Παρακλητικός Κανών εις τον Άγιο Ένδοξο Απόστολο Φιλήμων
Ποίημα του Σεβασμιωτάτου Μητροπολίτου Ρόδου Κυρίλλου
†Εορτάζεται στις 6 Ιουλίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ.
Τὴν τῶν θαυμάτων δωρεὰν κεκτημένος, ὡς εὐσεβείας ἀληθὴς φυτοκόμος, τοὺς εὐλαβῶς προστρέχοντας τῷ θείῳ σου ναῷ, πρόφθασον καὶ λύτρωσαι, ἐκ πικρῶν νοσημάτων, πᾶσι παρεχόμενος, τὴν κατ’ ἄμφω ὑγιείαν, σὺ γὰρ ταχὺς ὑπάρχεις ἰατρός, ἱεροκῆρυξ, Φιλήμων τοῖς πάσχουσι.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς ἐν τοῖς Θεοτοκίοις Κυρίλλου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Δυνάμει ἁγίων σου πρεσβειῶν, ἰσχὺν κατὰ πάσης, ἐπινοίας τοῦ πονηροῦ, δίδου τοῖς ἱκέταις σου Φιλήμων, ἐν πατρικῇ συμπαθείᾳ δεόμεθα.
Ὡς δεδοξασμένος παρὰ Θεοῦ, θερμὸς ἀντιλήπτωρ, ἐπιφάνηθι τοῖς πιστοῖς, αὐτοὺς ἐξαιρούμενος κινδύνων, τῇ χάριτί σου Φιλήμων ἁπόστολε.
Ἐπίβλεψον δεῦρο ἐν ἱλαρῷ, ὄμματι Φιλήμων, καὶ ἐπόμβρησον δαψιλῶς, τὴν δρόσον τῆς θείας χάριτός σου, τοῖς προσφοιτῶσι ναῷ τῷ ἁγίῳ σου.
Θεοτοκίον.
Καταύγασον θείαις μαρμαρυγαῖς, ἄχραντε Παρθένε, χάριτός σου τῆς μητρικῆς, τὴν ἐν τῇ νυκτὶ τῆς ἁμαρτίας, ἐζοφωμένην ἀθλίαν καρδίαν μου.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Τῶν θαυμάτων τὴν χάριν πεπλουτηκὼς ἄνωθεν, δεῦρο νοσημάτων ἀκέστωρ, ψυχῆς καὶ σώματος, ἡμῖν φαινόμενος, τοῖς ἐν ψυχῆς ταπεινώσει, ἐπικαλουμένοις σε, Φιλήμων ἔνδοξε.
Τῶν Ῥοδίων ἡ νῆσος τὸν ἱερὸν οἶκόν σου, ἄλλην Σιλωὰμ κολυμβήθρα, Φιλήμων κέκτηται, ἀναπηγάζουσαν, τῶν ἰαμάτων τὰ ῥεῖθρα, καὶ παθῶν ξηραίνουσαν, ἅπαντα βόρβορον.
Μὴ ἐλλίπῃς πρεσβεύων ὡς εὐμενὴς πάντοτε, ὑπὲρ τῶν πιστῶς προσιόντων, ἐν τῷ λειψάνῳ σου, ὡς ἂν οἱ ἄθλιοι, ἐκ συμφορῶν ἀδοκήτων, λυτρωθῶμεν τάχιστα, Φιλήμων ἔνδοξε.
Θεοτοκίον.
Ὑπερύμνητε Μῆτερ ὑπὲρ ἡμῶν πρέσβευε, τῷ ἐνανθρωπήσαντι Λόγῳ, ἐκ τῶν αἱμάτων Σου, ὡς ἂν ῥυώμεθα, πάσης ἐν βίῳ ἀνάγκης, οἱ ὑμνολογοῦντές σε, ὡς Θεομήτορα.
Διάσωσον, ἐπιφοιτήσει Φιλήμων τῆς χάριτός σου, ἀσθενειῶν τῶν κατ’ ἄμφω δεόμεθα, τοὺς τῷ ναῷ σου προστρέχοντας τῷ ἁγίω.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτην λαμπρὸν καὶ φύλακα ἀνύστακτον, ταχὺ ἰατρόν, ἐν νόσοις κεκτημένοι σε, οἱ πιστοὶ ἱκέτες σου, εὐλαβῶς ὑμνοῦμέν σε κράζοντες· χαίροις Φιλήμων ἄνερ ἀγαθέ, Χριστοῦ τοῦ Θεοῦ, κῆρυξ ὁ ἔνθεος.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τοὺς οἰκτρῶς κινδυνεύοντας, ἐν ταῖς περιστάσεσιν ἱκετεύομεν, ὦ Φιλήμων ἡμᾶς λύτρωσαι, φιλανθρωπεστάτῃ ἀντιλήψει σου.
Ἰδοὺ πάντες προστρέχομεν, καὶ ἐπικαλούμεθα τὴν πρεσβείαν σου, ἵνα εὕρωμεν ἐν θλίψεσι, ταῖς βιοτικαῖς Φιλήμων ἄνεσιν.
Συντριβέντα με πταίσμασι, συμπαθῶς ἀνόρθωσον τῇ σῇ χάριτι, καὶ συντήρει ἀπαράτρεπτον, ἐν Θεοῦ Φιλῆμων τοῖς προστάγμασι.
Θεοτοκίον.
Ῥῦσαι ἄχραντε Δέσποινα, ἐκ τῶν ἐπιθέσεων τοῦ ἀλάστορος, τοὺς πιστῶς ἐξαιτουμένους σε, βοηθὸν ἐν βίῳ καὶ ὑπέρμαχον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Φώτισον ἡμῶν, ὦ Φιλήμων τὴν διάνοιαν, ἵνα πάντοτε φυλάττωμεν πιστῶς, τοῦ οἰκτίρμονος Θεοῦ τὰ δικαιώματα.
Βλῦσον δαψιλῶς, ἀντιλήψεώς σου νάματα, τοῖς στενάζουσιν ἐν βίου συμφορῶν, ὦ Φιλήμων παμμακάριστε τῷ καύσωνι.
Δίδου συμπαθῶς, εὐπραγίαν τῇ πρεσβείᾳ σου, καὶ ψυχῆς ἀσθενειῶν ἀπαλλαγήν, τοῖς προστρέχουσι Φιλήμων τῷ λειψάνῳ σου.
Θεοτοκίον.
Ἴασαι Ἁγνή, τῆς ψυχῆς μου τὴν ἀσθένειαν, τῶν ἀνθρώπων γὰρ τὸν μέγαν ἰατρόν, ἐξ αἱμάτων σου ἁγίων ἀπεκύησας.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Θαυμάτων, τῇ δωρεᾷ τοῦ Πνεύματος, ὑπεδέξω τὴν σωτήριον χάριν, Εὐαγγελίου Φιλήμων ὡς κῆρυξ, καὶ Ἱεράρχης καὶ Μάρτυς σεβάσμιος· διὸ χορήγει τοῖς πιστοῖς, εὐρωστίαν ψυχῆς τε καὶ σώματος.
Τῆς Ῥόδου, ὁ κραταιὸς ὑπέρμαχος, καὶ ταχύτατος πιστῶν ἀντιλήπτωρ, θεομακάριστε θεῖε Φιλήμων, τῆς ἀλογίας παθῶν ἐλευθέρωσον, τοὺς εὐφημοῦντάς σε πιστῶς, ὡς τοῦ Λόγου σεβάσμιον κήρυκα.
Ὑψόθεν, ὡς εὐμενὴς ἐπίβλεψον, τοὺς προστρέχοντας τῷ θείῳ ναῷ σου, καὶ τούτοις δίδου Φιλήμων θεόφρον, τὴν δραστικήν σου ἐν πᾶσι βοήθειαν· σὺ γὰρ προστάτης κραταιός, τοῖς ἱκέταις σου πάντοτε δείκνυσαι.
Θεοτοκίον.
Λαμπρότατον, τοῦ Θεοῦ ἀνάκτορον, ἀναδέδειξαι Παρθένε Μαρία, τῆς Παναγίας Τριάδος τὸν ἕνα, δίχα τροπῆς καὶ φυρμοῦ σωματώσασα· ὅθεν τῆς δόξης σου φωτί, τὴν ψυχήν μου Ἁγνὴ καταλάμπρυνον.
Διάσωσον, ἐπιφοιτήσει Φιλήμων τῆς χάριτός σου, ἀσθενειῶν τῶν κατ’ ἄμφω δεόμεθα, τοὺς τῷ ναῷ σου προστρέχοντας τῶ ἁγίω.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὡς τοῦ Χριστοῦ θεολόγος Ἀπόστολος, καὶ Ἱεράρχης καὶ Μάρτυς περίδοξος, Φιλήμων θερμῶς καθικέτευε, ὑπὲρ ἡμῶν τῶν πιστῶς αἰτουμένων σε, προστάτην ἐν βίῳ θερμότατον.
Προκείμενον.
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Στίχος. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Ματθαῖον
(Κεφ. ι΄ 16-22).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς. Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς, ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι, ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι, ὡς αἱ περιστεραί. Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων, παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς. Καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. Ὅταν δὲ παραδιδῶσιν ὑμᾶς, μὴ μεριμνήσετε πῶς ἤ τι λαλήσετε. Δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τὶ λαλήσετε. Οὐκ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν, τὸ λαλοῦν ἐν ὑμῖν. Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον, καὶ πατὴρ τέκνον· καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς, καὶ θανατώσουσιν αὐτούς. Καὶ ἔσεσθαι μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.
Δόξα.
Ταῖς τοῦ Ἀποστόλου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Παύλῳ ἐφεπόμενος, τῷ θαυμαστῷ διδασκάλῳ, λόγον τὸν σωτήριον, ἱερῶς τοῖς ἔθνεσιν ἀνεκήρυξας, καὶ ἀμπεχόμενος, τῆς ἱεραρχίας, τὴν στολὴν πρὸς τὸ μαρτύριον, Φιλήμων ἔνδοξε, ἐν ἀγαλλιάσει κατέσπευσας, καὶ ἔλαβες τὸν στέφανον, παρὰ τοῦ Κυρίου τρισσόκλεον· ὅθεν ἐν ὑψίστοις, ἐν δόξῃ παριστάμενος Θεῷ, ἀκαταπαύστως μνημόνευε, τῶν ἀνευφημούντων σε.
Σῶσον ὀ Θεὸς τὸν λαό σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τῷ ἁγίῳ ναῷ σου, τοὺς προστρέχοντας πόθῳ Φιλήμων κῆρυξ Χριστοῦ, παντοίων νοσημάτων, καὶ πόνων καὶ σκανδάλων, ψυχοφθόρων ἀπάλλαττε, ὑπὲρ αὐτῶν δυσωπῶν, Θεὸν τὸν ἐν Τριάδι.
Ὡς οὐράνιος μύστης, θεομάκαρ Φιλήμων τῶν μυστηρίων Χριστοῦ, ἡμῶν ἐν ταῖς καρδίαις, αὐτοῦ τὸν θεῖον φόβον, ταῖς εὐχαῖς σου ἐμφύτευσον, ὡς ἂν τοῦ βίου καλῶς, ὁδεύσωμεν τὴν τρίβον.
Σωτηρίας Φιλήμων, κεκτημένοι λιμένα τὰς δραστικάς σου εὐχάς, παθῶν τῆς τρικυμίας, καὶ ζάλης ἁμαρτίας, ἐκλυτρούμεθα ᾄδοντες, αἶνον πιστῶς τῷ Θεῷ, τῷ θαυμαστώσαντί σε.
Θεοτοκίον.
Λυπηρῶν ἀνηκέστων τῶν ἐν βίῳ συντήρει ἀπαρατρώτους Ἁγνή, καὶ πλήρωσον ἀῤῥήτου, χαρᾶς καὶ εὐφροσύνης, τοὺς ἐν πίστει βοῶντάς σοι· χαῖρε Παρθένε ἁγνή, τοῦ κόσμου προστασία.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Οἴκτειρον πάντας, τοὺς τῷ ἁγίῳ σου οἴκῳ, θεοδόξαστε Φιλήμων προσιόντας, ῥυόμενος τούτους, ἐχθροῦ τῆς πανουργίας.
Ἡ προϊούσα, ἐκ τοῦ λειψάνου σου χάρις, τοῖς ἐν βίου δυσπραγίαις θλιβομένοις, ἄνεσις γενέσθω, Φιλήμων γλυκυτάτη.
Σὺν Ὀνησίμῳ, καὶ τῇ ἐνδόξῳ Ἀπφίᾳ, καὶ Ἀρχίππῳ παμμακάριστε Φιλήμων, ἐν πάσῃ ἀνάγκῃ, ἡμᾶς περιφρουρεῖτε.
Θεοτοκίον.
Ὅρμον Παρθένε, ἐν πειρασμῶν τῷ πελάγει, τῆς πρεσβείαις σου εὑράμενοι τὴν χάριν, μακαρίζομέν σε, ὡς μόνην Θεοτόκον.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἀπόστολε Φιλήμων, τὰ δι’ ἁμαρτίας, ἐπισυμβάντα ἡμῖν ἀῤῥωστήματα, τῆς χάριτός σου βοτάνῃ, ἴασαι τάχιστα.
Ἱλέωσαι Φιλήμων, τὸν δοξάζοντά σε, ὑπερφυῶς τῶν θαυμάτων δυνάμεσι, ἡμῖν τοῖς σπεύδουσι πίστει, τῇ ἀντιλήψει σου.
Συνὼν ἐν τοῖς ὑψίστοις, πᾶσι τοῖς Ἁγίοις, τὸν Λυτρωτὴν σὺν αὐτοῖς καθικέτευε, ὑπὲρ ἡμῶν ὦ Φιλήμων, τῶν εὐφημούντων σε.
Θεοτοκίον.
Ὑπέραγνε Μαρία, Κεχαριτωμένη, ἡ τὸν Θεὸν ἀπειράνδρως κυήσασα, Αὐτὸν δυσώπει σωθῆναι, τοὺς ὑμνολόγους σου.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις ὁ τοῦ Παύλου συγκοινωνός, καὶ Εὐαγγελίου θεοφόρος μυσταγωγός· χαίροις εὐσεβείας, ἡ θεηγόρος σάλπιγξ, Ἀπόστολε Φιλήμων, θεομακάριστε.
Χαίροις τῶν Γαζαίων θεῖος ποιμήν, καὶ Κολοσσαέων, ὦ Φιλήμων λαμπρὸς φωστήρ· χαίροις Ἐκκλησίας, ἡ φαεινὴ λυχνία, ἡ κόσμῳ ἐφαπλοῦσα, τὸ φῶς τῆς γνώσεως.
Παύλῳ θεοφρόνως μαθητευθείς, τοῦ Εὐαγγελίου ἐξανέτειλας τὴν αὐγήν, ἀνθρώπους φωτίζων, Χριστοῦ τῇ ἐπιγνώσει, ὡς ἔνθεος Φιλήμων, Αὐτοῦ Ἀπόστολος.
Ῥόδος ἡ περίφημος ἐπὶ σοί, Ἀπόστολε χαίρει, μεγαλύνουσα τὸν Θεόν, ὅτι ἰατρεῖον, ἀδάπανον πασχόντων, ἀνέδειξε Φιλήμων, τὸν θεῖον οἶκόν σου.
Κρήνην ἰαμάτων οἱ εὐσεβεῖς, πλουτοῦντες τὴν θήκην, τοῦ λειψάνου σου τοῦ σεπτοῦ, ἐν εὐγνωμοσύνῃ, τὴν μνήμην σου τελοῦμεν, αἰτούμενοι Φιλήμων, τὴν προστασίαν σου.
Ἔχων ἰαμάτων τὴν δωρεάν, πέλεις τῶν νοσούντων, δραστικώτατος ἰατρός, πάθη θεραπεύων, ψυχῶν τε καὶ σωμάτων, Φιλήμων τῷ φαρμάκῳ, τῆς προμηθείας σου.
Δεῦρο παρεχόμενος συμπαθῶς, τὴν βοήθειάν σου, ἐν τοῦ βίου ταῖς συμφοραῖς, ἡμῖν τοῖς φωνοῦσιν, ἐν ἀσφαλεῖ ἐλπίδι, θερμῶς τὸ ὄνομά σου, Φιλήμων ἔνδοξε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Αἵματι Μαρτύρων ἐπιβάς, κούφως τὴν οὐράνιον εὗρες, Φιλήμων ἄνοδον, καὶ ζωὴν ἐσκήνωσας, ἐν ταῖς λαμπρότησι, τῷ Χριστῷ παριστάμενος, καὶ δόξης τῆς θείας, ταῖς ἀκτίστοις λάμψεσι, καταυγαζόμενος· ὅθεν, τοὺς προστρέχοντας πίστει, τῶ χαριτοβρύτῳ ναῷ σου, λύτρωσαι πρεσβείαις σου ἐκ θλίψεων.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.