Παρακλητικός Κανών εις τον Άγιο Μάρτυρα Αριστείδη τον Φιλόσοφον
Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας
†Εορτάζει στις 13 Σεπτεμβρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὸ ἑξῆς·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῶν Ἀθηνῶν τὸν εὐθαλέστατον γόνον, καὶ ἄνθος εὔοσμον Χριστοῦ Ἐκκλησίας, ὀδμαῖς τὸν καθηδύναντα ἀνδρείας ψυχῆς· εὐσεβῶν ὁμήγυριν εὐφημήσωμεν πόθῳ, Ἀριστείδην πάνσοφον, ὡς φιλόσοφον θεῖον, καὶ ἀθλητὴν γενναῖον τὰς αὐτοῦ, πρὸς τὸν Σωτῆρα, λιτὰς ἐξαιτούμενοι.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ὁδὸν ἀρίστην, Ἀριστείδη, δεῖξόν μοι. Χ. Μ. Μ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ὁδόν μοι ὑπόδειξον ἀθλητά, κλεινὲ Ἀριστείδη, τὴν ἀπάγουσαν πρὸς ζωήν, ἀγήρω ἣν ἤνυσας πανσόφως, διὰ στεῤῥοῦ μαρτυρίου φιλόσοφε.
Δυνάμωσον φρόνημα τῶν πιστῶς, σὲ μακαριζόντων Ἀριστείδη ὡς ἰσχυρόν, τῆς πίστεως ἄνδρα καὶ μαρτύρων, τῆς εὐσεβείας λαμπρὸν σεμνολόγημα.
Ὁ γόνος ὁ ἔνδοξος Ἀθηνῶν, τοῦ Διονυσίου εὐπειθέστατος μαθητής, Χριστὸν Ἀριστείδη ἐκδυσώπει, ὑπὲρ ἡμῶν τῶν τιμώντων σε ᾄσμασι.
Θεοτοκίον.
Ναὲ ἀχειρότευκτε τοῦ Υἱοῦ, Θεοῦ τοῦ Ὑψίστου, τοὺς τιμῶντάς σε εὐλαβῶς, ναοὺς εὐπρεπεῖς ἡμᾶς Παρθένε, ἁγνείας δεῖξον καὶ βίου σεμνότητος.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἀριστείδη ἄλκιφρον τῶν ἀθλητῶν καύχημα, ὁ ἐν ταῖς Ἀθήναις κηρύττων ὄνομα πάνσεπτον, τοῦ Ζωοδότου Χριστοῦ, ὁμολογεῖν παῤῥησίᾳ, τὴν Αὐτοῦ ἀξίωσον κλῆσίν με πάντοτε.
Ῥάβδῳ ἀπολογίας τῆς σῆς λαμπρᾶς ἔνδοξε, τῶν διωκομένων χορείαν πάντων ἐστήριξας, χριστιανῶν ἀθλητά, περιφανὲς Ἀριστείδη, ἀδυνάτων στήριγμα καταφευγόντων σοι.
Ἰθυνόμενος φόβῳ τῷ τοῦ Θεοῦ σκάμματα, χαίρων μαρτυρίου ὑπῆλθες καὶ κατεσκήνωσας, εἰς οὐρανίους μονάς, ἔνθα Χριστὸν Ἀριστείδη, δυσωπεῖς διδόναι μοι ἄμφω ὑγίειαν.
Θεοτοκίον.
Στηριγμὸς ἀδυνάτων Μῆτερ Θεοῦ ἄχραντε, Κεχαριτωμένη Παρθένε πέλεις ἀείποτε, καὶ πάντων καταφυγή, ἐμπεριστάτων ταχεῖα· ὅθεν σὲ γεραίρομεν ὕμνοις καὶ ᾄσμασι.
Ἐνίσχυσον, ἡμᾶς πατῆσαι ἐνέδρας τοῦ μισοκάλου, Ἀριστείδη τοὺς εὐλαβῶς τιμῶντας σὴν ἄθλησιν, καὶ σὴν ἀπαιώρησιν ἐν ἀγχόνῃ.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Βλαστὲ Ἀθηνῶν καὶ μάρτυς ἀκατάβλητε, ἀπολογητῶν τῆς πίστεως θησαύρισμα, καὶ λαμπρὲ φιλόσοφε Ἀριστείδη ἐκλύτρωσαι, θλίψεων καὶ συμφορῶν καὶ νόσων ζοφερῶν, τοὺς ὕμνοις εὐτάκτοις σὲ γεραίροντας.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Τῆς σαρκὸς καταπράυνον, τὰς ἐπαναστάσεις σαῖς παρακλήσεσιν, Ἀριστείδη πρὸς τὸν Κύριον, Ἀθηνῶν μαρτύρων ἐγκαλλώπισμα.
Ἡ τιμία σου ἄθλησις ἔδωκέ σοι δύναμιν τὸν Παντάνακτα, δυσωπεῖν ὑπὲρ τῶν ᾄσμασιν, Ἀριστείδη νῦν μακαριζόντων σε.
Νικητὰς τοὺς ἱκέτας σου, δεῖξον ἐν ταῖς μάχαις κατὰ τοῦ δαίμονος, τοὺς εἰλικρινῶς ὑμνοῦντάς σε, Ἀριστείδη μάρτυς
γενναιότατε.
Θεοτοκίον.
Ἀριστείδου δεήσεσιν, Ἀθηνῶν στεῤῥόφρονος καλλιμάρτυρος, ὑπερύμνητε Μητρόθεε, περιφρούρει πάντοτε σοὺς πρόσφυγας.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ῥῦσαι δυσμενοῦς ἐπηρείας τοὺς ἱκέτας σου, Ἀριστείδη τοὺς τιμῶντας εὐλαβῶς, ἐν Ἀθήναις τὴν τιμίαν σου ἐνάθλησιν.
Ἵλεων ἡμῖν, τὸν Θεάνθρωπον ἀπέργασαι, οὗ τὸ ὄνομα ἐκήρυξας τρανῶς, Ἀριστείδη πρὸ λατρῶν εἰδώλων βήματος.
Σοῦ τὴν γεραράν, ἐν ἀγχόνῃ ἀπαιώρησιν, Ἀριστείδη ἀνυμνοῦντες σὰς λιτάς, ἐκδεχόμεθα πρὸς σὲ τὸν ἐνισχύσαντα.
Θεοτοκίον.
Τείχισον ἡμᾶς, προστασίᾳ τῇ ἐνθέρμῳ σου, Θεοτόκε Ὀρθοδόξων ἀρωγῆς, τεῖχος ἄσειστον καὶ σκέπη τῶν ὑμνούντων σε.
ᾨδὴ στ΄. Τὴν δέησιν, ἐκχεῶ.
Ἐπάκουσον, τῆς ἡμῶν δεήσεως, Ἀριστείδη ἀριστεῦ τοῦ σταδίου, ὁ εἰληφὼς δαψιλῶς θείαν χάριν, ὑπὲρ ἡμῶν ἱκετεύειν τὸν Κύριον, τῶν ἐκτελούντων εὐλαβῶς ,ἐν Ἀθήναις σὴν πάνσεπτον ἄθλησιν.
Ἱλέωσαι, Ἀριστείδη Κύριον, καλλιμάρτυς Ἀθηνῶν τροπαιοῦχε, ἡμῖν τοῖς σὲ μεγαλύνουσιν ὕμνοις, ὡς φιλοσόφων ἐνθέων ἀκρώρειαν, καὶ πάντων ἀπολογητῶν, εὐσεβείας Χριστοῦ μέγαν ῥήτορα.
Δραξάμενος, ἀφθαρσίας στέφανον, ἐκ χειρῶν τοῦ Ἰησοῦ Ἀριστείδη, ὤφθης Ἐδὲμ τῆς τερπνῆς κληρονόμος, εἰς ἣν ἡμᾶς εἰσελθεῖν τὸν Θεάνθρωπον, καθικετεύεις ἐκτενῶς, τοὺς τιμῶντας σὴν ἔνδοξον ἄθλησιν.
Θεοτοκίον.
Ἡ σύναξις, ἀθλητῶν τῆς πίστεως, ἐν τῷ πόλῳ Θεοτόκε συγχαίρει, σοὶ καὶ Υἱῷ σου τῷ θείῳ πρεσβεύει, ὑπὲρ ἡμῶν Ἀριστείδου τὴν εὔκλειαν, ὑμνούντων τὴν ἐν οὐρανοῖς, ἥνπερ ἔχει ὡς μάρτυς ἀήττητος.
Ἐνίσχυσον, ἡμᾶς πατῆσαι ἐνέδρας τοῦ μισοκάλου, Ἀριστείδη τοὺς εὐλαβῶς τιμῶντας σὴν ἄθλησιν καὶ σὴν ἀπαιώρησιν ἐν ἀγχόνῃ.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τῶν Ἀθηνῶν θεῖε γόνε καὶ καύχημα, καὶ ἀθλητῶν πολυτίμητον κόσμημα, θεοειδὲς Ἀριστείδη, τὸν Κύριον ὑπὲρ ἡμῶν ἐκδυσώπει ἀείποτε, λαμπρῶς ἐκτελούντων τὴν μνήμην σου.
Προκείμενον.
Θαυμαστός, ὁ Θεός, ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Στίχος: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὑαγγέλιον,
Ἐκ τοῦ κατᾶ Ιωάννην
(Κέφ. ιε΄. 17-27, ιστ΄. 1-2 ).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς. Ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. Μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν· οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν, ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με, εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. Ὁ ἐμὲ μισῶν καὶ τὸν πατέρα μου μισεῖ. Εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ καὶ ἑωράκασι καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν πατέρα μου, ἀλλ’ ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν, ὅτι ἐμίσησάν με δωρεάν. Ὅταν δὲ ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ· καὶ ὑμεῖς δὲ μαρτυρεῖτε,ὅτι ἀπ’ ἀρχῆς μετ’ ἐμοῦ ἐστε. Ταῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε, ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ’ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ.
Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἀριστείδη ἄλκιμε, τῶν ἀθλητῶν κοσμιότης, ὑπεραμυνόμενος χριστωνύμων τάγματος τῆς πατρίδος σου, τοῦ κλεινοῦ ἄστεως, Ἀθηνῶν ἀγχόνης, κατωδύνου πεῖραν ἔλαβες, καὶ συνηρίθμησαι, δήμοις τῶν μαρτύρων τῆς πίστεως, μεθ᾿ ὧν ἀεὶ τὸν Κύριον, δυσωπεῖς ὑπὲρ τῶν τιμώντων σε, καὶ ἐν εὐλαβείᾳ σὴν ἔνστασιν ὑμνούντων τὴν στεῤῥάν, πρὸ τῶν σεβόντων τὰ ἄψυχα, εἴδωλα τοῦ βήματος.
Σῶσον ὸ Θεός, τὸν λαό σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Δυναμούμενος σθένει, Ἀριστείδη τρισμάκαρ Χριστοῦ ἐνήθλησας, στεῤῥῶς ἐν ταῖς Ἀθήναις, καὶ εἴληφας τὴν χάριν, δυσωπεῖν τὸν Παντάνακτα, ὑπὲρ ἰσχύος πιστῶν, καὶ ῥώσεως καὶ σθένους.
Εὐσεβείας ἀμύντωρ, καὶ ὀλέτης εἰδώλων λατρῶν δριμύτατος, ἐδείχθης Ἀριστείδη, θερμὲ πιστῶν ἀκέστορ, ὁ θερμῶς προσευχόμενος, ἐν λόφῳ Λυκαβητοῦ, σπηλαίῳ τῷ ἡσύχῳ.
Ἱεράρχου ὁσίου, θείου Ἱεροθέου καὶ τοῦ πιστεύσαντος, τοῖς λόγοις θείου Παύλου, σεπτοῦ Διονυσίου, μαθητὰ εὐπειθέστατε, ἡμῖν ὁδὸν σωστικήν, ὦ Ἀριστείδη δεῖξον.
Θεοτοκίον.
Ξύλου ἐπαπολαύειν τῆς ζωῆς σοὺς οἰκέτας ταχὺ ἀνάδειξον, τοὺς μεγαλύνοντάς σε, ὡς δένδρον σωτηρίας χοϊκῶν Μητροπάρθενε, πεφυτευμένον ἐν γῇ, χειρὶ τοῦ Πλαστουργέτου.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὁμολογοῦντες, τὴν σὴν θερμὴν προστασίαν, πρὸς ἡμᾶς Ἀριστείδη αἰνοῦμεν, τὸν ἰσχύσαντά σε, ἐν μέσῳ τοῦ σταδίου.
Νενεκρωμένον, τῇ ἁμαρτίᾳ ἱκέτην, τῆς σῆς χάριτος ζώωσον μάρτυς, Ἀριστείδη αὔραις, ἐνθέρμων πρεσβειῶν σου.
Μαρτύρων γέρας, τῶν Ἀθηνῶν Ἀριστείδη, μὴ παρίδῃς ἡμῶν τὰς αἰτήσεις σου, τῶν ἀνυμνούντων τοῦ μαρτυρίου ἄθλους.
Θεοτοκίον.
Ὁδήγησόν με, πρὸς οὐρανίους ἐπάλξεις, Ἀριστείδου θερμαῖς ἱκεσίαις, Κεχαριτωμένη κυρία Θεοτόκε.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰδεῖν Χριστοῦ προσώπου, κάλλος Ἀριστείδη, ἐν οὐρανίαις σκηναῖς τὸ ἀμήχανον, ἀξίωσόν με τὸν πίστει ἀνευφημοῦντά σε.
Χριστιανῶν χορείας, τῆς ἐν ταῖς Ἀθήναις, προασπιστὰ Ἀριστείδη πανεύφημε, ἔσο ἡμῶν παραστάτης ἐν βίου κλύδωσι.
Μὴ παύσῃ τὸν Δεσπότην, Ἀριστείδη μάρτυς, ὑπὲρ ἡμῶν ἱκετεύων καὶ Κύριον, τῶν ὡς μαρτύρων τιμώντων σε σεμνολόγημα.
Θεοτοκίον.
Μητρόθεε γλυκεῖα, Κεχαριτωμένη, ὁ γλυκασμὸς τῶν Ἀγγέλων διάλυσον, πικρίαν πᾶσαν ζωῆς μου, καθικετεύω σε.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις παῤῥησίᾳ ὁ τὸ Χριστοῦ, ὄνομα κηρύξας ἐν Ἀθήναις καὶ ἀπηνῶς, δι᾿ Αὐτοῦ τὴν πίστιν, ἀγχόνην ὑπομείνας, τρισμάκαρ Ἀριστείδη μάρτυς ἀήττητε.
Ὤφθης ἐν τῷ σκάμματι ἀριστεύς, ὄμβροις πορφυρώσας τοῖς σοῖς χθόνα τῶν Ἀθηνῶν, μάρτυς Ἀριστείδη, καὶ πίστιν τὴν ἁγίαν, ἐκράτυνας διόπερ, ὕμνοις σὲ μέλπομεν.
Χαίροις φιλοσόφων ἡ κορυφή, χαίροις, ἀθλοφόρων Ἀθηναίων ἡ καλλονή, χαίροις Ἀριστείδη, μαρτύρων κοσμιότης, καὶ πάντων σε τιμώντων, φύλαξ καὶ πρόμαχος.
Χαίροις Ἀριστείδη περικλεές, εὐσθενῶν μαρτύρων ἐγκαλλώπισμα ἱερόν, χαίροις, ὁ ἀγχόνῃ, αἰωρηθεὶς καὶ στέφος, λαβὼν παρὰ Κυρίου ἀιδιότητος.
Ἄνθος τῆς Ἀτθίδος πανευθαλές, καὶ τῆς εὐσεβείας ῥόδον ὄντως ἠδυτερπές, βίον εὐωδία, ἡμῶν θερμῶν εὐχῶν σου, πρὸς Κτίστην Ἀριστείδη, μάρτυς καθήδυνον.
Δόξης ἀπολαύων ἐν οὐρανοῖς, μάρτυς Ἀριστείδη καταξίωσον καὶ ἡμᾶς, ταύτης ἀπολαύσαι, τοὺς σὲ ὑμνολογοῦντας, ὡς ἀθλητὴν Κυρίου πίστεως ἄριστον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Γόνε, Ἀθηνῶν πανευκλεές, ἀπολογητὰ χριστωνύμων τῆς εὐσεβείας στεῤῥέ, καὶ μαρτύρων πρώταθλε, Χριστὸν ἱλέωσαι, Ἀριστείδη πανάριστε, ἡμῖν καταπέμψαι, τοῖς ἀνευφημοῦσί σε, ἄμφω ὑγίειαν, ῥῶσιν ψυχικὴν καὶ ἀνδρείαν, πτερνιστὴν καλῶς θριαμβεῦσαι, γένους τῶν βροτῶν τὸν πολυμήχανον.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.