Παρακλητικός Κανών εις τον Άγιο Απόστολο Ιάκωβο τον Αδελφόθεο Πρώτο Επίσκοπο Ιεροσολύμων
Ποίημα Γεωργίου Γαλανοπούλου
†Εορτάζεται στις 23 Οκτωβρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὸ τροπάριον·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοῦ Θεαδέλφου Ἰακώβου τὴν μνήμην, νῦν ἐκτελοῦντες Χριστωνύμων χορεῖαι, ταῖς πρὸς Χριστὸν αἰτούμεθα δεήσεσι· δι’ ἀγάπην ῥεύσαντος, ὑπὲρ πίστεως αἷμα, καθὼς εὐπαῤῥησίαστος, πρεσβευτὴς ἐστὶν ὄντως, διὸ βοήσωμεν αὐτῷ τρανῶς· ἐν ὥρᾳ δίκης, ἡμῶν πάντων μνήσθητι.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Θεάδελφε Ἰάκωβε, δέξαι ὕμνον. Γεωργίου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Θεὸν ἐκδυσώπει ὐπὲρ ἠμῶν, Ἰάκωβε μάκαρ, ὁ μερίδα σου δοὺς Αὐτῷ, τῶν σὲ ἀνυμνούντων ἐπαξίως, ποίμνης ἀμνῶν δεξιοῖς ἀριθμήσασθαι.
Ἐλθὲ εἰς βοήθειαν τῶν πιστῶν, τιμώντων σὲ Πάτερ, τῆς Σιῶνος Ἀρχιερεῦς, ὡς πρώτιστος ταύτης Ἱέραρχης, καὶ ἐξ ἀνάγκης ἡμᾶς ἐλευθέρωσον.
Ἀπόστολε πρέσβευε ἐκτενῶς, ὑπὲρ τῶν ὑμνούντων, σὲ ὡς δίκαιον ἄνδρα νῦν, ὁ αἷμα Ἰάκωβε ἐκχύσας, Ἱερομάρτυς Κυρίου δεικνύμενος.
Θεοτοκίον.
Δεινῶν με ἀπάλλαξον χαλεπῶν, καὶ θανατηφόρου, ἀσθενείας σαρκὸς Ἁγνή, παθῶν ψυχικῶν τῶν ὀλεθρίων, ὅπως ἐν ὕμνοις ἀεὶ μακαρίζω σε.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἐπηρείας δαιμόνων ἡμᾶς ἀπολύτρωσαι, τοὺς θεάδελφε τοῦ Κυρίου, ᾠδαῖς τιμῶντάς σε, σὺ γὰρ πιστῶς ἐκ Χριστοῦ, ἀπείληφας ἐξουσίαν, ἀπελαύνειν πνεύματα, θεομακάριστε.
Λοιμικῶν νοσημάτων ταχὺ ἡμᾶς ἴασαι, τοὺς ἁπανταχοῦ τοὺς σοὺς πόνους, πόθῳ κηρύττοντας, ὅτι ἐδόθη σοφέ, σοὶ ἐκ Θεοῦ θεία χάρις, καὶ ψυχῆς θεράπευσον, πάντων τὰ τραύματα.
Φιλαυτίας κακίας καὶ μιαρῶν πράξεων, ῥῦσαί με πιστῶς σοὶ κραυγάζω· μῦστα Ἀπόστολε, ὁ διδαχθεὶς ἐκ Χριστοῦ, ἣν πρῶτος ἔγραψας θείαν, λειτουργίαν ἅπαντας, καθαγιάζουσαν.
Θεοτοκίον.
Εὐμενέσι πρεσβείαις ὑπὲρ ἠμῶν πρόσδεξαι, Λόγε τοῦ Θεοῦ τῆς Μητρός σου, καὶ δὸς ἀμείμονα, παραγγελμάτων δ’ Αὐτοῦ, μὴ ἐπιλήσμονες εἶναι, πάντες οἱ τιμῶντές σε, γένους τὴν σώτειρα.
Διάσωσον, ἐκ πάσης βλάβης καὶ νόσων τοὺς σὲ τιμῶντας, θεοκῆρυξ Ἰάκωβε ἐν εὐήχοις ᾄσμασι, σὺ γὰρ εἶ, αὐτάδελφος Θεοῦ ζῶντος.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Σὺ κήρυξ θερμὸς ἀνεδείχθης Ἰάκωβε, Χριστοῦ ἀδελφός, πανεύφημε Ἀπόστολε, διὸ πάντας πρόσδεξαι, τοὺς πιστῶς σοι μάκαρ προστρέχοντας, φωτὸς χαρίτων δ’ ἔμπλησον ἡμᾶς, καθὼς ἀστὴρ εἶ θεολαμπέστατος.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἰακώβου δεήσεσι, πρόσδεξαι ἐνθέρμοις Σωτὴρ φιλάνθρωπε, καὶ δὸς πᾶσι τὰ εὐφρόσυνα, τὴν ὁδὸν δεικνύων τὴν σωτήριον.
Ἀθλητὰ παναοίδιμε, λίθοις ἀνηρέθης ὅτι διήλεγξας, ἱουδαίων τὴν ἀσέβειαν, ἴθυνον ἡμᾶς νῦν πρὸς εὐσέβειαν.
Κλέος ἔνθεον γέγονας, ὁ διὰ ἀγάπην Χριστοῦ καὶ θάνατον, ὑπομείνας ἱερώτατε, διὸ πόθον σου πιστοῖς ἐμφύτευσον.
Θεοτοκίον.
Ὦ ἁγνὴ ἐσωμάτωσας, Λόγον ἐκ λαγόνων σου τὸν ὑπέρθεον, ὃν δυσώπει ἡμᾶς ῥύσασθαι, ἐκ πυρὸς ἀσβέστου τῆς κολάσεως.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Βλέψον πρὸς ἡμᾶς, ἱλαρῷ σοὶ μάκαρ ὄμματι, ὅτι ἔχεις παῤῥησίαν πρὸς Χριστόν, ὡς θείῶς Τούτου μαθητής τε καὶ θεάδελφος.
Ἕλκυσον ἡμᾶς, τῷ ἀγκίστρῳ τῆς σαγήνης σου, ὡς σοφὸς ἔμπειρος ἀλιεύς, καὶ πρὸς βίον μετανοίας καθοδήγησον.
Δὸς τοῖς σὲ πιστῶς, ἀνυμνοῦσι Ἀδελφόθεε, ἐν ψαλμοῖς ψυχῆς τὰ κρείττω καὶ δεινάς, ἴασαι νόσους, τῇ ταχείᾳ ἀντιλήψει σου.
Θεοτοκίον.
Ἔπαυσας Ἁγνή, Προπατόρων τὸ κατάκριμα, τοὺς τὸν πάντας δικαιώσαντα σαρκὶ Χριστὸν τεκοῦσα, ὃν ὑπὲρ ἡμῶν δυσώπησον.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ξοάνων, βδελυρὰν πλάνην σκόρπισον, καὶ πρὸς Φῶς θεολαμπές, ἠμᾶς ἄγε πᾶσι σοφέ, τὸ στεῤῥόν σου παράσχου, ἵν’ ὡς Ἰώβ, τὰ δεινὰ ὑπενέγκωμεν, ἐκφύγωμεν βέλη δ’ ἐχθροῦ ἰοβόλα, προστάτης δεικνύμενος.
Ἀμίσθως, τὰ ἀλγεινὰ νοσήματα, θεραπεύεις τῷ ἁγίῳ ἐλαίῳ, τὰς λυπηρὰς καταστάσεις μακρύνεις, καὶ πειρασμοὺς ἀπελαύνεις Ἀπόστολε, μακρὰν ἀπὸ τῶν ψαλμικῶς, ἀνυμνούντων τὴν ἔνδοξον μνήμην σου.
Ἱκέτευε, Ἰησοῦν Ἰάκωβε, ἡμῖν δοῦναι τὴν ὀφλὴν ἐγκλημάτων, ὅτι Αὐτῷ παῤῥησίαν μεγάλην, ὡς μαθητὴς καὶ θεάδελφος κέκτησαι, καὶ μνήσθητι ὥρᾳ φρικτῇ, ἡμῶν πάντων πιστῶς ἀνυμνούντων σε.
Θεοτοκίον.
Ὑπῆρξας, τὸ καθαρώτατον κρίνον, ἐν κοιλᾶσι παρθενίας τὸ ῥόδον, τὸ πανευῶδες ὀσφράδιον Κόρη, ὁ Ποιητής, πρὸς κατοίκησιν εἵλετο, τὴν μήτραν σου καὶ σαρκωθείς, εὐῳδίας τὰ πάντα ἐπλήρωσε.
Διάσωσον, ἐκ πάσης βλάβης καὶ νόσων τοὺς σὲ τιμῶντας, θεοκῆρυξ Ἰάκωβε ἐν εὐήχοις ᾄσμασι, σὺ γὰρ εἶ, αὐτάδελφος Θεοῦ ζῶντος.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἀντιλήπτωρ πενήτων ὑπῆρξας πανάριστος, διὸ πρέσβυς γενοῦ, πρὸς Θεὸν ἡμῶν ἔνθερμος, τῆς Σιωνίτιδος Ἐκκλησίας πρώτιστε ποιμήν, καὶ νῦν, τάχυνον ὡς συμπαθής, τοῦ βοηθῆσαι γηγενεῖς, μετὰ πόθου βοῶντάς σοι· ἴασιν δὸς νοσοῦσιν, ἐκλύτρωσαι δαιμονῶντας, καὶ πάντας τήρει ἀβλαβεῖς, ἐκ κακώσεων Ἰάκωβε.
Προκείμενον.
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Στίχος. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλει τὸ στερέωμα.
Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. ι΄ 16-21)
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Ὁ ἀκούων ὑμῶν, ἐμοῦ ἀκούει· καὶ ὁ ἀθετῶν ὑμᾶς, ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν, ἀθετεῖ τὸν ἀποστείλαντά με. Ὑπέστρεψαν δὲ οἱ Ἑβδομήκοντα μετὰ χαρᾶς, λέγοντες· Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου. Εἶπε δὲ αὐτοῖς· Ἐθεῴρουν τὸν σατανᾶν, ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. Ἰδοὺ, δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ· καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ. Πλὴν ἐν τούτῳ μὴ χαίρετε, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ μᾶλλον, ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι ὁ Ἰησοῦς καὶ εἶπεν· Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί, ὁ Πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου.
Δόξα.
Ταῖς τοῦ Ἀποστόλου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μὴ οὖν ἀποῤῥἰψῃς με, σαρκὸς τὸν μεμολυσμένον, καὶ παθῶν τὸν ἄσωτον, σὲ νῦν καταφεύγοντα ὦ Ἰάκωβε, Ἅγιε σῶσόν με, πιστῶς προσπίπτοντα, τῇ μορφῇ σου κατασπάσασθαι, ἴασιν ἄμφω δὸς, τάχιστα καὶ ῥῦσαι κακώσεων, θλίψεων ἐξαιρούμενον, καὶ τῶν δυσμενῶν συμφορῶν τοῦ βίου, ἵνα μεγαλύνω, τὴν μνήμην ἀρετὰς καὶ θαυμαστά, ἃ κατεργάζῃ Ἀπόστολε, χαίροις οὖν φθεγγόμενος.
Σῶσον, ὁ Θεός, τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Μακαρίαν σὴν μνήμην ἐκτελοῦντας ἐν πίστει ἱερομῦστα σοφέ, αἰτούμεθα λιταῖς σου, κολάσεως ῤυσθῆναι, οἱ ἀπαύστως κραυγάζοντες· ὀ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Νοσήματα ἰᾶσαι, ὡς εἰληφὼς τὴν χάριν, κατὰ παθῶν ἐκ Χριστοῦ, διὸ τοὺς σὲ τιμῶντας Ἰάκωβε, ἐν ὕμνοις πειρασμῶν ἐλευθέρωσον· ἀσθενειῶν χαλεπῶν, ψυχῆς τε μολυσμάτων.
Ὀ μαθητής σου Λόγε τοῦ Ἰωσὴφ ὀ γόνος, πρὸς σὲ μετήχθη λαμπρῶς, ὡς ἀθλητὴς καὶ Μάρτυς, τῆς ἀρχιερωσύνης, καταρδεύων ταῖς χάρισι· τοὺς ἀνυμνοῦντας αὐτόν, θερμῶς ἡμῖν πρεσβεύων.
Θεοτοκίον.
Νύξ με τῆς ἀμελείας συνέχει καὶ καλύπτει ἁμαρτημάτων βυθός, ἀλλὰ Φῶς ἡ τεκοῦσα, πρὸς γένους σωτηρία, σπεῦσον τάχει αὐγᾶσαί μου· φρένας καρδίαν ψυχήν, τὸ ἐρεβῶδες σκότος.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Γάννυται μέγα, πλῆθος ἐν σοὶ ὀρθοδόξων, καὶ Χριστῷ βοᾷ ἐν εὐφροσύνῃ· σῶσον ἡμᾶς Σῶτερ, εὐχαῖς Ἀδελφοθέου.
Ἐλέους θείου, καὶ δωρεῶν ἡμᾶς πλῆσον, ταπεινῶς φρονεῖν ἵν’ ἀνυμνοῦμεν· σὲ πρωθιεράρχα, τῶν Ἱεροσολύμων.
Ὤφθης πολλάκις, μάκαρ πιστοὺς περισκέπων, ὡς τοῦ Λόγου μύστης καὶ ἀκέστωρ· ὅθεν ἡμᾶς ῥῦσαι, ἐκ θλίψεων καὶ νόσων.
Θεοτοκίον.
Ῥῦσαι γεέννης, τῶν οὐρανῶν Πλατυτέρα, καὶ βροτῶν ἁγνὴ ἁγιωτέρα· πάντας τοὺς ὑμνοῦντας, τὴν σὴν κηδεμονίαν.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Γαλήνιον παράσχου, Ἀπόστολε βίον, πᾶσιν ἡμῖν ἱερεῦσι καὶ δούλοις Χριστοῦ, καὶ ἐξελοῦ λαὸν Τούτου, βλάβης αἱρέσεων.
Ἱκέτευε Σωτῆρα, ἵαν ψυχοφθόρων, ἁμαρτιῶν ἀπαλλάξῃ ἡμᾶς Μαθητά, τοὺς θείαν μνήμην Θεάδελφε, ἑορτάζοντας.
Ὁ τὴν χειροτονίαν, λαβὼν ἐκ Δεσπότου, δὸς ἡμῖν πονηροῦ φεύγειν παγίδων δεσμά, καὶ ἔσο πρόμαχος πάντων, τῶν εὐφημούντων σε.
Θεοτοκίον.
Ὑψίστου χρυσοῦς Θρόνος, πέλεις σὺ ἐν πόλῳ, διὸ δυσώπει Υἱόν σου σωθῆναι ἡμᾶς, τοὺς ἀληθῆ Θεοτόκον ὁμολογοῦντάς σε.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια·
Νόσους ἀποδίωξον λοιμικάς, ἀφ’ ἡμῶν καὶ πάθη, ἱερώτατε Ἀθλητά, σαῖς θερμαῖς πρεσβείαις, Χριστὸν καθικετεύων, τῶν θλίψεων δὲ νέφη, τάχει διάλυσον.
Βάλσαμον οἰ λόγοι σου τοῖς λαοῖς, Ἰάκωβε θεῖε, ἐγεγόνησαν ἀληθῶς, ὡς τοὺς ἀσθενοῦντας, ἰᾶτο ἡ σκιά σου, οὕτω τοὺς νῦν νοσοῦντας, σπεῦσον ἰάσασθαι.
Εὔχου ἀρχιθῦτα δοῦναι ὀφλήν, τῶν ἡμῶν πταισμάτων, ὁ δοξάσας σε Ἰησοῦς, οὗ τοὔνομα μέγα, ἐτράνωσας καὶ πίστιν, ἀφόβως Ἰουδαίοις, καθομολόγησας.
Δὸς ἡμῖν ἀμείνονα σαῖς λιταῖς, Χριστοῦ τὴν εἰρήνην, Ἱεράρχα καὶ τὴν χαράν, ἱλασμὸν πταισμάτων, ταπείνωσιν ἀγάπην, φόβον Θεοῦ σὺν πίστει, βίου διόρθωσιν.
Ποίει ποίμνης γαίας Ἑλληνικῆς, σαῖς θερμαῖς πρεσβείαις, εἶναι ἄμπελον τοῦ Χριστοῦ, ἵν’ ἀεὶ τιμᾷ σε, Ἰάκωβε ἐν ὕμνοις, πρὸς τρίβον μετανοίας, ἰθύνων ἕκαστον.
Θραῦσον τὰ φρυάγματα τῶν ἐθνῶν, ἔπαρσιν βελίαρ, καὶ αἱρέσεων ἀπειλάς, Ἱεροσολύμων, πρώτιστε ποιμενάρχα, φρουρῶν τοὺς Ὀρθοδόξους, ἐκ περιστάσεων.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πέλεις, Ὀρθοδόξων ὁδηγός, τεῖχος ὀχυρὸν ἀντιλήπτωρ, καὶ τῶν πτωχῶν ἀρωγός, ὦ σεπτὲ Ἰάκωβε, πρωθιεράρχα Χριστοῦ, τῆς Σιῶνος τὸ καύχημα, πιστῶν ὁ προστάτης, Ἀθλητῶν ἀγλάισμα, Ἱεραρχῶν ἡ τρυφή, ὅθεν δίδου πᾶσι τὰ κρείττω, σώζων ἐκ φθορᾶς νοσημάτων, καὶ δεινῶν τοὺς μνήμην σου γεραίροντας.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.