Παρακλητικός Κανών εις τον Άγιο Απόστολο και Διάκονο Πρόχορο
Ποίημα του Σεβασμιωτάτου Μητροπολίτου Ρόδου Κυρίλλου
†Εορτάζεται στις 28 Ιουλίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ Τροπάρια ·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Διακονίας διαπρέψας τοῖς ἔργοις, ὡς ἐνδιαίτημα σεπτὸν τῆς ἀγάπης, ἀξίως τὸ διάδημα ἐδέξω τῆς ζωῆς· ὅθεν μάκαρ Πρόχορε, εὐλαβῶς σὲ τιμῶμεν, καὶ τὴν θείαν μνήμην σου, ἐκτελοῦντες βοῶμεν· ταῖς ἱεραῖς λιταῖς σου πρὸς Θεόν, σῶζε ἡμᾶς θλιβερῶν περιστάσεων.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα, ὁ Κανών φέρων ἀκροστιχίδα· ἐν τοῖς Θεοτοκίοις Κυρίλλου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Διάκονε Πρόχορε τοῦ Θεοῦ, δέχου τὰς δεήσεις, τοῦ ἱκέτου σου εὐμενῶς, καὶ δίδου αὐτῷ πλουσιοδώρως, τὰ τῆς εὐνοίας σου θεία δωρήματα.
Παθῶν με ἡ ἔφοδος ἀπειλεῖ, καὶ πρὸς ἀπωλείας, τὰς ἀβύσσους μὲ ἐξωθεῖ, σὺ δὲ τῇ ἁγίᾳ χάριτί σου, ἐλέησόν με μακάριε Πρόχορε.
Σκανδάλων με ῥῦσαι τῶν κοσμικῶν, συστροφῶν ἐκτόπων, καὶ κακίστων ἐπιφορῶν, τῇ σῇ πρὸς τὸν Κύριον πρεσβείᾳ, τῶν Διακόνων ἀγλάϊσμα Πρόχορε.
Θεοτοκίον.
Κατάρδευσον ὕδατι μυστικῷ, ἄχραντε Μαρία, τῶν ἀφράστων σου δωρεῶν, πλουσίως ψυχάς τε καὶ καρδίας, τῶν προσκυνούντων τὸν ἅγιον Τόκον σου.
ᾨδὴ γ΄. Οὐρανίας ἁψίδος.
Συνοδίτης ἐδείχθης καὶ βοηθὸς ἔμπιστος, τοῦ ἠγαπημένου τῷ Λόγῳ κήρυκος Πρόχορε· ὅθεν ἀεὶ σὺν αὐτῷ, ἡμᾶς ἐπόπτευε πάντας, τοὺς πιστῶς προστρέχοντας, τῇ προστασίᾳ σου.
Ἁμαρτίας τῷ βέλει κατατρωθεὶς Πρόχορε, πρὸς σὲ καταφεύγω στενάζων, μὴ οὖν παρίδης με, ἀλλὰ ἱλέωσαι, ἡμῖν Θεὸν ταῖς εὐχαῖς σου, ὡς Αὐτοῦ τοῖς ἔθνεσιν, κήρυξ γενόμενος.
Τὸν Χριστὸν παροργίζων τοῖς μιαροῖς ἔργοις μου, τρέμω κατ’ ἐμοῦ τὴν δικαίαν Αὐτοῦ ἀπόφασιν· ὅθεν συνήγορος, ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ, φάνηθί μοι Πρόχορε, ὡς συμπαθέστατος.
Θεοτοκίον.
Ὑπεράμωμε Κόρη ὁ Λυτρωτὴς Κύριος, σάρκα προσλαβὼν ἀποῤ-ῥήτως, ἐκ τῶν αἱμάτων Σου, Ἀδὰμ ἀνέσωσεν, ἐκ τῆς φρικτῆς καταδίκης, καὶ ἡμῶν Σὲ ἔδειξεν, θεῖον ὑπέρμαχον.
Διάσωσον, τοὺς τῇ σεπτῇ σου προστρέχοντας ἀντιλήψει, τῶν Διακόνων τὸ κλέος ὦ Πρόχορε, τῶν ἐν τῷ βίῳ ποικίλων πειρατηρίων.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Χριστοῦ ἀληθὴς τοῖς τρόποις σου Διάκονος, θεόφρον δειχθείς, ὡς ἔμπλεως φρονήσεως, ἐν ὑψίστοις ἔτυχες, μυστικῶς τῆς γλυκείας μεθέξεως· ὅθεν ταῖς σαῖς πρεσβείαις πρὸς Θεόν, χορήγει ἡμῖν χάριν καὶ ἔλεος.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἐναρέτως ἀξίωσον, μάκαρ πολιτεύεσθαι τὸν ἱκέτην σου, τῇ ἁγίᾳ ἀντιλήψει σου, τοῦ Κυρίου Ἀπόστολε Πρόχορε.
Νυσταγμῷ ἀπογνώσεως, Πρόχορε κρατούμενον τὸν ἱκέτην σου, ἐπισκέψει τῆς σῆς χάριτος, συμπαθὴς ὡς ὑπάρχων ἐλέησον.
Χαλεπῶν ἐκ κινδύνων με, νόσων τε πταισμάτων καὶ περιστάσεων, μάκαρ Πρόχορε διάσωσον, ὡς πλουτῶν πρὸς ἀνθρώπους συμπάθειαν.
Θεοτοκίον.
Ῥώμην δίδου ἑκάστοτε, τοῦ πατεῖν τὰς πάγας τοῦ πολεμήτορος, τοῖς ὑμνοῦσι τὴν λοχείαν Σου, Θεοτόκε δι’ ἧς ἐλυτρώθημεν.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Πάθεσιν πολλοῖς, παναθλίως ῥιπιζόμενον, τῆς σῆς χάριτος θερμῇ ἐπισκοπῇ, τὸν ἱκέτην σου διάσωσον ὦ Πρόχορε.
Ἔχοντες θερμόν, πρεσβευτήν σε πρὸς τὸν Κύριον, εὐφημοῦμέν σε ὦ Πρόχορε λαμπρῶς, ὡς ἀσφάλεια ἡμῶν καὶ καταφύγιον.
Πάτμος ἱερῶς, ἐν τῇ μνήμῃ σου χορεύουσα, τῆς εὐνοίας σου λαμβάνει δαψιλῶς, μάκαρ Πρόχορε τὰ πλούσια δωρήματα.
Θεοτοκίον.
Ἵλεων ἡμῖν, τοῖς ἀμέτρως ἁμαρτάνουσι, τὸν ἐκ σοῦ ἐνανθρωπήσαντα φρικτῶς, Θεοτόκε ἀειπάρθενε ἀπέργασαι.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Δρεψάμενος, τῆς ζωῆς τῶν χαρίτων, ἐν Σιὼν τῶν Πρωτοτόκων θεόφρον, τὰς τῆς ζωῆς μοι ὑπάνοιξον πύλας, ταῖς πρὸς Θεὸν μεσιτείαις σου Πρόχορε, σὺ γὰρ ὑπάρχεις συμπαθής, τοῖς τῇ σῇ ἀντιλήψει προστρέχουσι.
Τοῦ Ἄρχοντος, τῆς εἰρήνης τῷ θρόνῳ, ἐν ὑψίστοις παρεστὼς στεφηφόρος, ἡμῖν εἰρήνην ἐξαίτει βαθείαν, καὶ ἐν τῷ βίῳ εὐστάθειαν Πρόχορε, ἵνα ὑμνοῦμέν σε ἀεί, ὡς λαμπρὸν Διακόνων ἀγλάϊσμα.
Εὐΐλατον, τὸν Θεόν μοι παράσχου, σαῖς ἁγίαις πρὸς Αὐτὸν ἱκε-σίαις· καὶ γὰρ ἀσώτως διάγω τὸν βίον, ἐν ἀφροσύνῃ τελείᾳ ὦ Πρόχορε, μὴ οὖν παρίδης τὴν φωνήν, τοῦ τῇ μεσιτείᾳ ἐλπίζοντος.
Θεοτοκίον.
Λιμένα σε, τῆς ζωῆς ἀχείμαστον, Ἀπειρόγαμε γινώσκομεν πάντες, οἱ ἐν θάλασσῃ ζωῆς τῆς προσκαίρου, ἐπιφοραῖς χαλεπαῖς κινδυνεύοντες, διὸ αἰτούμεθα πιστῶς, τὴν γαλήνην εὑρεῖν τοὺς τιμῶντάς σε.
Διάσωσον, τοὺς τῇ σεπτῇ σου προστρέχοντας ἀντιλήψει, τῶν Διακόνων τὸ κλέος ὦ Πρόχορε, τῶν ἐν τῷ βίῳ ποικίλων πειρατηρίων.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τὴν ἐν πρεσβείαις.
Ὁ ἐν ὑψίστοις χορεύων σὺν Ἀποστόλοις, καὶ τὰς ᾠδὰς ἀναπέμπων σὺν Ἀρχαγγέλοις, τῷ ἐν Τριάδι ὑμνουμένῳ Θεῷ, Αὐτὸν ἀεὶ δυσώπει, ὑπὲρ ἡμῶν ὦ Πρόχορε, τῶν πίστει θερμῇ ἀνευφημούντων σε.
Προκείμενον.
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθε ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Στίχος. Οἱ οὐρανοί διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ Αὐτοῦ ἀναγγέλει τὸ στερέωμα.
Τὸ Εὐαγγέλιον.
Ἐκ τοῦ κατἀ Λουκᾶν.
(Κεφ ι’ 1 – 15)
Τῷ καιρῷ ἐκείνῳ ἀνέδειξεν ὁ Κύριος καὶ ἑτέρους ἑβδομήκοντα μαθητάς, καὶ ἀπέστειλεν αὐτούς ἀνὰ δύο πρὸ προσώπου αὐτοῦ εἰς πᾶσαν πόλιν καὶ τόπον οὗ ἤμελλεν αὐτὸς ἔρχεσθαι. Ἔλεγεν οὖν πρὸς αὐτούς· ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι· δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ. Ὑπάγετε· ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς ἄρνας ἐν μέσῳ λύκων. Μὴ βαστάζετε βαλάντιον, μὴ πήραν, μηδὲ ὑποδήματα, καὶ μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε. Εἰς ἣν δ᾿ ἂν οἰκίαν εἰσέρχησθε, πρῶτον λέγετε· εἰρήνη τῷ οἴκῳ τούτῳ. Καὶ ἐὰν ᾖ ἐκεῖ υἱὸς εἰρήνης, ἐπαναπαύσεται ἐπ᾿ αὐτὸν ἡ εἰρήνη ὑμῶν· εἰ δὲ μήγε, ἐφ᾿ ὑμᾶς ἐπανακάμψει. Ἐν αὐτῇ δὲ τῇ οἰκίᾳ μένετε ἐσθίοντες καὶ πίνοντες τὰ παρ᾿ αὐτῶν· ἄξιος γὰρ ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ ἐστι· μὴ μεταβαίνετε ἐξ οἰκίας εἰς οἰκίαν. Καὶ εἰς ἣν ἂν πόλιν εἰσέρχησθε καὶ δέχωνται ὑμᾶς, ἐσθίετε τὰ παρατιθέμενα ὑμῖν, καὶ θεραπεύετε τοὺς ἐν αὐτῇ ἀσθενεῖς, καὶ λέγετε αὐτοῖς· ἤγγικεν ἐφ᾿ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ. Εἰς ἣν δ᾿ ἂν πόλιν εἰσέρχησθε καὶ μὴ δέχωνται ὑμᾶς, ἐξελθόντες εἰς τὰς πλατείας αὐτῆς εἴπατε· καὶ τὸν κονιορτὸν τὸν κολληθέντα ἡμῖν ἀπὸ τῆς πόλεως ὑμῶν εἰς τοὺς πόδας ἡμῶν ἀπομασσόμεθα ὑμῖν· πλὴν τοῦτο γινώσκετε, ὅτι ἤγγικεν ἐφ᾿ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ. Λέγω δὲ ὑμῖν ὅτι Σοδόμοις ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνεκτότερον ἔσται ἢ τῇ πόλει ἐκείνῃ. Οὐαί σοι, Χοραζίν, οὐαί σοι, Βηθσαϊδά· ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ καθήμενοι μετενόησαν. Πλὴν Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν τῇ κρίσει ἢ ὑμῖν. Καὶ σύ, Καπερναούμ, ἡ ἕως τοῦ οὐρανοῦ ὑψωθεῖσα, ἕως ᾅδου καταβιβασθήσῃ.
Δόξα.
Ταῖς τοῦ Ἀποστόλου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Αἱ Ἀγγελικαί.
Ὁ συγκοινωνός, μαθητοῦ τοῦ Θεολόγου, ὁ διὰ Χριστόν, εὐσεβῶς διακονήσας, τῷ δήμῳ τῶν Ἁγίων, παμμακάριστε Πρόχορε, πρόσδεξαι ἡμῶν νῦν τὰς δεήσεις, κἂν ἐκ χειλέων ἀκαθάρτων, καὶ δὸς ἅπασι, τοῖς καταφεύγουσι τῇ σῇ, πρεσβείᾳ τὰ συμφέροντα.
Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Πάντα πληρώσας τοῦ Κυρίου, τὰ θελήματα νοΐ τελειωτάτῳ, τῆς ἀψεύστου ζωῆς, ἐπέτυχες ἐν δόξῃ, ἧς καὶ ἡμᾶς ὦ Πρόχορε, καταξίωσον εὐχαῖς σου.
Δίδου ἰσχύν μοι τοῦ βαδίζειν, τὴν τοῦ βίου μου ἐπίπονον πορείαν, δίδου γνῶσιν σοφέ, τοῦ γνῶναί με Κυρίου, τὸ θέλημα ἑκάστοτε, ἵνα τύχω σωτηρίας.
Ῥῦσαι ποικίλων συμπτωμάτων, πειρασμῶν καὶ ἀδοκήτων νοσημάτων, τοὺς τῇ σῇ εὐλαβῶς, προστρέχοντας πρεσβείᾳ, ὦ Πρόχορε μακάριε, Διακόνων ἡ λαμπρότης.
Θεοτοκίον.
Λύσιν πταισμάτων μου ἐξαίτει, ἀπειρόγαμε ἁγνὴ Θεοκυῆτορ, καὶ ὁδηγεὶ ἀεί, τῇ σῇ χειραγωγίᾳ, ὡς Μήτηρ πολυεύσπλαγχνος, πρὸς ὁδόν με σωτηρίας.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τῶν πρεσβειῶν σου, τῶν ἱερῶν τῷ ἱστίῳ, διαβίβασον ἡμᾶς τοὺς ὑμνητάς σου, Πρόχορε τρισμάκαρ, πρὸς τῆς ζωῆς τὸν ὅρμον.
Ἀνάπλασόν με, ἐπισκοπῇ σου ἁγίᾳ, πρὸς ζωὴν τῶν τῇ κακίᾳ συντριβέντα, Πρόχορε τρισμάκαρ, ἵνα σε μακαρίζω.
Τῶν ἐν τῷ βίῳ, χαλεπωτάτων κινδύνων, ἀσινεῖς παμμάκαρ Πρόχορε συντήρει, τοὺς ἐπιτελούντας, τὴν φαεινήν σου μνήμην.
Θεοτοκίον.
Ὅρμος γαλήνης, καὶ ψυχικῆς σωτηρίας, ἀνεδείχθης τῇ λοχείᾳ σου Μαρία, ὅθεν γεγηθότες, πιστῶς προστρέχομέν σοι.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ῥαθύμως μου τὸν βίον, δαπανῶν ὁ τάλας, καθικετεύω σε ἔνδοξε Πρόχορε, πρὸς κατανύξεως τρίβους, καθοδηγῆσαί με.
Ἀτάκτων λογισμῶν μου, Πρόχορε εὐχαῖς σου, τὴν χαλεπὴν τρικυμίαν κατεύνασον, καὶ ἐν γαλήνῃ τὸν βίον, δίδου διάγειν με.
Τὸν πράττοντα τὰ ἔργα, τοῦ σκότους κεκρυμμένως, μὴ φανερῶς με ἐλέγξης Φιλάνθρωπε, ταῖς εὐπροσδέκτοις πρεσβείαις τοῦ Ἀποστόλου σου.
Θεοτοκίον.
Ὑπερευλογημένη, Μῆτερ τοῦ Ὑψίστου, σὺν τῷ Προχόρῳ ἀεὶ καθικέτευε, τὸν διὰ Σοῦ σαρκωθέντα, σῶσαι οὓς ἔπλασεν.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Πιστῶν τῷ πληρώματι προκριθείς, ἐκλογῆ ἁγία, θεομάκαρ διακονεῖν, σῇ διακονίᾳ, ἀξίως ἀνεδείχθης, ὦ Πρόχορε Κυρίου, μιμητὴς ἄριστος.
Τοῦ ἐπιστηθίου τὸν μαθητήν, καὶ αὐτοῦ ἐν πόνοις, τὸν γενναῖον συγκοινωνόν, τὸν Χριστοῦ προθύμως, πληρώσαντα τὸν λόγον, νῦν Πρόχορον ἐν ὕμνοις, πάντες τιμήσωμεν.
Πνεύματος Ἁγίου τὰς δωρεάς, μυστικῶς συλήσας, διὰ βίου σου καθαροῦ, Πρόχορε τρισμάκαρ, τῆς δι’ ἡμᾶς τοῦ Λόγου, κενώσεως ἐδείχθης, ῥήτωρ θεόσοφος.
Χαίροις Ἐκκλησίας κλέος λαμπρόν, καὶ τῶν Διακόνων ἐγκαλλώπισμα ἱερόν, χαίροις τῆς φρικώδους, Χριστοῦ οἰκονομίας, Πρόχορε θεοφόρε, κήρυξ ὁ ἔνθεος.
Πάτμος εὐφημεῖ σε χαρμονικῶς, πόθῳ ἐκτελοῦσα, τὴν ἁγίαν σου ἑορτήν, ἧν τοῦ πολεμίου, συντήρει τῶν ἐφόδων, ἀπήμαντον εὐχαῖς σου, ἀπαύστως Πρόχορε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Παρακλήτου τὴν χάριν καὶ σοφίας τὴν ἔλλαμψιν, διὰ πολιτείας ἀμέμπτου, δεδεγμένος ὦ Πρόχορε, ἐκρίθης θεοκρίτῳ ἐκλογῇ, τῷ δήμῳ τῶν πιστῶν διακονεῖν, καὶ ἀνέδειξας τῷ τρόπῳ σου σεαυτόν, ὑπόδειγμα Διακόνων. Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ χορηγοῦντι διὰ σοῦ ἡμῖν χάριν καὶ ἔλεος.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, αἱ χορεῖαι τῶν πιστῶν, ἐν ἀγαλλιάσει καρδίας, ἀνευφημήσωμεν, Πρόχορον τὸν ἔνδοξον, Χριστοῦ Διάκονον, πρὸς αὐτὸν ἀνακράζοντες, θερμαῖς σου πρεσβείαις, πρὸς ὃν ἐκ καρδίας σου, θερμῶς ἀγαπήσας, ῥῦσαι, συμφορῶν ὀλεθρίων, καὶ ἐπιφορῶν ἐπωδύνων, τοὺς τῇ ἀντιλήψει σου προστρέχοντας.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.