Παρακλητικός Κανών εις τον Άγιο Αθανάσιο Γ΄ ο Πατελάρος Πατριάρχης Κωνσταντινουπόλεως

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

†Εορτάζεται στις 21 Αυγούστου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὸ εξής·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἀθανασίου τὰς λιτὰς ἐκζητήσωμεν, οἱ καθ’ ἑκάστην χαλεπῶς χειμαζόμενοι, καὶ στένοντες κραυγάζοντες ἐκ βάθους ψυχῆς· Λούμπνης σεμνολόγημα, καὶ Ἀξοῦ θεῖον ἔρνος, ἐφ’ ἡμῖν σπλαγχνίσθητι, σοῖς ἀχρείοις ἱκέταις, καὶ ἀπὸ πάσης ῥῦσαι συμφορᾶς, τοὺς προσκυνοῦντας σὸν ἄφθαρτον σκήνωμα.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ἀθανασίας ἐπωνύμου λιτὰς αἰτοῦμαι. Χ. Μ.

ᾨδὴ α΄. Ἦχος πλ. δ; . Ὑγρὰν διοδεύσας.
Ἀφθίτου ἐν δόμοις ζωῆς χαρᾶς, ὁ νῦν ἀπολαύων, Ἀθανάσιε ἱερέ, ἀφθίτου ζωῆς ἀξίωσόν με, τὸν ἐκζητοῦντας λιτὰς τὰς ἀόκνους σου.

Θαυμάτων ἀείῤῥυτε ποταμέ, τὸν σὲ μετὰ πότμον, ἀφθαρτώσαντα Ἰησοῦν, ἱκέτευε πάντας κατευθῦναι, πρὸς ἀφθαρσίας νομὰς Ἀθανάσιε.

Ἀξοῦ τῆς Ῥεθύμνης σεπτὲ βλαστέ, καὶ νήσου τῆς Κρήτης, τηλαυγέστατε φρυκτωρέ, τὸν πόθον Κυρίου ἄναψόν μοι, ὅπως ὑμνῶ σε ἀεὶ Ἀθανάσιε.

Θεοτοκίον.
Νικῆσαι τὸν ὄφιν τὸν μιαρόν, ἐνίσχυσον Μῆτερ, τὸν οἰκέτην sου τὸν θερμῶς, προστρέχοντα σκέπῃ sου τῇ θείᾳ, καὶ ἀρωγῇ Θεοτόκε Πανύμνητε.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἀθανάσιε μάκαρ, σὸν ἱερὸν σκήνωμα, ὃ τηρεῖ Χριστὸς εἰς αἰῶνας, πάντας ἀλώβητον, ἐν τῷ Χαρκόβῳ πιστῶς, κατασπαζόμενοι ῥῶσιν, ψυχικὴν λαμβάνομεν, καὶ θείαν δύναμιν.

Σωτηρίας μοι δεῖξον, θαυματουργὲ Ὅσιε, τρίβους Ἀθανάσιε σκεῦος, πάντιμον χάριτος, καὶ πρὸς νομὰς οὐρανῶν, κατεύθυνόν με κραυγάζω, εὐφροσύνους ἵνα σε, μέλπω ἀείποτε.

Ἰαμάτων τὴν χάριν, παρὰ Θεοῦ εἴληδας, δαψιλῶς σεπτὲ Ἱεράρχα, ὡς ἀντιμίσθιον, τῆς καθαρᾶς σου ζωῆς, καὶ τῶν ὑπὲρ δοξασίας, τῆς ὀρθῆς ἀγώνων σου, ὦ Ἀθανάσιε.

Θεοτοκίον.
Ἀειπάρθενε Κόρη, τῶν εὐσεβῶν πλήρωσον, τάχος τὰς αἰτήσεις καὶ ῥῦσαι, πάσης κακώσεως, καὶ ἐπηρείας ἐχθροῦ, τοὺς sὲ ἀπαύστως τιμῶντας, ὡς Θεοῦ λοχεύτριαν, καὶ κοσμοσώτειραν.

Ὡς ἕτοιμον, ἐν συμφοραῖς καὶ κινδύνοις ἡμεῖς προστάτην, καταφεύγομεν εὐλαβῶς πρὸς σὲ Ἀθανάσιε, σεπτὲ Ἱεράρχα τοῦ Βυζαντίου.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ἀκέστωρ ταχὺς ὑπάρχεις Ἀθανάσιε, τοῖς πόθῳ ἀεὶ τῷ σκήνει σου προστρέχουσι, καὶ τρανῶς κραυγάζουσιν· ἀφθαρσίας σὲ τῷ ἐνδύσαντι, χιτῶνα πρέσβευε Παμβασιλεῖ, ἐνδῦσαι ἡμᾶς στολὴν χρηστότητος.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Στηλογράφημα νήψεως, καὶ θεογνωσίας λαμπρὸν ἀμάρυγμα, Ἀθανάσιε ἐκδίωξον, ἀκηδίας νέφη τὰ κυκλοῦντά με.

Εὐσυμπάθητε Ὅσιε, Κωνσταντινουπόλεως θεῖε ἔφορε, κλῖνον οὖς ἡμῖν εὐήκοον, σὲ τοῖς εὐφημοῦσιν Ἀθανάσιε.

Πολεμοῦντά με τύραννον, νοητὸν εὐχῶν σου τοῖς θείοις βέλεσι, Ἱεράρχα σῶφρον σύντριψον, ἀθανάτου βρώσεως ἐπώνυμε.

Θεοτοκίον.
Ὡραιότης ἁγνότητος, καὶ τῆς παρθενίας εἰκὼν περίβλεπτε, τὰς ἐννοίας τοῦ ἱκέτου sου, ἅγνισον τοῦ νῦν προσπεφευγόντος σοι.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Νύκτα ζοφεράν, ἁμαρτίας μου ἀφάνισον, Ἀθανάσιε καὶ ἧμαρ σωστικόν, ἐξανέτειλόν μοι Κρήτης σεμνολόγημα.

Ὕμνοις καὶ ᾠδαῖς, Ἀθανάσιε τιμῶντές σε, Ἱεράρχην ὡς θεόσοφον εὐχάς, τὰς σεπτάς σου πρὸς Χριστὸν ἀπεκδεχόμεθα.

Μέμνησο ἡμῶν, τῶν ἑκάστοτε ὑμνούντων σε, Ὀρθοδόξου ὡς φρονήματος πυρσόν, καὶ χειμάῤῥουν θαυμασίων Ἀθανάσιε.

Θεοτοκίον.
Ὄμβρισον ἡμῖν, ὑετὸν τῆς θείας χάριτος, ὡς νεφέλη ὀμβροτόκος Ἀγαθή, ἡ καρδίας τὰς ἀνίκμους ἀναψύχουσα.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ὑπέμεινας, δὶς πικρὰν ἐκδίωξιν, ἐκ τοῦ θρόνου Βυζαντίου τοῦ θείου, ἵνα ἡμᾶς, ὑπομένειν διδάξῃς, τὰς ἀδικίας καλῶς Ἀθανάσιε, καὶ θλίψεις ὥσπερ μιμητής, τοῦ ἀδίκως Σταυρὸν ὑπομείναντος.

Λυμαίνοντα, οἴμοι τὴν καρδίαν μου, Ἀθανάσιε Πατέρων φαιδρότης, τὸν πτερνιστὴν καὶ μισόκαλον πλάνον, ῥιπῇ εὐχῶν σου θερμῶν ἀπομάκρυνον, και εἰρηνεύειν ἐσαεί, τὸν σὸν πρόσφυγα Πάτερ ἀξίωσον.

Ἱκέτευε, σὲ τὸν ἀφθαρτώσαντα, καὶ θαυμάτων δείξαντά σε χειμάῤῥουν, Χαρκόβου θεῖε κοσμήτορ καὶ πάσης, τῆς Οὐκρανίας πυρσὲ Ἀθανάσιε, τοῖς σὲ τιμῶσιν ἐκτενῶς, τὸ Αὐτοῦ πέμψαι ἄμετρον ἔλεος.

Θεοτοκίον.
Τιμῶντάς sε, καθ’ ἑκάστην Δέσποινα, ὡς τὴν μόνην Θεοτόκον βοῶμεν· εὐλογημένη Μαρία ἁπάντων, τῶν εὐσεβῶν ἀῤῥαγὲς περιτείχισμα, περιχαράκωσον ἡμᾶς, ἐν τῇ μάνδρᾳ τῆς sῆς θείας χάριτος.

Ὡς ἕτοιμον, ἐν συμφοραῖς καὶ κινδύνοις ἡμεῖς προστάτην, καταφεύγομεν εὐλαβῶς πρὸς σὲ Ἀθανάσιε, σεπτὲ Ἱεράρχα τοῦ Βυζαντίου.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τὸν ἐν Χαρκόβῳ ἀφθάρτως καθήμενον, εἰς τοὺς αἰῶνας κλεινὸν Ἀθανάσιον, ὀφθέντα τῆς Πίστεως πρόμαχον, ἀνευφημοῦντες βοῶμεν ἑκάστοτε· πιστοὺς σῷζε Πάτερ ἐκ θλίψεων.

Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Ἰωάννην
(Κεφ. ι΄ 9 – 16).
Εἶπεν ὁ Κύριος· ἐγώ εἰμι ἡ θύρα· δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθῃ σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσιν καὶ περισσὸν ἔχωσιν. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· ὁ μισθωτὸς καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ ἔστιν τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησιν τὰ πρόβατα καὶ φεύγει καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστιν καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν· καθὼς γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα· καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνα δεῖ με ἀγαγεῖν καὶ τῆς φωνῆς μου ἀκούσουσιν καὶ γενήσονται μία ποίμνη, εἷς ποιμήν.

Δόξα.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Στῦλε ἁγιότητος, Ὀρθοδοξίας προΐστορ, καὶ Ποιμὴν ὑπέρφωτε, χάριν θείαν εὕρηκας, Ἀθανάσιε· Κρήτης ἀνάθρεμμα, Βασιλίδος στέμμα, καὶ Χαρκόβου νῦν θησαύρισμα, τοῖς σοὶ προστρέχουσι, καὶ ἀσπαζομένοις τὸ σκῆνός σου, παρέχειν ἄμφω δύναμιν, καὶ πληρεῖν αὐτῶν τὰ αἰτήματα, πρὸς τὴν σωτηρίαν· διόπερ σοι βοῶμεν εὐθαρσῶς· χαῖρε θαυμάτων ἀείῤῥυτε, Πατελάρε χείμαῤῥε.

Σῶσον, ὁ Θεός, τὸν λαόν Σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀθανάσιε φρέαρ, θεϊκῶν δωρημάτων τὸ ἀνεξάντλητον, τὸν βορβορώδη ῥύπον, πταισμάτων μου ἀπείρων, σαῖς λιταῖς ἀποκάθαρον, ἵνα ὑμνῶ σε ἀεί, θεόφρον Ἱεράρχα.

Σκοτομίνην παθῶν μου, ἀποδίωξον τάχος καὶ πανευφρόσυνον, ἀθανασίας ἧμαρ, ἀνάτειλόν μοι κράζω, γεραρὲ Ἀθανάσιε, ὁ ἀρεταῖς αὐγασθείς, ὡς ἥλιος πυρφόρος.

Ἀνάργυρον παρέχεις, εὐσεβέσιν ἰάσεις τοῖς σοὶ προστρέχουσι, καὶ πίστει προσκυνοῦσι, τὸ θεῖον σκήνωμά σου, ἀλωβήτως καθήμενον, καὶ ὥσπερ ζῶν εὐλογῶν, αὐτῷ τοὺς προσιόντας.

Θεοτοκίον.
Ἱλαστήριον κόσμου, σῶσον πάντας Παρθένε τοὺς καταφεύγοντας, ταῖς ῥυπτικαῖς εὐχαῖς σου, Ὑπερευλογημένη, πρὸς ὃν ἔτεκες Κύριον, ἵνα ὑμνῶμεν φαιδρῶς, ἀεί σε Θεοτόκε.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τῆς ἀφθαρσίας, ἐπενεδύθης χιτῶνα, Ἀθανάσιε χάριτι θείᾳ, ἧς ἀξίωσόν με, τὸν σὲ ὑμνολογοῦντα.

Οὐρανοδρόμῳ, ἀκολουθήσας πορείᾳ, Ἀθανάσιε ἤρθης πρὸς δόμους, θείους ἔνθα χαίρων, ὑπὲρ ἡμῶν πρεσβεύεις.

Υἱοθεσίας, τῆς θεϊκῆς ἀμαυρώσας, ὁ ἀχρεῖος τὸ ἔνδυμα κράζω· στιλβωσόν με Πάτερ, φωτὶ τῶν πρεσβειῶν σου.

Θεοτοκίον.
Μὴ μου παρίδῃς, τοὺς στεναγμοὺς τῆς καρδίας, καὶ δακρύων μου ῥεῖθρα Παρθένε, Μῆτερ τοῦ Ὑψίστου, Ὑπερδεδοξασμένη.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἀπέλασον λιταῖς σου, πρὸς τὸν Φωτοδότην, σωματικῶν ἀλγηδόνων μου ζόφωσιν, φωτὸς ἀστέκτου ἐκπύρσευμα Ἀθανάσιε.

Ἰάματα παρέχεις, Ἱεράρχα πᾶσι, τοῖς προσκυνοῦσι σὸν ἄφθαρτον σκήνωμα, πανευλαβῶς Ἀθανάσιε τρισμακάριστε.

Χαρᾶς ἀνεκλαλήτου, ἧς τρυφᾶς ἐν πόλῳ, τοὺς σὲ τιμῶντας ἐν ὕμνοις ἀξίωσον, βλαστὲ Ἀξοῦ εὐθαλέστατε Ἀθανάσιε.

Θεοτοκίον.
Μυροδοχεῖον θεῖον, τοῦ Παμβασιλέως, Χριστοῦ Παρθένε λιταῖς μυριπνόοις σου, πλουσίως μύρισον νοῦν μου τὸν δυσωδέστατον.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τὸν ἐν Ἱεράρχαις θαυματουργόν, ἄκακον καὶ πρᾶον, Ἀθανάσιον ἱερόν, Ὀρθοδόξων πίστιν, κρατύναντα τὴν θείαν, αὐτοῦ πυρφόροις λόγοις, ὕμνοις γεραίρομεν.

Τὸν Ἀξοῦ Ῥεθύμνης σεπτὸν βλαστόν, Βυζαντίου κλέος, ὄρους Ἄθωνος οἰκιστήν, καὶ Χαρκόβου γέρας, τιμήσωμεν ἐκθύμως, ὡς θεῖον Ἱεράρχην, νῦν Ἀθανάσιον.

Ὕψωσον τὰς χεῖράς σου πρὸς Θεόν, τὰς σεπτὰς θεόφρον, Ἀθανάσιε γεραρέ, καὶ Αὐτὸν δυσώπει, ὑπὲρ τῶν εὐφημούντων, τὴν σὴν ἀγαθωσύνην, καὶ θείαν μνήμην σου.

Χαίροις τοῦ Χαρκόβου φωταγωγέ, τῆς Μονῆς τῆς Λούμπνης, ἀκαθαίρετε βοηθέ· χαίροις Ὀρθοδόξων, ὑπέρμαχε καὶ ῥῦστα, προΐστορ Βυζαντίου, ὦ Ἀθανάσιε.

Λῦσον τῆς καρδίας μου συνοχήν, σοῦ ταῖς ἱκεσίαις, πρὸς τὸν Κύριον καὶ Θεόν, βλάστημα Ῥεθύμνης, τερπνὸν καὶ μυροβόλον, Ἀρχιερεῦ παμμάκαρ, ὦ Ἀθανάσιε.

Σκέπε τοὺς τιμῶντάς σε εὐλαβῶς, Βασιλίδος θρόνου, ἐγκαλλώπισμα καὶ λαμπρόν, Οὐκρανίας γέρας, σημειοφόρε Πάτερ, ἀθανασίας ὄντως, μάκαρ ἐπώνυμε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ἔχων, παῤῥησίαν πρὸς Θεόν, ἔκτεινον ἡμῖν τὴν σὴν χεῖρα, τοῖς ἐν τοῖς κλύδωσι, βίου καὶ στερήσεσι, πικραῖς ἱκέταις σου, θαυμαστὲ Ἀθανάσιε, πυρσὲ Βυζαντίου, καὶ κινδύνων λύτρωσαι, τοὺς προσκυνοῦντάς σου, σκῆνος τὸ ἀλώβητον μένον, χάριτι Θεοῦ εἰς αἰῶνας, Ἱεράρχα ὅσιε καὶ ἄκακε.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.