Παρακλητικός Κανών εις τον Άγιο Νεομάρτυρα Αθανάσιο ο Κουλακιώτης
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας
†Εορτάζεται στις 8 Σεπτεμβρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὸ ἐξῆς τροπάριον·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῆς ἀθανάτου εὐκληρίας μετέχων, ὡς Νεομάρτυς τοῦ Χριστοῦ τροπαιοῦχος, ὑπὲρ ἡμῶν δυσώπει Ἀθανάσιε· ῥύεσθαι ἑκάστοτε, πάσης βλάβης καὶ νόσου, καὶ παντοίων θλίψεων, καὶ δεινῶν συμπτωμάτων, τούς σε προστάτην ἔχοντας θερμόν, καὶ πρὸς τὸν Κτίστην, μεσίτην εὐπρόσδεκτον.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς
Τὴν σὴν δίδου μοι, Ἅγιε, χάριν. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Τριάδος λαμπόμενος τῷ φωτί, ταῖς σαῖς φωτοφόροις, Ἀθανάσιε προσευχαῖς, λῦσον τῶν παθῶν ἡμῶν τὸν ζόφον, καὶ εὐφροσύνης τὸ φέγγος ἀνάτειλον.
Ἠγώνισαι Μάρτυς ἀθλητικῶς, καὶ πᾶσιν ἐδόθης, ἀντιλήπτωρ καὶ ἀρωγός, τοῖς πίστει καὶ πόθῳ προσιοῦσι, τῇ σῇ πρεσβείᾳ κλεινὲ Ἀθανάσιε.
Ἰαμάτων πληρούμενος θεϊκῶν, ἐπόμβρησον Μάρτυς, εὐφροσύνης τὸν γλυκασμόν, τοῖς ἐν τῇ πικρίᾳ καὶ ὀδύνῃ, συνεχομένοις παθῶν Ἀθανάσιε.
Θεοτοκίον.
Σαρκός μου τὰς νόσους τὰς χαλεπάς, θεράπευσον Κόρη, καὶ καρδίας τὴν συντριβήν, καὶ δίδου μετάνοιαν γνησίαν, τῷ προσιόντι θερμῷ τῇ σῇ χάριτι.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἡ θερμή σου πρεσβεία πρὸς τὸν Θεὸν Ἅγιε, γένοιτο πηγὴ θυμηδίας, καὶ πάσης χάριτος, ἡμῖν ἑκάστοτε, ἐπερχομένης ἀνάγκης, ἡμᾶς Ἀθανάσιε, διαφυλάττουσα.
Νοῦν ἀλάστορα Μάρτυς ἀθλητικῶς ἤσχυνας· ὅθεν τῆς αὐτοῦ ἐπηρείας καὶ χαλεπότητος, ἡμᾶς ἀπάλλαξον, μαρτυρικῇ σου πρεσβείᾳ, πρὸς τὸν σὲ δοξάσαντα, ὦ Ἀθανάσιε.
Δυσχερείας ἁπάσης καὶ πολλαπλῶν θλίψεων, καὶ ἐπιφορῶν ἐπωδύνων καὶ περιστάσεων, ἀτρώτους φύλαττε, τοὺς κεκτημένους σε ῥύστην, Μάρτυς Ἀθανάσιε, τῇ ἀντιλήψει σου.
Θεοτοκίον.
Ἱλαστήριον κόσμου ὡς ἀληθῶς πέφηνας, τέξασα σαρκὶ Θεοτόκε τὸν ἀναβλύσαντα, χάριν καὶ ἔλεος· ὃν ἐκδυσώπει μοι δοῦναι, ὧνπερ ἐπλημμέλησα, τὴν ἀπολύτρωσιν.
Διάσωσον, ὦ Νεομάρτυς Κυρίου ταῖς σαῖς πρεσβείαις, πάσης βλάβης καὶ συμφορᾶς Ἀθανάσιε, τοὺς τῇ σεπτῇ σου προστρέχοντας προστασίᾳ.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Ἀἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτης θερμὸς ἐδόθη τῇ πατρίδι σου, ἀθλήσας καλῶς, θεόφρον Ἀθανάσιε· διὸ ἀπαύστως πρέσβευε, ἱλασμὸν καὶ παθῶν ἀπολύτρωσιν, καὶ πταισμάτων ἄφεσιν ἡμῖν, διδόναι τοῖς σπεύδουσι τῇ σκέπῃ σου.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Δεσμῶν Μάρτυς ἀπάλλαξον, τῶν ἁμαρτημάτων ταῖς σαῖς δεήσεσι, καὶ ἀγάπῃ θείᾳ σύνδησον, τοὺς σὲ εὐφημοῦντας Ἀθανάσιε.
Οὐρανόθεν ἐπίβλεψον, ἐπὶ τοὺς προστρέχοντας τῇ πρεσβείᾳ σου, καὶ παράσχου Ἀθανάσιε, ὧν αἰτοῦνται Μάρτυς τὴν ἐκπλήρωσιν.
Ὑπελθὼν τὸ μαρτύριον, ἐν ὑστέροις χρόνοις στεῤῥῷ φρονήματι, πρεσβευτὴς ἡμῶν θερμότατος, ὤφθης πρὸς τὸν Κτίστην Ἀθανάσιε.
Θεοτοκίον.
Μαριὰμ Μητροπάρθενε, ἡ τὸν Ζωοδότην Χριστὸν κυήσασα, ζώωσόν με ταῖς πρεσβείαις σου, τὸν νενεκρωμένον πλημμελήμασι.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὅρμον γαληνόν, κεκτημένη τὴν πρεσβείαν σου, ἐκλυτροῦται χαλεπῶν τρικυμιῶν, ἡ πατρίς σου Νεομάρτυς Ἀθανάσιε.
Ἴασαι ἡμῶν, Ἀθανάσιε μακάριε, τὰς ὀδύνας καὶ τοὺς πόνους τῆς ζωῆς, καὶ εἰρήνην ὑμῖν αἴτει καὶ ὁμόνοιαν.
Ἄνωθεν ἡμᾶς, ταῖς θερμαῖς σου ἀντιλήψεσι, τῶν παγίδων τοῦ ἀρχαίου πτερνιστοῦ, Ἀθανάσιε ἀτρώτους διαφύλαττε.
Θεοτοκίον.
Γέγονας Ἁγνή, σωματώσασα τὸν Κύριον, τῶν βροτῶν καταλλαγὴ πρὸς τὸν Θεόν, Ἀειπάρθενε καὶ μέγα καταφύγιον.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἰσχύι, τῇ θεϊκῇ ἀριστεύσας, Ἀθανάσιε Χριστοῦ στρατιῶτα, ἰσχὺν ἡμῖν τῇ πρεσβείᾳ σου δίδου, καταπατεῖν τὴν ἰσχὺν τοῦ ἀλάστορος, καὶ ἐν ἰσχύι θεϊκῇ, ἐκπληροῦν τοῦ Θεοῦ τὰ ἐντάλματα.
Ἐν θλίψει, καὶ συνοχῇ καὶ ἀνάγκῃ, βοηθὸς καὶ ἀντιλήπτωρ καὶ ῥύστης, ἔσο ἡμῖν, Ἀθανάσιε μάρτυς, μεταποιῶν πᾶσαν λύπην καὶ κάκωσιν, εἰς εὐφροσύνην καὶ χαράν, ὡς Χριστοῦ ἀθλοφόρος ἀήττητος.
Χριστός σε, ὑπὲρ οὗ ἤθλησας χαίρων, παριδὼν τὸ τῆς νεότητος ἄνθος, δέδωκε πᾶσι τοῖς σὲ εὐφημοῦσιν, ἐν ταῖς ἀνάγκαις προστάτην θερμότατον· διὸ προΐστασο ἡμῶν, Ἀθανάσιε μάρτυς ἑκάστοτε.
Θεοτοκίον.
Ἁγίων, ἁγιωτέρα ὑπάρχεις, καὶ Ἀγγέλων βασιλὶς Παναγία· διὸ κἀμὲ ἐναγῆ ταῖς ἀπάταις, καὶ ἡδοναῖς γεγονότα τοῦ σώματος, καθάρισον ἐκ τῆς φθορᾶς, τὴν ψυχήν μου ἁγνὴ ἁγιάζουσα.
Διάσωσον, ὦ Νεομάρτυς Κυρίου ταῖς σαῖς πρεσβείαις, πάσης βλάβης καὶ συμφορᾶς Ἀθανάσιε, τοὺς τῇ σεπτῇ σου προστρέχοντας προστασίᾳ.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων.
Ὡς Ἀθλητὴς τοῦ Χριστοῦ ἐνθεώτατος, καὶ πρεσβευτὴς ἡμῶν μέγας πρὸς Κύριον, δυσώπει ἀεὶ Ἀθανάσιε, ἁμαρτημάτων διδόναι συγχώρησιν, τοῖς πόθῳ τιμῶσι τοὺς ἄθλους σου.
Προκείμενον
Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχος. Πεφυτευμένος ἐν οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. 21, 12-19)
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπό τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν, μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων, καὶ συγγενῶν, καὶ φίλων, καὶ ἀδελφῶν· καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.
Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις, Ἐλεήμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεήμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἤθλησας στεῤῥότατα, ἐν τοῖς καιροῖς τοῖς ὑστέροις, ἀκλινεῖ φρονήματι, μάρτυς Ἀθανάσιε θείῳ ἔρωτι· διὸ νῦν Ἅγιε, ὡς τῆς ἀθανάτου, ἀπολαύων ὡραιότητος, ἀπαύστως πρέσβευε, τῷ σὲ ἐν τοῖς ἄθλοις σθενώσαντι, σθένος ἡμῖν οὐράνιον, δίδοσθαι καὶ χάριν καὶ ἔλεος, ὡς ἂν τῶν ἐν βίῳ, δεινῶν περιγιγνώμεθα σοφέ, καὶ θεαρέστως ἀνύσωμεν, πᾶσαν τὴν ζωὴν ἡμῶν.
Σῶσον ὀ Θεός, τὸ λαό σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥώμῃ θείᾳ ἀθλήσας Ἀθανάσιε μάρτυς ἐχθρὸν κατήσχυνας, καὶ νῦν τῆς ἀθάνατου, ζωῆς ἐπαπολαύων, θανατούντων ἀπάλλαξον, ἐπιφορῶν καὶ παθῶν, τοὺς σὲ ὑμνολογοῦντας.
Ἴδε ὄμματι θείῳ τοὺς πιστῶς ἱσταμένους πρὸ τῆς Εἰκόνος σου, καὶ δίδου τούτοις Μάρτυς, ὑγιείαν καὶ εἰρήνην, καὶ πταισμάτων συγχώρησιν, καὶ χαλεπῶν πειρασμῶν, ἀπαλλαγὴ ταχεῖαν.
Νοσημάτων παντοίων καὶ ποικίλων κινδύνων καὶ ἐπιθέσεων, ἐχθροῦ τοῦ ἀοράτου, διάσωσον λιταῖς σου, Ἀθανάσιε ἔνδοξε, τοὺς ἐξαιτοῦντας πιστῶς, τὴν ἀρωγήν σου Μάρτυς.
Θεοτοκίον.
Γέλως πρόκειμαι Κόρη ταῖς ῥοπαῖς ταῖς ἀτάκτοις τοῦ πολεμήτορος· ἀλλ’ ὦ Θεογεννῆτορ, συνέτισον τὸν νοῦν μου, φόβῳ θείῳ καὶ δίδου μοι, μετάνοιαν ἀληθῆ, κἂν τέλει τῷ τοῦ βίου.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἔχων μεγίστην, πρὸς τὸν Χριστὸν παῤῥησίαν· δι’ ὃν ἤνεγκας τὸν θάνατον γενναίως, πλήρου Νεομάρτυς, τὰς τῶν πιστῶν αἰτήσεις.
Ῥάβδῳ παμμάκαρ, τῆς πρὸς Χριστόν σου πρεσβείας, κατασύντριψον τὴν καθ’ ἡμῶν μανίαν, τοῦ ἀνθρωποκτόνου, ὦ νέε Ἀθλοφόρε.
Ἀγαλλιᾶται, ἡ σὲ βλαστήσασα Κόρη, Ἀθανάσιε τῇ σῇ στεῤῥᾷ ἀθλήσει, ἣν ἀπαύστως ῥύου, ἁπάσης δυσπραγίας.
Θεοτοκίον.
Σὺ εἶ Παρθένε, τῶν γηγενῶν σωτηρία, ὡς κυήσασα, τὸν τοῦ παντὸς Σωτῆρα· ὅθεν κἀμὲ σῶσον, ὡς βρύσις τοῦ ἐλέους.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἱλέωσαι τὸν Κτίστην, ἡμῖν Νεομάρτυς, τοῖς εὐλαβῶς τῇ πρεσβείᾳ σου σπεύδουσι, καὶ ἐν εἰρήνῃ κυβέρνησον τὴν ζωὴν ἡμῶν.
Μεγίστων χαρισμάτων, μέτοχος ὑπάρχων, ὡς Νεομάρτυς Κυρίου περίδοξος, χαρίζου πᾶσι ὑγείαν ψυχῆς καὶ σώματος.
Ὁλόφωτον παστάδα, ἔχων κατοικίαν, ἐν οὐρανοῖς Ἀθανάσιε ἔνδοξε, ἐπινοιῶν τῶν τοῦ σκότους ἡμᾶς ἀπάλλαξον.
Θεοτοκίον.
Ὑπέρτερον τὸν νοῦν μου, δεῖξον Θεοτόκε, χαμαιπετῶν νοημάτων τοῦ ὄφεως, καὶ τοῦτον πλήρωσον Κόρη θείας ἐλλάμψεως.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις Ἀθανάσιε ἀθλητά, ὁ νέος ὁπλίτης, παρατάξεως τοῦ Χριστοῦ, τῆς ἀθανασίας, τὸ πανευῶδες ἄνθος, τὸ τέρπον καὶ εὐφραῖνον, τοὺς εὐφημοῦντάς σε.
Γνώσει διαλάμπων τῇ ἀληθεῖ, ἤσχυνας τὸν δόλον, τοῦ βελίαρ τὸν κατὰ σοῦ, καὶ στεῤῥῶς ἀθλήσας, φρονήματι ἀνδρείῳ, γερῶν τῶν ἀθανάτων, Μάρτυς ἠξίωσαι.
Τὸν Χριστὸν δοξάσας μαρτυρικῶς, ἤνεγκας γενναίως, Ἀθανάσιε ἀθλητά, διὰ τῆς ἀγχόνης, τὸν θάνατον θεόφρον, καὶ ἀθανάτου δόξης, ἐπέβης Ἅγιε.
Χαίροις Νεομάρτυς τοῦ Ἰησοῦ, τῶν πάλαι Μαρτύρων, ἰσοστάσιος ἐν παντί· νεόδρεπτον κρίνον, Χριστοῦ τῆς Ἐκκλησίας, τῆς πλάνης ἀπελαύνον, ὀσμὴν ψυχόλεθρον.
Ἔχων παῤῥησίαν πρὸς τὸν Χριστόν, μὴ παύσῃ πρεσβεύων, Ἀθανάσιε ἀθλητά, πάσης λυτρωθῆναι, ἀνάγκης τε καὶ βλάβης, τοὺς πόθῳ προσιόντας, τῇ ἀντιλήψει σου.
Ὡς τῆς ἀθανάτου ζωῆς τρυφῶν, ἐν ἀγαλλιάσει, Ἀθανάσιε ἀθλητά, ἐκ πάσης πικρίας, καὶ λύπης καὶ ὀδύνης, ἀτρώτους ἡμᾶς τήρει, ταῖς ἱκεσίαις σου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Νέε, τοῦ Σωτῆρος Ἀθλητά, ὁ καταβαλὼν τὸν βελίαρ, ἀνδρειοτάτῃ ψυχῇ, μάρτυς Ἀθανάσιε, ἀξιοθαύμαστε, πειρασμῶν καὶ κακώσεων, καὶ νόσων καὶ πόνων, ψυχῆς τε καὶ σώματος, θερμῇ πρεσβείᾳ σου, ῥῦσαι, τοὺς πιστῶς τε τιμῶντας, ἐν εἰρηνικῇ καταστάσει, καὶ χαρᾷ διέπων τὴν ζωὴν ἡμῶν.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.