Παρακλητικός Κανών εις τον Άγιο Νεομάρτυρα Αναστάσιο τον εν Παραμυθίας
Ποίημα Ιερομονάχου Αθανασίου Σιμωνοπετρίτου
†Εορτάζετε στις 18 Νοεμβρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα άναγινώσκοντες τόν ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησιν μου ἐν τῆ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῆ δικαιοσύνη σοῦ καί μή εἰσέλθῃς εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσον μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου μή ἀποστρέψῃς τό πρόσωπον σου ἀπ’ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοί ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μοῦ ἐξελοῦ μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. Δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μοῦ τό πνεῦμα σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματος σου, Κύριε, ζήσεις μέ, ἐν τῆ δικαιοσύνη σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος σου εἰμι.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἀ’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τά ἔθνη ἐκύκλωσαν με, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὑτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρά Κυρίου ἐγένετο αὕτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
καὶ τὸ Τροπάριον.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ.
Τῆς ἀναστάσεως λαμπρὸς υἱὸς πέλων, οὐκ ἐπτοήθης τοῦ θανάτου τὸ θράσος, ἀλλὰ γενναίως ἤθλησας αἰσχύνας τὸν ἐχθρόν· τῷ σταυρῷ ὑπέταξας, ἡμισέληνον ῎Αγαρ, θεῖε Ἀναστάσιε, τῇ σοφῇ σου ἐνστάσει, Νεομαρτύρων κλέος γεγονώς, παραμυθῶν δέ, τοὺς πίστει σε μέλποντας.
Δόξα, Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτὲ Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων, τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σὺώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Εἶτα ὁ Ν’ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Καὶ ὁ κανών, οὗ ἡ ἀκροστιχίς·
Μάρτυς Ἀναστάσιε, δεήσεώς μου πρόσχες. Ἀ(θανάσιος).
ᾨδὴ α΄. ῏Ηχος πλ. δ΄. ῾Υγρὰν διοδεύσας.
Μαρτύρων τὸ στέφος ἀναδηθείς, παράκλησις θεία, τοῖς πιστεύουσιν ἀθλητά, ἐγένου διό σοι μετὰ πόθου, ἱκετικῶς προσπελάζομεν ῞Αγιε.
Ἀνάστησον μάρτυς σοὺς ὑμνητάς, ἐκ πτώσεως πάσης, καὶ ἀξίωσον σαῖς εὐχαῖς, τηρῆσαι ἐν πάσῃ εὐλαβείᾳ, τὴν πρὸς Χριστὸν ἐκ ψυχῆς ἀφοσίωσιν.
῾Ρυσάμενος Μάρτυς σὴν ἀδελφήν, ἐκ τῶν μισοάγνων, ῥῦσαι πάντας τοῦ πονηροῦ, ποθοῦντος ἡμᾶς καταμολῦναι, ἁγνὴν τηροῦντας ψυχὴν τὴν θεόπλαστον.
Θεοτοκίον
Τοῦ ὄφεως θῦμα πρώτη γυνή, ἐγένετο Κόρη, ἧς τὸ πτῶμα θεοπρεπῶς, ἀνήγειρας τόκῳ σου τῷ θείῳ, ῝Ον ἐξιλέου ἡμῖν τοῖς ὑμνοῦσί σε.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὓλης πᾶσαν πατήσας, ἀπὸ ψυχῆς πρόκλησιν, θεῖε Ἀναστάσιε ὤφθης, ἄλλος τις ἄγγελος, μόνον τὰ μένοντα, ἐπιποθῶν ὅθεν μάρτυς, ὕλης με ἀνώτερον δεῖξον τὸν ἄθλιον.
Σταθηρὰν ἔχων γνώμην, τῆς ἀληθοῦς πίστεως, γέγονας κλεινὸς θεολόγος, ὦ ᾿Αναστάσιε, καὶ ἐμυκτήρισας, τοῦ διαβόλου τὴν πλάνην, ἥν με καταξίωσον, πατεῖν ἀείποτε.
Ἂνω ᾖρας καρδίαν, καταφρονῶν πάντιμε, ἄνθος τῆς νεότητος, κάλλη, πλοῦτον τὸν ῥέοντα, καὶ συνεσταύρωσαι, τῷ ᾿Ιησοῦ Νεομάρτυς, ῟ῼ κἀμὲ συσταύρωσον, τὸν ζωοθάνατον.
Θεοτοκίον
Νικηφόρον με δεῖξον, κατὰ παθῶν ῎Αχραντε, τὸν ἀεὶ ἡττώμενον τούτων, ταῖς ἐπικλύσεσι, καὶ τὴν ἀπάθειαν, δός μοι ταῖς θείαις εὐχαῖς σου, ἵνα εὕρω Πάναγνε, τὴν σωτηρίαν μου.
Διάσωσον, τοὺς σὲ τιμῶντας κλεινὲ Νεομάρτυς, τῶν τοῦ βίου δεινῶν περιστάσεων, καὶ δίδου λύσιν ἀχθηρῶν, πρὸς Χριστὸν μεσιτεύων.
Ἐπίβλεψον ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἲτησις καὶ τὸ Κάθισμα.
῏Ηχος β΄. Πρεσβεία θερμή.
Τῆς ῎Αγαρ καλῶς, τὴν πλάνην ἐναπέπνιξας, δειχθεὶς στηριγμός, πιστῶν ᾿Αναστάσιε, χορηγῶν τὴν ἴασιν, ταῖς ψυχαῖς τε ἡμῶν καὶ τοῖς σώμασι, εὐχαῖς σου μάρτυς ταῖς σεπταῖς, πρὸς τὸν Κύριον ἀείποτε.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἀκατάβλητον φρόνημα, ἔχων πρὸ τυράννων καλῶς ἐνήθλησας, ὅθεν μάρτυς ᾿Αναστάσιε, δὸς ἡμῖν καρδίας γενναιότητα.
Σύντριψόν μοι ἀντίδικον, τὸν ψυχὴν ὀλέσαι ἐπιποθοῦντα μου, ἵνα μάρτυς ᾿Αναστάσιε, ἐλευθερωθεὶς ἀνευφημήσω σε.
Τοὺς ὀδόντας τοῦ δράκοντος, ἔθλασας γενναίως Μάρτυς ἀήττητε, ὃν ὁρμῶντα μοι κατάβαλε, καὶ ταῖς σαῖς εὐχαῖς αὐτὸν κατάδησον.
Θεοτοκίον
Ἀκατάφλεκτος ἔμεινας,πῦρ δεχθεῖσα Μῆτερ τὸ τῆς Θεότητος, ὅθεν φύλαξον δεόμεθα, καὶ ἡμᾶς πυρὸς τοῦ τῆς κολάσεως.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Σκότους ζοφεράν, πλάνην μάρτυς ᾿Αναστάσιε, ὡς διέλυσας ἀθλήσει σου στεῤῥᾷ, ἐκδιώξαις, ἐκ ψυχῶν τῶν πόθῳ γεραιρόντων σε.
Ἲασαι ψυχῶν, καὶ σωμάτων ἄλγη ῞Αγιε, ἐκδυσωπούμενος Χριστὸν τὸν ᾿Ιατρόν, Οὗ τῆς ἀγάπης, θῦμα ὤφθης ὁλοκάρδιον.
Ἒκτεινον Χριστῷ, τὰς σὰς χεῖρας ᾿Αναστάσιε, παραμυθῶν τοὺς καταπίπτοντας ἀεί, νόσοις ποικίλαις, καὶ τοῦ βίου περιστάσεσι.
Θεοτοκίον
Δέομαι ῾Αγνή, τῆς ψυχῆς μου σκότος δίωξον, ὅπως κατίδω νοερῶς τὸ φῶς Χριστοῦ, καὶ μὴ προσκόψω, ἁμαρτίας λίθῳ Πάναγνε.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἐχάρησαν, τῶν Μαρτύρων τάγματα, ἀθληφόρε ᾿Αναστάσιε ὅτε, στέφος λαμπρόν, ἀνεδήθης ἀξίως, καὶ Βασιλείας Χριστοῦ ὤφθης μέτοχος· ἀξίωσον οὖν καὶ ἡμᾶς, μετασχεῖν ταύτης πάντας πρεσβείαις σου.
Ἠλόγησας, Νεομάρτυς ἔνδοξε, τῶν φθαρτῶν καὶ ἐπικήρων τοῦ βίου, διὰ Χριστοῦ, τὸν ἀνέκλειπτον πλοῦτον, ὃν χορηγεῖ τοῖς ποθοῦσι τὰ μέλλοντα, διὸ ἀνάδειξον αὐτοῦ, καὶ ἡμᾶς κληρονόμους φιλάδελφε.
Στερέωσον, διανοίας ἅγιε, ᾿Αναστάσιε ἡμῶν κλονουμένας, ἐκ τῶν πικρῶν, συμβαινόντων τοῦ βίου, καὶ τὴν εἰρήνην ἀτάραχον πάρεχε, καρδίαις τῶν ἀπὸ ψυχῆς, αἰτουμένων θερμὴν μεσιτείαν σου.
Θεοτοκίον
Ἐπάκουσον, Παναγία Δέσποινα, τῶν αἰτούντων μητρικήν σου πρεσβείαν, ἔχεις καὶ γάρ, παῤῥησίαν μεγίστην, πρὸς τὸν Υἱόν σου ὡς τοῦτον κυήσασα, καὶ πάντοτε ἱκετικῶς, ἐξισχύεις ἡμῖν τὰ ἀδύνατα.
Διάσωσον, τοὺς σὲ τιμῶντας κλεινὲ Νεομάρτυς, τῶν τοῦ βίου δεινῶν περιστάσεων, καὶ δίδου λύσιν ἀχθηρῶν, πρὸς Χριστὸν μεσιτεύων.
Ἂχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἲτησις καὶ τὸ Κοντάκιον.
῏Ηχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἠδονῶν τῶν προσκαίρων ἠλόγησας, τῷ πυρὶ τοῦ Χριστοῦ πυρπολούμενος, ὅθεν ξίφους, μαρτυρικοῦ ἐδέξω τὴν φοράν, δι᾿ οὗ, εἴληφας ἀθλητικῶς, ὦ ᾿Αναστάσιε σοφέ, τὸν ἀμάραντον στέφανον· πρέσβευε οὖν τρισμάκαρ, ὅπως ἀεὶ τηρῶμεν, οἱ σὲ τιμῶντες ἐκ ψυχῆς, τὴν ἀγάπην πρὸς τὸν Κύριον.
Προκείμενον.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχος. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν αὐλαῖς αὐτοῦ ἐξανθήσει.
Ευαγγέλιον. ᾿Εκ τοῦ κατὰ Λουκᾶν (Κεφ. κα’. 12-19)
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Προσέχετε ἀπὸ τῶν ἀνθρώπων. ᾿Επιβαλοῦσι γὰρ ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου. ᾿Αποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν, οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων, καὶ θανατώσουσιν ἐξ ὑμῶν. Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου. Καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.
Δόξα.
Νεομάρτυρός σου, πρεσβείαις ᾿Ελεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὂντως ᾿Αναστάσιος κατὰ τὴν κλῆσίν σου ὤφθης, νεομάρτυς ἔνδοξε, πλάνην τὴν ψυχώλεθρον, πνίξας αἵμασι, ἃ προθύμως ἔχυσας, ὑπὲρ τοῦ Δεσπότου, ῝Ον ἀεὶ θερμῶς ἱκέτευε, ὦ γενναιόψυχε, ὑπὲρ τῶν τιμώντων τὴν μνήμην σου· καὶ γὰρ πολλοῖς ἐν πάθεσι, κείμεθα καὶ νόσοις οἱ ἄθλιοι. ῞Οθεν μὴ ἐλλείπῃς, ἡμᾶς παραμυθεῖν εὐχητικῶς, καὶ πῦρ ἀνάπτειν τῆς πίστεως, ταύτης ὡς ὑπέρμαχος.
Σῶσον ὁ Θεός τὸν λαό σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς ᾿Ιουδαίας.
Ὢφθη ζεῦγος ᾿Αγγέλων, ἐνισχῦον σε Μάρτυς εἰς τὴν εὐσέβειαν, ἐν φυλακῇ σου ὄντος, ὃ καὶ Μουσᾶς κατεῖδε, καὶ ἐπλήσθη συνέσεως, μεθ᾿ οὗ βοῶμεν Χριστῷ, ἀεὶ εὐλογητὸς εἶ.
Σωτηρίας ἐγένου, τῷ Μουσᾶ ᾿Αναστάσιε θεῖος πρόξενος, διδάξας ἀληθείας, Χριστοῦ κεφαλαιώδη, καὶ χρειώδη ἐντάλματα, ἐν οἷς τὸν βίον κἀμέ, ἰθύνειν ἀξιώσαις.
Μὴ ἐκκλίνας θωπείαις, καὶ γλυκέσι τυράννου Μάρτυς προσρήσεσι, τὸ ξίφος ἔσχες κλῆρον, δι᾿ οὗ πρὸς τὸν Δεσπότην, ἀνελήλυθας εὔδρομος, ῝Ον ἐξιλέου ἀεί, ὑπὲρ τῶν σὲ τιμώντων.
Θεοτοκίον
Οὐρανὸν δεῖξον Μῆτερ, τὴν ψυχήν μου καθάπερ ἀστέρας ἔχοντα, πληθὺν τῶν χαρισμάτων, ἃ δίδωσι Υἱός σου καὶ παμπόθητος Κύριος, τοῖς εὐλογοῦσιν Αὐτόν, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
‘Υπαίθριόν σου, καταλείψας τὸ σκῆνος, ὁ ὠμότατος τύραννος τρισμάκαρ, εἶδεν οὐρανόθεν, τὸ φῶς σε περιλάμψαν.
Παραμυθία, γεγονὼς σῇ πατρίδι, ᾿Αναστάσιε θεῖε νεομάρτυς, πάντας μὴ ἐλλείπῃς, προσπίπτοντάς σοι σῴζειν.
‘Ροαῖς δακρύων, τὴν σὴν θήκην κυκλοῦντες, ἐξαιτούμεθα δυσχερῶν τὴν λύσιν, καὶ ψυχαῖς εἰρήνην, ὦ θεῖε Νεομάρτυς.
Θεοτοκίον
Ο χρόνος Μῆτερ, τῆς ἐπὶ γῆς παροικίας, καθ᾿ ἡμέραν συντέμνεται ἀκάρπως, ὅθεν ἔγκαρπόν με, δεῖξον πρὶν τῆς θανῆς μου.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Στερέωσον νοός μου, θεῖε Νεομάρτυς, τοὺς λογισμοὺς ὀλισθαίνοντας πάντοτε, καὶ ἐν Χριστοῦ τῇ ἀγάπῃ, τούτους καθήλωσον.
Χαρίτωσον τὸν βίον, θείας σου πρεσβείαις, τῶν γεραιρόντων σεπτὸν σου μαρτύριον, καὶ ἐκζητούντων σὴν χάριν, ὦ ᾿Αναστάσιε.
Ἐνίσχυσον καρδίας, τὰς συνεχομένας, βιοτικαῖς περιστάσεσιν ῞Αγιε, καὶ παραμύθησον ταύτας, τῇ μεσιτείᾳ σου.
Σωμάτων ἀσθενείας, καὶ ψυχῶν τὰ πάθη, δίωξον μάρτυς κλεινὲ ᾿Αναστάσιε, ἵνα γεραίρωμεν πόθῳ, τοὺς θείους ἄθλους σου.
Θεοτοκίον
Ἀνάνηψον ψυχή μου, ἐκ τῆς ῥαθυμίας, καὶ πρὸς Χριστὸν ὅσον τάχει ἐπίστρεψον, Παραμυθίαν Μητέρα, Αὐτοῦ κατέχουσα.
Ἂξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα μεγαλυνάρια,
Τῆς Παραμυθίας τερπνὸς βλαστός, καὶ πάσης ᾿Ηπείρου, νέον κλέος ὤφθης σοφέ, ὅθεν σου τὴν μνήμην, τελοῦμεν τὴν ἁγίαν, χαρμονικῶς τιμῶντες, σὲ ᾿Αναστάσιε.
Λάμψον ταῖς καρδίαις σῶν ὑμνητῶν, θεῖε Νεομάρτυς, τῷ φωτὶ τῷ χαροποιῷ, ὅπερ λείψανόν σου, κατέλουσε πλουσίως, καὶ δίωξον τὰ νέφη, παθῶν τὰ μέλανα.
Θείας ᾿Αναστάσεως γεγονώς, καὶ υἱὸς καὶ μάρτυς, Ἀναστάσιε θαυμαστέ, πάντων τὰς καρδίας, τῶν σὲ τιμώντων πόθῳ, ἀνάστησον πρεσβείαις, ταῖς θεοδέκτοις σου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν,εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ και τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἔκτενῆς καὶ Ἀπόλυσις, μεθ᾽ ἣν ψάλλομεν τὸ ἑξῆς·
῏Ηχος β΄. ῞Οτε ἐκ τοῦ ξύλου σε.
Ὢσπερ νοητοὶ ἀγαρηνοί, οἱ ἐχθροὶ ἡμῶν ἀπαιτοῦσι τοῦ ἀπολέσαι ψυχάς, μάρτυς ᾿Αναστάσιε, Παραμυθίας βλαστέ, ὑποσχόμενοι μάταια, τρυφὴν τὴν τοῦ κόσμου, δόξαν τε τὴν πρόσκαιρον, καὶ σαρκικὰς ἡδονάς· ὅθεν σοῦ δεόμεθα μάκαρ, πρόφθασον εὐχαῖς σου ἁγίαις, καὶ ἠπορημένους παραμύθησον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.
Στίχοι·
Ἂγαρ νοητὴν κατάσφαξόν μοι τάχει,
Ἀναστάσιε, παραμυθῶν με ἅμα.