Παρακλητικός Κανών εις τον Άγιο Αλέξανδρο Αρχιεπίσκοπο Ιεροσολύμων
Ποίημα Αντωνίου Μάρκου
†Εορτάζεται στις 12 Δεκεμβρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.
Καππαδοκίας τῆς κλεινῆς τὸν προστάτην, δεῦτε φιλέορτοι τὰ νῦν συνελθόντες, πνευματικοῖς τοῖς ἄσμασιν ὑμνήσωμεν φαιδρῶς· Ἀλέξανδρον τὸν Μάρτυρα, ἅμα σεπτὸν Ἀρχιθύτην, παρ’ αὐτοῦ αἰτούμενοι ὀφλημάτων τὴν λύσιν· τῶν αἰτουμένων τούτου εὐσεβῶς, θείαν πρεσβείαν, θερμήν τε ἀντίληψιν.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
ΑΛΕΞΑΝΔΡΟΝ ΣΙΩΝΙΤΗΝ ΑΝΥΜΝΩ. ΑΝΤΩΝΙΟΣ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγράν διοδεύσας.
Ἄνεσιν καὶ ὑγίειαν δίδου ἡμῖν, Ἀλέξανδρε πάτερ, Ὀρθοδόξων ὁ βοηθός· τῇ σκέπῃ γὰρ τῶν θείων πρεσβειῶν σου, πάντες προσφεύγομεν ἐν περιστάσεσι.
Λύτρωσιν δώρησαι τῶν ψυχῶν ἅμα καὶ σωμάτων, Καισαρείας γόνε λαμπρὲ καί Καππαδοκίας, ὦ προστάτα καὶ πάσης πλάνης διῶκτα, Ἀλέξανδρε.
Ἑλλάδος τῷ γόνῳ καὶ τῆς Σιὼν τῷ θείῳ Ποιμένι νῦν προσπίπτομεν οἱ πιστοί, αἰτούμενοι θείας βοηθείας παρὰ Κυρίου, αὐτοῦ ταῖς δεήσεσι.
Θεοτοκίον.
Ξενίζει ὁ τόκος σου, Μαριάμ, ὃν ὁ Ἱεράρχης διὰ βίου ἀκολουθῶν, τοὺς κατακλυσμῷ τῆς ἁμαρτίας, Εὐαγγελίου τῷ ἀγκίστρῳ ἀνήλκησεν.
ᾨδὴ γ΄. Οὐρανίας ἁψίδος.
Ἀξίωσον πάντας ἰδεῖν τοῦ Πνεύματος, Ὅσιε, ἐφ’ ἡμᾶς ἐξ οὐρανῶν εὐλογίαν καὶ τὴν στεῥέωσιν, ἐν τῇ ἀγάπῃ Χριστοῦ, ὑπὲρ ἡμῶν τοῦ παθόντος, σαῖς θερμαῖς δεήσεσι, θείοις τε ἐντεύξεσι.
Νεύσει θείου ἐλέους καθικετεύομεν, Ἅγιε, πᾶσι αὐγασθῆναι τοῖς πόθῳ σοὶ καταφεύγουσι καὶ τοῖς τιμῶσι τὴν σὴν μνήμην καὶ θείαν εἰκόνα καὶ λαβεῖν τὴν ἴασιν ταῖς σαῖς δεήσεσι.
Δεῦρο, Πάτερ, τοὺς πόθῳ ὑπὸ τὴν σκέπην σου σπεύδοντας καὶ γονυκλινῶς αἰτουμένους τὴν σὴν ἀντίληψιν· μὴ ἐπιλάθου, φωστὴρ Καππαδοκίας σῶν τέκνων καὶ τῆς Σιωνίτιδος μητρός, Ἀλέξανδρε.
Θεοτοκίον.
Ῥῦσαι πάντας, Παρθένε, τοὺς σὰ θαυμάσια ψάλλοντας· χαῖρε τῶν παρθένων ἡ δόξα, ἡμῶν τό στήριγμα· τῇ ἱκεσίᾳ, σεμνή, σεπτοῦ πατρὸς Ἀλεξάνδρου, πάντας περιφρούρησον, Βηλθεεμίτισσα.
Διάσωσον τοῦ Ἱεράρχου πρεσβείαις Ἀλεξάνδρου, ὅτι πάντες κατόπιν σοῦ αὐτῷ καταφεύγομεν, ὡς ἔχοντα τὴν πρὸς σὲ παρρησίαν.
Ἐπίβλεψον ἐπικαμπτόμενος Θεοτόκου καὶ Ἀλεξάνδρου ταῖς λιταῖς Οἰκτῖρμον, ἐφ’ ἡμᾶς τοὺς ἀσθενεῖς καὶ λύτρωσαι τὸν λαόν σου.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Ἀλεξάνδρου τῇ πρεσβείᾳ νῦν προσπίπτομεν, οἱ ἐν πόνοις ψυχῆς καὶ θλίψεσι ὑπάρχοντες καὶ δι’ αὐτοῦ αἰτούμεθα τὸ τοῦ Κυρίου ἄμετρον ἔλεος καὶ τὴν ταχεῖαν Τούτου συνδρομὴν καὶ τὴν βεβαίαν Αὐτοῦ ἀντίληψιν.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὀρθοδόξων προστάτην, Καππαδοκίας γόνον τὸν ἐνδοξότατον, ἀνυμνήσωμεν θεόφρονες, τὸν οὐρανοβάμονα Ἀλέξανδρον.
Ναοῦ τοῦ θείου Κυρίου πιστὸς θεράπων μάρτυς Ἀλέξανδρε ἀνεδείχθης· τὴν εἰκόνα σου ὅθεν μετὰ πόθου ἀσπαζόμεθα.
Σῶσον, Πάτερ, τοὺς θείᾳ τὰ νῦν εἰκόνι σου κύπτουσι καὶ δυνάμει τῇ τοῦ Πνεύματος, ῥῦσαι προσβολῶν τῶν τοῦ ἀλάστορος.
Θεοτοκίον.
Ἴδε, Κόρη, τοὺς δούλους σου καὶ τὴν μητρικήν σου ἀγκάλην ἄνοιξον, τὴν βεβαίαν σου παρέχουσα σώζουσαν ἡμᾶς θερμὴν ἀντίληψιν.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὦ τῆς πρὸς ἡμᾶς τοῖς προσπίπτουσι σῇ χάριτι, ἐπομβρίας οὐρανίου ἱλασμοῦ, τοῖς ἱκέταις σου, Ἀλέξανδρε θεόληπτε.
Νίκην ἐκ Θεοῦ ταῖς εὐχαῖς σου ἡμῖν δώρησαι, τοῦ βελίαρ καταργῶν τὰς προσβολάς, ὡς Κυρίου Ἀρχιθύτης, Πάτερ ἅγιε.
Ἴασαι ἡμῶν τὰς πληγᾶς θείαις πρεσβείαις σου, τοῖς προστρέχουσι σῇ σκέπῃ τῇ σεπτῇ καὶ ἀντιλήψει σου τῇ θείᾳ, Πάτερ ὅσιε.
Θεοτοκίον.
Τὴν ὑπὲρ ἡμῶν μεσιτείαν σου αἰτούμεθα, ἧν προσάγαγε Ἀλεξάνδρου ταῖς λιταῖς, πρὸς τὸν Κύριον ὃν ἔτεκες, Πανύμνητε.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἤρθη ἀφ’ ἡμῶν τῆς ψυχῆς πᾶσα σκοτόμαινα, τῇ πρεσβείᾳ τοῦ σεμνοῦ Ἀρχιθύτου, τοῦ τῶν πιστῶν ἱλαροῦ ποδηγέτου, τῶν ἐν ἀνάγκαις προθύμου ἀντιλήπτορος, τῶν προσπιπτόντων ἐπ’ αὐτῷ καὶ ἐκζητούντων αὐτοῦ τὴν βοήθειαν.
Νενίκηται ἡ ἐν ἡμῖν ἐσχάτη ἔκπτωσις, τοῦ Κυρίου σεπτὲ Ἱεράρχα· ὡς εἰληφὼς γὰρ πλουσίαν τὴν χάριν τοῦ θεραπεύειν τὰ πάθη καὶ τραύματα καὶ τὰς ὀδύνας τῆς ψυχῆς ἡμῶν διώκεις τὴν ζόφωσιν, ἔνδοξε.
Ἆρον τὸν κλοιὸν πειρασμῶν, πάτερ Ἀλέξανδρε, σαῖς ἐμπύροις πρὸς τὸν Κύριον πρεσβείαις· θαυματουργεῖν γὰρ ἐκομίσω τὴν χάριν καὶ δωρεὰν τὴν τοῦ Πνεύματος, Ὅσιε· διὸ ὡς προστάτης ἀληθῶς, Καππαδοκίας ἁπάσης τεμίμησαι.
Θεοτοκίον.
Ναῷ σου θείῳ προσφεύγομεν, Κόρη, καὶ μετὰ πίστεως οἱ δοῦλοί σου βοῶμεν· Χριστὸν δυσώπει σου δεόμεθα, Μῆτερ, τοῦ ἐλεῆσαι ἡμᾶς τοὺς προστρέχοντας, ὑπὸ τὴν σκέπην τὴν σεπτήν σου τῆς Μητρὸς τοῦ, Μαρία θεόνυμφε.
Διάσωσον τοῦ Ἱεράρχου πρεσβείαις Ἀλεξάνδρου, ὅτι πάντες κατόπιν σοῦ αὐτῷ καταφεύγομεν, ὡς ἔχοντα τὴν πρός σε παῤῥησίαν.
Ἐπίβλεψον ἐπικαμπτόμενος Θεοτόκου καὶ Ἀλεξάνδρου ταῖς λιταῖς οἰκτῆρμον, ἐφ’ ἡμᾶς τοὺς ἀσθενεῖς, καὶ λύτρωσαι τὸν λαόν σου.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Μεσιτείᾳ θείᾳ τῆς Μητρός σου, πολυέλεε, ἱκεσίαις Ἀλεξάνδρου καὶ ἀπαύστοις δεήσεσι, τῷ σῷ λαῷ ἐπίβλεψον καὶ σῶσον ἡμᾶς· ἡμάρτομέν σοι, Ἀγαθέ, καὶ παροργίζομεν ἀεί, τὴν σὴν σεπτὴν ἀγαθότητα· δέχου τὴν μεσιτείαν τῆς παναχράντου Μητρός σου, ἐπικαμπτόμενος, Σωτήρ, Αὐτῆς ταῖς δεήσεσι.
Προκείμενον.
Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στίχος. Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη, ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ἰωάννην.
(Κεφ. ι΄ 1-9).
Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής· ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστι τῶν προβάτων. Τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόβατα καλεῖ κατ’ ὄνομα καὶ ἐξάγει αὐτά. Καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ· ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ’ αὐτοῦ, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς. Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς· ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. Πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται εἰσὶ καὶ λῃσταί· ἀλλ’ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. Ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει.
Δόξα.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Δεῦτε τὸν Ἀλέξανδρον τὸν τῆς Σιὼν Ἀρχιθύτην, ἐν ὕμνοις τιμήσωμεν, οἱ αὐτῷ προσπίπτοντες μετὰ πίστεως, τῷ Θεῷ οὗτος γάρ, ὑπὲρ λαοῦ ἅπαντος, μετὰ ζέσεως προσδέεται, ἐπικαλούμενος ἐφ’ ἡμᾶς Κυρίου τὸ ἔλεος· καὶ Τούτου τὴν σωτήριον ἐπὶ τοῖς δεομένοις βοήθειαν· χαῖρέ σοι βοῶντες· δοχεῖον τοῦ Κυρίου ἐκλεκτὸν καὶ τῆς Αὐτοῦ παρατάξεως Μάρτυς τιμιώτατε.
Σῶσον ὁ Θεός, τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὕμνος ἡ σῇ ἐφάνῃ βιοτῇ τῷ Θεῷ σου, διὸ Ἀλέξανδρε, Σιὼν πέλεις τὸ κλέος, ἐν σοὶ δὲ ἐγκαυχάται, ἧ καὶ ψάλλει κραυγάζουσα· ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.
Μέγιστα ἠργάσω ἐν μέσῳ τοῦ σταδίου ἀγωνισάμενος, πάτερ Ἀλέξανδρε, ὅτε τοῖς θηρίοις ἀγρίοις ἐπεῤῥίφθης καὶ ἀπαύστως ἐκραύγαζες· ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.
Νόσων καὶ κινδύνων ἰατρὸς ἐδόθης, Πάτερ, τῷ κόσμῳ, διὸ θεράπευσον τραύματα καὶ πληγάς τε ἡμῶν τὰς ἀοράτους, ὅπως ἀεὶ ἐκβοῶμέν σοι· ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ὦ Μῆτερ Θεοτόκε, ἐπαίρουσα μὴ παύῃς χεῖρας Υἱῷ σου Ἁγνή· ἀνάψυξον, Παρθένε, ψυχᾶς πεπυρωμένας, τῶν μετὰ πόθου ψαλλόντων σοι· χαῖρε οὐράνιε λιμὴν πάντων τῶν σωζομένων.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἁγίων, Πάτερ, ἐμιμήσω τόν βίον, διὸ χαρίτων πλησθεὶς παρὰ Κυρίου, προστάτης πάντων ἡμῶν καὶ ἔφορος νῦν πέλεις.
Ναὸς καὶ εἰκόνα τοῦ θείου Ἀλεξάνδρου, ἱατρεῖον πρόκεινται τοῖς πᾶσι τοῖς αὐτοῦ τιμῶσι τὴν θειοτάτην μνήμην.
Τήνδε πληροῦντες ᾠδὴν Ἀλεξάνδρου, ἐλπίζομεν τυχεῖν αὐτοῦ πρεσβείαις, ἐν μετανοίᾳ, τοῦ μακαρίου τέλους.
Θεοτοκίον.
Ὦ φῶς μοι δίδου, ψυχῆς ἀορασίαν, φωταγωγοῦσά συ, φωτὸς ἀκτίστου Μῆτερ, τοῦ δεομένου τυχεῖν τοῦ σοῦ ἐλέους.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Νικῆσαι διαβόλου δόκανα καὶ παγίδας τῇ σῇ πρεσβείᾳ αἰτούμεθα, Ἀλέξανδρε· οἱ τὴν σὴν μνήμην τιμῶντες Μαρτύρων σύσκηνε.
Ἴδε μου τὴν πτωχείαν τοῦ ταῦτα στιχουργοῦντος καὶ σαῖς πρεσβείαις πρὸς Κύριον, Ἅγιε, ἐμὴν ψυχὴν καταπλούτισον Πνεύματος χάρισι.
Ὁδὸν τῆς μετανοίας ἀξίωσον βαδῖσαι καὶ τὸ χειρόγραφον, μάκαρ, διάῤῥηξον τῆς ἁμαρτίας, τοῦ σὴν μνήμην πᾶσι κηρύττοντος.
Θεοτοκίον.
Σωτῆραν ἡ τεκοῦσα, παρθένε Θεοτόκε, σὺν Ἀλεξάνδρῳ Κυρίῳ πρεσβεύσατε, ἵνα δωρήσηται ἡμῖν, ἁμαρτιῶν τὴν ἄφεσιν.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Δεῦτε νῦν τιμήσωμεν οἱ πιστοί, Ἀλέξανδρον θεῖον, τὸν τῆς Πίστεως ὁδηγόν, τὸν ἐν τῷ σταδίῳ Κύριον τὸν Σωτῆρα κηρύξαντα ἐν μέσῳ, Θεὸν σαρκούμενον.
Χαίροις Πάτερ ἅγιε θαυμαστέ, μύστα τῆς παιδείας, τῶν γραμμάτων προνοητά· χαίροις Καισαρείας ὁ γόνος τε καὶ Μάρτυς καὶ Ἱεροσολύμων ποιμὴν ὁ ἔνδοξος.
Ἐν Ἀλεξανδρείᾳ ὁ τῆς Σχολῆς τὰς τρίβους ἰθύνας πρὸς τῆς πίστεως τὰς πηγάς, ὁδήγησον, μάκαρ, καὶ τὴν ἡμῶν παιδείαν, πρὸς πόαν Παρακλήτου, θεῖε Ἀλέξανδρε.
Μαρτυρίου αἵματι τὴν στολήν ψυχῆς πορφυρώσας, νῦν χορεύεις ἐν οὐρανοῖς, μετὰ τῶν Ἁγίων Μαρτύρων Ἱεράρχα, ὅθεν ἡμῖν ἐκεῖθεν πίστιν ἐπόμβρισον.
Τὸ Μεγαλυνάριον τοῦ Ἁγίου τοῦ Ναοῦ ἢ τοῦ Ἁγίου τῆς ἡμέρας. Καὶ κλείομεν μετὰ τοῦ·
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ἔνθεος ἐδείχθης μιμητὴς τῶν σῶν ἐξαιρέτων προτύπων, τοῦ θείου Κλήμεντος, Ναρκίσου τε Μάρτυρος, Ἀγγέλου τοῦ τῆς Σιών, ὧν τὴν χάριν ἐκέκτεισω καὶ τούτων τὴν θέαν ἀπολαύεις σήμερον ἐν οὐρανοῖς παροικῶν· ὅθεν, σοῦ δεόμεθα, Πάτερ, τῆς τοῦ Παραδείσου εὐκλείας τυχεῖν ἡμᾶς εὐχαῖς σου καταξίωσον.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.