Παρακλητικός Κανών εις τον Άγιο Αντώνιο τον Νέο τον Θαυματουργόν τον έν Βέροια Ασκήσαντα

Ποίημα Γερασίμου μοναχοῦ Μικραγιαννανίτου

†Εορτάζεται στις 17 Ιανουαρίου

Εὐλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὸ τροπάριον.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς κεκτημένος οὐρανόθεν τὴν χάριν, πάσης ἀνάγκης καὶ παθῶν καὶ κινδύνων, καὶ νοσημάτων πάντας ἀπολύτρωσαι, Ὅσιε Ἀντώνιε, τοὺς πιστῶς προσιόντας, τῇ θερμῇ πρεσβείᾳ σου, τὸν Χριστὸν ἱκετεύων, ἡμῖν διδόναι θεῖον ἱλασμόν, καὶ εἰρηναίαν, ἐν βίῳ κατάστασιν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμεν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς:
Δίδου ἡμῖν βοήθειαν Πάτερ. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Δυνάμει τῶν θείων σου πρεσβειῶν, ἰσχὺν ἡμῖν δίδου, κατὰ πάσης ἐπιβουλῆς, Ἀντώνιε Πάτερ θεοφόρε, τοῦ καθ’ ἡμῶν μαινομένου ἀλάστορος.

Ἰάσεις πηγάζων παντοδαπάς, ψυχῶν καὶ σωμάτων, θεραπεύεις πάθη δεινά, διὸ ἡμῖν δίδου θεοφόρε, τῆς εὐλογίας τῆς σῆς χάριν ἄφθονον.

Δοξάσας τὸν Κύριον ἐπὶ γῆς, Αὐτὸν ἐκδυσώπει, ἀδοξίας τῆς τῶν παθῶν, Ἀντώνιε Πάτερ ἐκλυτροῦσθαι, τοὺς ἀδιστάκτῳ ψυχῇ προσιόντας σοι.

Θεοτοκίον.
Ὁλόφωτον σκήνωμα τοῦ Θεοῦ, κεχαριτωμένη, παντευλόγητε Μαριάμ, δοχεῖον τῆς θείας ἐνεργείας, τὴν ταπεινήν μου καρδίαν ἀνάδειξον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὑπελθὼν τοὺς ἀγῶνας τῆς ἀρετῆς Ὅσιε, πρέσβυς ἡμῖν μέγας ἐδόθης, πρὸς τὸν οἰκτίρμονα, Ὃν καθικέτευε, πάσης ἀνάγκης καὶ βλάβης, ῥύεσθαι Ἀντώνιε, τοὺς ἐυφημοῦντάς σε.

Ἡ Βεῤῥοίας σε πόλις θεῖον φρουρὸν κέκτηται, καὶ τοῖς σοῖς ἁγίοις λειψάνοις, καθαγιάζεται, Πάτερ Ἀντώνιε, ἁγιασμόν τε καὶ ῥῶσιν, ἐξ αὐτῶν λαμβάνουσα, Πνεύματος χάριτι.

Μὴ ἐλλίπῃς πρεσβεύων ὑπὲρ ἡμῶν Ὅσιε, τῶν πανευλαβῶς προσιόντων, τῇ θείᾳ κάρᾳ σου,, ὡς ἂν ῥυώμεθα, ἀσθενειῶν καὶ κινδύνων, καὶ τῶν ἐπιθέσεων, τοῦ παναλάστορος.

Θεοτοκίον.
Ἰησοῦν τὸν Σωτῆρα καὶ τοῦ παντὸς Κύριον, ἐπ’ ἐυεργεσίᾳ Παρθένε, ἡμῶν κυήσασα, κυριευθέντα με, ὑπὸ παθῶν ἀκαθάρτων, κάθαρον καὶ σῶσόν με, τῇ Σῇ χρηστότητι.

Διάσωσον, τοὺς σοὺς ἱκέτας Ἀντώνιε θεοφόρε, πολυτρόπων ἐπιφορῶν καὶ κακώσεων, καὶ τὴν κατ’ ἄμφω ὑγείαν ἡμῖν ἐξαίτει.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἲτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Προστάτην θερμὸν καὶ θεῖον ἀντιλήπτορα, καὶ κλέος σεπτόν, ἡ Βέῤῥοιά σε κέκτηται, Ἀντώνιε μακάριε, διὰ τοῦτο πίστει κραυγάζει σοι· μὴ διαλίπῃς πρεσβεύων Χριστῷ, διδόναι ἡμῖν πταισμάτων ἄφεσιν.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νοσημάτων ἀπάλλαξον, τῶν πολυειδῶν καὶ τῶν θλίψεων, τοὺς προστρέχοντας Ἀντώνιε, τῇ σορῷ τῇ θείᾳ τῶν λειψάνων σου.

Βοηθὸς ἑτοιμότατος, πέλων τοῖς προσπίπτουσι τῇ πρεσβείᾳ σου, βοηθεῖν μὴ παύσῃ Ὅσιε, τοῖς εἰλικρινῶς σε μακαρίζουσι.

Οἱ τηκόμενοι πάθεσιν, ἴασιν λαμβάνοντες ἐκ τῆς κάρας σου, μεγαλύνουσιν Ἀντώνιε, τὴν παρὰ θεοῦ δοθεῖσαν χάριν σοι.

Θεοτοκίον.
Ἡ Θεὸν σωματώσασα, καὶ τὴν ἁμαρτίαν τὴν πάλαι λύσασα, Θεοτόκε ἀειπάρθενε, λῦσον τῶν παθῶν μου τὴν σκοτόμαιναν.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Θραῦσον τὴν ἰσχύν, τοῦ δολίου πολεμήτορος, τοῦ ἀεὶ ὠρυομένου καθ’ ἡμῶν, καὶ εἰρήνην ἡμῖν δίδου Πάτερ Ὅσιε.

Ἔλαμψας ἡμῖν, ὡς ἀστὴρ Πάτερ νεόφωτος, διὰ τοῦτο δυσωποῦμέν σε θερμῶς, παθημάτων τὴν ἀχλὺν ἡμῶν διάλυσον.

Ἴασαι ἡμῶν, τῶν ψυχῶν Πάτερ Ἀντώνιε, καὶ σωμάτων ἀσθενείας χαλεπάς, καὶ πταισμάτων ἡμῖν αἴτει τὴν συγχώρησιν.

Θεοτοκίον.
Ἄχραντε ἁγνή, Θεοτόκε ἀειπάρθενε, ἐμπαθείας καὶ ἀτόπων λογισμῶν, τὴν ῥυπῶσάν μου καρδίαν ἀποκάθαρον.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ναῷ σου, τῷ ἱερῷ ὡς λιμένι, ἀχειμάστῳ καταφεύγοντες Πάτερ, τρικυμιῶν χαλεπῶν τῶν τοῦ βίου, καὶ πάσης ζάλης ταχέως λυτρούμεθα, καὶ πρὸς εἰρήνης τὴν ὁδόν, διὰ σοῦ ἀσφαλῶς ὁδηγούμεθα.

Προστάτην, καὶ πολιοῦχον καὶ ῥύστην, τῆς Βεῤῥοίας σε πλουτοῦσα ἡ πόλις, ἐν πάσῃ ὥρᾳ καὶ πάσῃ ἀνάγκῃ, ὑπὸ τὴν σκέπην σουν πίστει προστρέχουσα, Ἀντώνιε θαυματουργέ, πάσης βλάβης λυτροῦται καὶ θλίψεως.

Ἀσκήσει, εὐαρεστήσας Κυρίῳ, παρ’ Αὐτοῦ θεοπρεπῶς ἐδοξάσθης, ἔνθεν τοὺς πάντας προφθάνεις ὀξέως, καὶ κινδυνεύοντας σώζεις Ἀντώνιε, διὸ βοῶμέν σοι θερμῶς· βοηθὸς ἡμῖν ἔσο ἐν ἅπασι.

Θεοτοκίον.
Τὸν πάντων, δημιουργὸν καὶ σωτῆρα, ἀπειράνδρως Θεοτόκε τεκοῦσα, πρὸς σωτηρίας ὁδὸν τὴν εὐθεῖαν, ἐκ τῶν βαράθρων τῆς πλάνης ἀνθέλκυσον, τοὺς ἀφορῶντας ἀκλινῶς, πρὸς τὴν Σὴν ὀξυτάτην ἀντίληψιν.

Διάσωσον, τοὺς σοὺς ἱκέτας Ἀντώνιε θεοφόρε, πολυτρόπων ἐπιφορῶν καὶ κακώσεων, καὶ τὴν κατ’ ἄμφω ὑγείαν ἡμῖν ἐξαίτει.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἲτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Ὡς τῶν Ὁσίων τῶν πάλαι ἰσότιμος, καὶ τῶν Ἁγίων Ἀγγέλων συνόμιλος, Ἀντώνιε Πάτερ μακάριε, ὑπὲρ ἡμῶν σὺν αὐτοῖς καθικέτευε, ὡς ἂν πάσης βλάβης ῥυώμεθα.

Προκείμενον
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ματθαῖον
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ᾿ ὑμᾶς καὶ μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν·  ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

Δόξα.
Ταῖς τοῦ Σοῦ Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Χάριν τὴν τοῦ Πνεύματος, οἷα Κυρίου θεράπων, κεκτημένος Ὅσιε, ὡς πηγὴν ζωήῤῥυτον τῇ καρδίᾳ σου, πειρασμῶν ἄνθρακας, καὶ παθῶν τὴν φλόγα, καὶ τὸ πῦρ τὸ ἀνυπόστατον, σβεννύει πάντοτε, τῶν ἀῤῥωστημάτων καὶ θλίψεων, καὶ θυμηδίαν ἄνωθεν, νέμεις καὶ ὑγείαν τοῖς σπεύδουσι, τῇ σῇ προστασίᾳ, Ἀντώνιε Ὁσίων καλλονή, Χριστὸν ἡμῖν ἱλεούμενος, τὸν σὲ θαυμαστώσαντα.

Σῶσον ὀ Θεός τὸν λαό σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐκ σιγῆς τῆς ἐρήμου ὡς πολύφωτος λύχνος ἡμῖν ἀνέλαμψας, Ἀντώνιε παμμάκαρ, καὶ τῶ φωτὶ τῷ θείῳ, καταυγάζεις τοὺς ψάλλοντας· ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ῥύου πάσης ἀνάγκης καὶ δεινῶν παθημάτων Πάτερ Ἀντώνιε, καὶ πάσης ἐν τῷ βίῳ, πικρίας καὶ μανίας, τοῦ δεινοῦ πολεμήτορος, τοὺς ἐκζητοῦντας θερμῶς, τὴν θείαν ἀρωγήν σου.

Γέρας θεῖον ἡ πόλις τῆς Βεῤῥοίας εὑροῦσά σε Πάτερ Ὅσιε, ἀεὶ ἐπιβοᾶται, τὴν σὴν ἐπιστασίαν, ἣν μὴ παύσῃ δωρούμενος, ὡς ἂν τῶν πικρῶν πειρασμῶν, ῥυώμεθα ταχέως.

Θεοτοκίον.
Ἐνεπλήσθην μωλώπων νοητῶν Θεοτόκε ῥοπῇ τῇ χείρονι, ἀλλὰ τῆς τούτων Κόρη, ψυχήν μου τὴν ἀθλίαν, δυσωδίας ἀπόπλυνον, καὶ ἕξεως πονηρᾶς, ἀπάλλαξον τὸν νοῦν μου.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ῥείθροις ἀΰλοις, τῶν πρεσβειῶν σου παμμάκαρ, τὴν αὐχμῶσάν μου κατάρδευσον καρδίαν, ὡς ἂν μετανοίας, καρπὸν ἐνέγκῃ θεῖον.

Ἄνωθεν ἴδε, τοὺς εὐλαβῶς παρεστῶτας, τῇ εἰκόνι σου καὶ τοῖς σεπτοῖς λειψάνοις, καὶ τὰς τούτων πλήρου, Ἀντώνιε αἰτήσεις.

Σύντριψον Πάτερ, τὰς καθ’ ἡμῶν ἐπηρείας, τοῦ ἀλάστορος καὶ ἄτρεπτον εἰρήνην, δίδου θεοφόρε, ἡμῖν τῇ σῇ πρεσβείᾳ.

Θεοτοκίον.
Ἰλύος Κόρη, τῆς τῶν παθῶν τὴν ψυχήν μου, ἀποκάθαρον ὡς τοῦ ἐλέους βρύσις, τῆς συσσωρευθείσης, ἐκ λογισμῶν ἐκτόπων.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μονὰς τὰς οὐρανίους, Πάτερ κατοικήσας, τοὺς ἐπὶ γῆς σε τιμῶντας Ἀντώνιε, πειρατηρίων γηΐνων ἀτρώτους φύλαττε.

Ὁ μέγας τῆς Βεῤῥοιας, καὶ θερμὸς προστάτης, μεγάλων πόνων καὶ θλίψεων λύτρωσαι, τοὺς μεγαλύνοντας Πάτερ τὴν πολιτείαν σου.

Ὑπέρτερον τὸν νοῦν, πάσης ἐμπαθείας, τῇ σῇ πρεσβείᾳ Ἀντώνιε ἔργασαι, καὶ μετανοίας τῇ πέτρᾳ αὐτὸν στερέωσον.

Θεοτοκίον.
Ὑφάψασα τὴν φλόγα, ἔνδον τῆς ψυχῆς μου, τῆς θεϊκῆς ἀγαπήσεως ἄχραντε, τὰς τῶν παθῶν μου ἀκάνθας φλέξον καὶ σῶσόν με.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καί τά παρόντα Μεγαλυνάρια,
Χαίροις τῶν Ὁσίων ὁ μιμητής, καὶ τῆς ἡσυχίας ὁ ἀκοίμητος ὀφθαλμός, χαῖρε ἐγκρατείας, στηλογραφία ἔμπνους, Ἀντώνιε παμμάκαρ, Βεῤῥοίας βλάστημα.

Χαίρων ἐκ νεότητος τῷ Χριστῷ, Πάτερ ἀνετέθης, καὶ ἰσάγγελος ἐν σαρκί, ὤφθης ὑποὲρ φύσιν, Ἀντώνιε ἀσκήσας, διὸ τῆς οὐρανίου, χαρᾶς ἠξίωσαι.

Μόνος ἐν σπηλαίῳ μόνῳ Θεῷ, Πάτερ προσανέχων, τὰς ἐλλάμψεις τὰς μυστικάς, παρ’ Αὐτοῦ ἐδέξω, καὶ πᾶσαν τὴν μανίαν, τὴν κατὰ σοῦ καθεῖλες, τοῦ πολεμήτορος.

Χαίρει κεκτημένη ὡς θησαυρόν, ἡ πατρίς σου  Πάτερ, τὰ σὰ λείψανα τὰ σεπτά, χάριν ἰαμάτων, ἐκ τούτων καρπουμένη, καὶ πάσαν ἄλλην θείαν, δόσιν Ἀντώνιε.

Τοὺς προσερχομένους τῷ σῷ ναῷ, ῥῦσαι ἀπὸ πάσης, δυσχερείας καὶ προσβολῆς, τῶν ἀντικειμένων, δολίᾳ Πάτερ γνώμῃ, Ἀντώνιε καὶ δίδου, πᾶσι τὴν χάριν σου.

Ἴασαι σωμάτων καὶ τῶν ψυχῶν, Πάτερ τὰς ὀδύνας, ὡς τοῦ Πνεύματος θησαυρός, καὶ τῶν ἀκαθάρτων, πνευμάτων πᾶσαν λύμην, τὴν καθ’ ἡμῶν Ἀντώνιε, ἀποδίωκε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς:

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας, τοὺς προσπίπτοντας πιστῶς, Πάτερ τῇ σεπτῇ σου εἰκόνι, καὶ τοῖς λειψάνοις σου, Ὅσιε Ἀντώνιε, τῶν Βεῤῥοιέων χαρά, ἀνωτέρους διάσωζε, παθῶν καὶ κινδύνων, καὶ παντοίων θλίψεων, τῇ προστασίᾳ σου, αἴτει δὲ ἡμῖν θεοφόρε, ἄφεσιν πταισμάτων θεόθεν, καὶ χαρὰν καὶ νόσων ἀπολύτρωσαι.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.

 

Χαιρετισμοί εις τον Άγιο Αντώνιο τον Νέο τον Θαυματουργόν τον έν Βέροια Ασκήσαντα