇ φρικτῇ, ἡμῶν ἔστε πρέσβεις γύναια, ταῖς εὐπροσδέκτοις θείαις Χριστῷ λιταῖς, ἀεὶ τραυμάτων τοὺς μολυσμοὺς θεραπεύουσαι.
Νίκας κατ’ ἐχθρῶν, ἡμῖν δότε ὦ πανεύφημαι, ὅτι κινούμενοι ἀπειλητικῶς, ἀεὶ πειρῶνται, τοῖς βέλεσι πάντας τρώσασθαι.
Θεοτοκίον.
Δέσποινα φωνάς, ἱκετῶν Σου νῦν ἐπάκουσον, σῶσαι ἐξ ᾅδου οὓς ἔπλασεν Υἱός, ἐνανθρωπήσας, ἐκ Σοῦ καὶ Σταυρὸν δεξάμενος.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἐπίχαρμα, ἐγενόμην ἄκοσμον, τῶν δαιμόνων δουλωθεὶς ἁμαρτίαις· ἀλλὰ Χριστέ, ταῖς λιταῖς τῶν Ὁσίων, καὶ αὐταδέλφων λαμπρῶν ἐμὲ πρόσδεξαι, ἐν μετανοίας λογισμῷ, πρὸς σὲ ἥκοντα πάλιν φιλάνθρωπε.
Ξανθίππην τε, καὶ Πολυξένην ὕμνοις, εὐφημήσωμεν πιστοὶ ἐκ καρδίας, ὑπ’ εὐκλεοῦς, Πρωτοκλήτου Ἀνδρέου, τὰς βαπτισθείσας καὶ Παύλου φοιτήσαντι, συνεπομέναις ἀληθῶς, ἵν’ ἐκ πλάνης λαοὺς ἀφαρπάσωσιν.
Ἀχρεῖον ὤν, ἐγενόμην παίγνιον, τοῦ σατᾶν ἐν ἡδοναῖς βιοτεύων· ὅτι κακῶν, ἡ ψυχή μου ἐτρώθη, καὶ ὡς ἀμνὸν πλανηθέντα με ἥρπασεν, ἀλλὰ πρὸ τέλους ἐκβοῶ· σῶν Ὁσίων εὐχαῖς Σῶτερ σῶσόν με.
Θεοτοκίον.
Ἱκέτευε, ὦ Θεόπαις Τόκον Σου ἡ ἐκ στείρας προελθοῦσα τῆς Ἄννης· Σὺ γὰρ τροφός, γλυκασμὸς καὶ ἀγάπη, ἡμῶν ὑπάρχει ἐλπὶς καὶ μεσίτρια· ἀεὶ δ’ ὑμνοῦμέν Σου πιστῶς, μεγαλεῖα καὶ πρόνοιαν ἄφατον.
Ἐκρύσασθε, πάσης ἀνάγκης καὶ βλάβης ὦ Πολυξένη, σὺν τῇ Ξανθίππῃ ὑμῶν ἄθλους καὶ μνήμην μέλποντας, ὡς παῤῥησίαν Θεῷ κεκτημέναι.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἀντιλήπτριαι πέλετε πάντων ἀοίδιμαι, ἡμῶν πρέσβεις θερμαὶ πρὸς Θεὸν τὸν φιλάνθρωπον, ὦ Ξανθίππη σὺν Πολυξένῃ ὁμαίμονες πισταί· διὸ σπεύσατε πανευκλεεῖς, εἰς τὴν βοήθειαν ταχύ, τῶν πρὸς ἡμᾶς ἐκβοώντων· ἐκθρέψασθε πεινῶντας, λυτρώσασθε δαιμονῶντας, λαὸν τηροῦσαι ἀβλαβῆ, ἐκ κακώσεων καὶ θλίψεων.
Προκείμενον
Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στίχος. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατά Ματθαῖον.
(Κεφ. κε΄ 1-13)
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. Πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι, καὶ αἱ πέντε μωραί. αἵτινες μωραὶ, λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν, οὐκ ἔλαβον μεθ᾿ ἑαυτῶν ἔλαιον· Ααἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετὰ τῶν λαμπάδων αὐτῶν. Χρονίζοντος δὲ τοῦ νυμφίου, ἐνύσταξαν πᾶσαι, καὶ ἐκάθευδον. Μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· Ἰδοὺ ὁ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι, καὶ ἐκόσμησαν τὰς λαμπάδας αὐτῶν. Αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον· Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι, λέγουσαι· Μήποτε οὐκ ἀρκέσει ἡμῖν καὶ ὑμῖν· πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας, καὶ ἀγοράσατε ἑαυταῖς. Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι, ἦλθεν ὁ νυμφίος· καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ᾿ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα. Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι, λέγουσαι· Κύριε, Κύριε, ἄνοιξον ἡμῖν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν, ἐν ᾗ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.
Δόξα
Ταῖς τῶν Σῶν Ὁσίων πρεσβείαις Ἐλεήμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεήμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος β΄. Όλην αποθέμενοι.
Μὴ οὖν ἀποῤῥίψητε, σαρκὸς τὸν μεμολυσμένον, καὶ παθῶν τὸν ἄστατον, εἰς ὑμᾶς προσφεύγοντα θεῖα γύναια, Ὁσίαι σώσατε, πιστῶς προσπίπτοντα, τῇ μορφῇ ὑμῶν ἀσπάσασθαι, ἴασιν τάχιστα ἄμφω δότε καὶ δεινῶν ῥύσασθε, θλίψεων ἐξαιρούμενον, καὶ τῶν δυσμενῶν συμφορῶν τοῦ βίου, ἵνα μεγαλύνω, τὴν πίστιν ἀρετὰς καὶ θαυμαστά, ᾀσματικῶς ἀξιΰμνηται, ἄθλους καὶ μνημόσυνον.
Σῶσον ὸ Θεός τὸν λαό σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀνυμνοῦσιν ἀπαύστως φιλεόρτων τὰ πλήθη ὦ Ἰσπανῖδαι ὑμᾶς, Ξανθίππη Πολυξένη, αἰτούμενα πρεσβείαις, ταῖς ὑμῶν πρὸς τὸν εὔσπλαγχνον, τὸν τῶν Πατέρων ἡμῶν, Θεὸν δεδοξασμένον.
Συμφώνως ἡ χορεία ἀγάλλεται Ὁσίων αὐλιζομένη σκηναῖς, Χριστοῦ σὺν τοῖς Ἁγίοις, Αὐτοῦ ἐκδυσωποῦσα, τοῦ σωθῆναι τοὺς ψάλλοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Μιμήσασθε τοὺς πόνους ὑμῶν ὦ θεῖα ἄνθη τῆς εὐωδίας Χριστοῦ, δότε παρακαλοῦμεν, ὅπως μετ’ Ἀποστόλων, ἱκετεύητε πάντοτε, Θεὸν τοῦ δοῦναι ἡμῖν, ψυχῆς τὴν σωτηρίαν.
Θεοτοκίον.
Ἁγνὴ ὡς ἐν Σιναίῳ τῷ ὄρει καθορῶμεν Βάτον Σε ὅπως Μωσῆς προεῖδεν ὁ θεόπτης, φλογὶ παραδοθεῖσαν, ἀλλὰ ἄφλεκτον μείνασα· ὅθεν τὴν φλόγα παθῶν, ἡμῶν σβέσον Παρθένε.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Γάννυται πᾶσα, Ἑλλὰς ἐν σοὶ Πολυξένη, καὶ Ξανθίππη βοῶσα Κυρίῳ· σῶσον ἡμᾶς Σῶτερ, εὐχαῖς τῶν Σῶν Ὁσίων.
Ἐλέους θείου, καὶ δωρεῶν ἡμᾶς πάντας, ταπεινῶς φρονεῖν ἔμπλησατε νῦν, ἵν’ ὑμᾶς τιμῶμεν, ὡς πρέσβεις πρὸς Σωτῆρα.
Ὤφθητε πάντων, σκέπη στεῤῥὰ ὦ γυναῖκες, αἱ Χριστοῦ κηρύξασαι τὴν πίστιν· ὅθεν ἡμῖν δότε, τὴν ἴασιν ἐκ νόσων.
Θεοτοκίον.
Ῥῦσαι γεέννης, τῶν οὐρανῶν πλατυτέρα, καὶ βροτῶν ἁγνὴ ἁγιωτέρα, πάντας τοὺς ὑμνοῦντας, τὴν Σὴν κηδεμονίαν.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Γαλήνιον παράσχου, βίον Πολυξένη, σὺν τῇ Ξανθίππῃ ἡμῖν τε καὶ δούλοις Χριστοῦ, καὶ ἐξελέσθε τῆς βλάβης πάσης αἱρέσεως.
Ἱλάσθητί μοι Σῶτερ, τὸν ἐν ἁμαρτίαις, καὶ ἡδοναῖς κυλινδούμενον ὅλον λιταῖς, τῶν Ἰσπανίδων Ὁσίων ὧν μνήμην μέλπομεν.
Ὀρδὰς τῶν κακοδόξων, φεύγειν Πολυξένη, δὸς ὑμᾶς τὰς ἀπειλούσας δουλοῦσθαι οἰκτρῶς, καὶ ἔσο πρόμαχος πάντων σὺν τῇ ὁμαίμονι.
Θεοτοκίον.
Ὑψίστου χρυσοῦς Θρόνος, πέλεις σὺ ἐν πόλῳ· διὸ δυσώπει Υἱόν Σου, σωθῆναι ἡμᾶς τοὺς ἀληθῆ Θεοτόκον ὁμολογοῦντάς Σε.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίρετε Ξανθίππη σὺν ἀδελφῇ, σεμνῇ Πολυξένῃ, Ἰσπανῖδες πανευκλεεῖς, τοῦ Χριστοῦ Ὁσίαι, κηρύξασαι τὸν Λόγον, μετὰ τῶν Ἀποστόλων, εἰς τόπους Δύσεως.
Νόσους ἀπελάσατε λοιμικάς, ἀφ’ ἡμῶν καὶ πάθη, Πολυξένη σὺν ἀδελφῇ, τῇ πιστῇ Ξανθίππῃ, πρεσβεύουσαι Κυρίῳ, τῶν θλίψεων δὲ νέφη, τάχει μακρύνατε.
Θεία Πολυξένη πανευκλεής, σὺν πιστῇ Ξανθίππῃ, τῇ ὁμαίμονι εἰς ἡμῶν, ἔλθετε πρεσβείαν, Χριστὸν ἐκδυσωποῦσαι, ὑπὲρ ἡμῶν ἀπαύστως, ὡς Χριστοκήρυκες.
Δότε ἡμῖν κρείττω ὑμῶν λιταῖς, Χριστοῦ τὴν εἰρήνην, ὦ Ὁσίαι καὶ τὴν χαράν, ἱλασμὸν πταισμάτων, ταπείνωσιν ἀγάπην, φόβον Θεοῦ σὺν πίστει, βίου διόρθωσιν.
Ὥσπερ Νινευΐτας πάλαι Θεέ, ἔσωσας ὀργήν σου, καταπαύσας τὴν θεϊκήν, τούτους μεταγνῶντας, κἀμαῖς σῶσον Ξανθίππης, καὶ Πολυξένης Σῶτερ, ταῖς εἰσηγήσεσιν.
Θραύσατε φρυάγματα τῶν Ἐθνῶν, ὦ πιστὴ Ξανθίππη, σὺν ὁμαίμονι τῇ σεμνῇ, αἱ τοῦ Ὀνησίμου, Ἀνδρέου τε καὶ Παύλου, ἑπόμεναι φρουροῦσαι, ἡμᾶς ἐκ θλίψεως
Μνήσθητι ἁπάντων πρὸς τὸν Κριτήν Υἱὸν ὥρᾳ δίκης, τῶν ὑμνούντων Σε Μαριάμ, σὺν τῇ Πολυξένῃ, καὶ τῇ πιστῇ Ξανθίππῃ, μερίδος σωζομένων, συναριθμήσασθαι.
Σῶτερ σὺ εἶ Κτίστης Δημιουργός, σύμπαντος καὶ γένους, θείῳ λόγῶ Σου καὶ χερσίν, ὁ ἐνανθρωπήσας, σῶσαι ληστὰς καὶ πόρνας· διὸ ἡμᾶς πρεσβείαις, σῶσον Ὁσίων Σου.
Τὰς τῆς Ἰσπανίας γεννήματα σεπτά, τὰς τῶν Ἀποστόλων ἀκολούθους καὶ μιμητάς, σὺν τῇ Πολυξένῃ, Ξανθίππην τὴν Ὁσίαν, τὰς Ἐκκλησίας δόξας ἀνευφημήσωμεν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Χαῖρε, Πολυξένη εὐκλεές, σὺν τῇ αὐταδέλφῳ Ξανθίππῃ, τοῦ Πρόβου τῇ γυναικί, γύναια θεότιμα, κήρυκες λόγων Θεοῦ, Ἰσπανῶν αἱ φωτίστριαι, καὶ τοῦ Ὀνησίμου, αἱ πισταὶ ἀκόλουθαι, λιποῦσαι εἰρηνικῶς, βίον πρὸς ὑμᾶς νῦν βοῶμεν· δότε ταῖς ὑμῶν ἱκεσίαις, πρὸς Χριστὸν ἡμῖν ψυχοσώτηρια.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.