Παρακλητικός Κανών εις τον εν Αγίοις Πατρός ημών Αυγουστίνο Επίσκοπο Ἰππώνος

Ποίημα Παναγιώτου Φραγκάκου Θεολόγου

†Εορτάζεται στις 15 Ιουνίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὸ ἐξής·

Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῶ.
Ὡς αἰγληφόρος ποιμενάρχης Ἰππῶνος καὶ ὀξυγράφος θεολόγος παμμάκαρ, ταῖς σωστικαῖς ἀκτῖσί σου καταύγασον, πάντας τοὺς αἰτοῦντάς σε, φωτισμὸν Αὐγουστῖνε, καὶ τὴν σὴν θεόληπτον προστασίαν θεόφρον, καὶ ἀγνωσίας σκέδασιν σοφέ, πνευματοφόρε πατὴρ ἡμῶν ἔνδοξε.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ἐνώτισαι Αὐγουστῖνε ὠδὴν Παναγιώτου

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγράν διοδεύσας.
Ἐνώτισαι πάτερ τὴν ἀσθενῆ, ὠδὴν μου θεόφρον, Αὐγουστῖνέ μοι παρασχών, τὴν χάριν τὴν σὴν πνευματοφόρε, ἵνα ὑμνήσω τὰ σὰ κατορθώματα.

Νἠφάλιος νοῦς τε καὶ θερμουργός, ἀστὴρ ὃ ἐκπέμπων θειοτάτας μαρμαρυγάς, τὸν ζόφον παμμάκαρ τῆς ψυχῆς μου, ταῖς δᾳδουχίαις σου πάτερ διάλυσον.

Ὡς ἄλλος τελώνης ταπεινωθείς, δακρύων ἐκχέω ποταμὸν ἐν τοῖς στεναγμοῖς διὸ δέομαί σου Αὐγουστῖνε, τῆς μετανοίας τὴν τρίβον δηλῶσαί μοι.

Θεοτοκίον.
Ταμεῖον ὑπάρχουσα τοῦ Θεοῦ, οἰκτίρμων γενοῦ μοι, ἐν ταῖς θλίψεσι καὶ δεινοῖς, πρεσβεύουσα μῆτερ ἀενάως, ἐκ τῶν κινδύνων ρυσθῆναί με πάναγνε.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἱλασμὸν θεοφόρε, καὶ δακρύων τὴν ἔφεσιν, τῇ πρεσβευτικῇ σου δυνάμει, μάκαρ χορήγησον, τοῖς δεομένοις σου, ὅτι ὡς φῶς μετανοίας, πάτερ ὥφθης ἔκπαλαι πᾶσι πανόλβιε.

Σὡτηρίας τὴν τρίβον, ἐπιποθῶν ἅγιε, ἐκ τῶν ἀτραπῶν ἀπωλείας, Χριστῷ προσέδραμες, ὅθεν τοὺς ἄρνας σου ὡς ποιμενάρχης ἐχέφρῶν, Αὐγουστῖνε φύλαττε, πάσης στενώσεως.

Αἱρετίζοντας λόγους, ὡσεὶ κηρὸν ἔτηξας, τὴν Ὀρθοδοξίαν φυλάττων, ἐκ τῆς συλήσεώς, ἣν νῦν ἀπάλλαξον, ἐκ τῶν κινδύνων τῆς πλάνης, σκέπῃ θεοδέκτῳ σου, ἐν τάχει πάντιμε.

Θεοτοκίον.
Ἱκετήριον ὕμνον βοῶ σοι ἀνύμφευτε, ἵνα ἐκ βορβόρου σαρκός μου, μῆτερ λυτρώσῃς με, καὶ ὡς χιόνα δὲ Ὑπεραγία λευκώσῃς, δυναστείᾳ πάναγνε, Υἱοῦ καὶ πλάστου σου. :

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Ἀσθενείας μου φλόγωσιν, ὄμβρῳ τοῦ ἐλέους σου καταμάρανον καὶ τὸν στόνον μου τὸν ἄφατον, ὡς ἀκέστωρ θεῖος παραμύθησαι.

Ὑφαπλῶσαι τὴν σκέπην σου, μάκαρ ἐφ᾽ ἡμᾶς δεόμεθα ἅπαντες, οἱ τοξεύμασι τοῦ δράκοντος, Αὐγουστῖνε πάτερ προσβαλλόμενοι.

Γεηρῶν τὰ ὁρμήματα, καὶ Ἀμαληκίτην σατὰν καθήλωσον, λιταζόμενοί σε κράζομεν, καὶ ἐν ὕμνοις πάτερ σε γεραίρομεν.

Θεοτοκίον.
Ὁρμητήριον γέγονας, θαλαττευομένων βίου τοῖς κύμασι καὶ πρεσβεύεις ἀπειρόγαμε, λυτρωθῆναι αὐτοὺς παναμώμητε.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὓπερθεν σοφέ, γεηρῶν τὸν νοῦν μου τήρησον, ἀπελαύνων τὴν βομβοῦσαν ἰσχυρῶς, ἀνθηδῶνα ἐγκοσμίων ἀξιάγαστε.

Σὕνδρομος ἡμῖν, Αὐγουστῖνε ἀξιάγαστε, ἀναδείχθητι παλαίων μεθ᾽ ἡμῶν, ἐν τοῖς πόνοις ἐγκρατείας καὶ ἁγνότητος.

Τείχισον ἡμᾶς τῇ ὀξείᾳ προστασίᾳ σου, διαλύων τῶν αἱρέσεων πλοκάς, καὶ σχισμάτων θεοφόρε τὰ συστήματα.

Θεοτοκίον.
Ἳσχυσον ἁγνή, καὶ δυνάστην κοσμοκράτορα, ἐπαιρόμενον κατάθαλε σοφή, θεοδέκτῳ σου πρεσβείᾳ ἀπειρόγαμε.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Νεκρῶσαί μου, Αὐγουστῖνε δέομαι, τὰ σκιρτήματα σαρκὸς τὰ ὑλώδη, σὺ γὰρ ἐχέφρων θεόφρον ἐγνώσθης, καὶ τῶν παθῶν τὰς ὑψώσεις κατέστειλας, τῇ συνεργίᾳ ἀγαθέ, Παρακλήτου ἐλλάμψεως πάνσοφε.

Ἐκ νόσων νῦν, ψυχικῶν κατάκειμαι, ἀπορούμενος σοφὲ μετανοίας, διὸ βοῶ σοι ἐκ βάθους καρδίας, τὸν πανοικτίρμονα Λόγον ἱκέτευσον, ἵνα παράσχῃ μοι ταχύ, τῆς ταπεινώσεως χάριν ἀοίδιμε.

Ὡς φύλαξ τε, Ἐκκλησίας ἔνθερμος, ἀνεφάνης Αὐγουστῖνε διώκων, τῇ θεολόγῳ γραφίδι σοῦ μάκαρ, αἱρετικῶν τὰς ἀγέλας στερρότατα, διὸ φωνοῦμέν σε καὶ νῦν, τὴν ᾿Εκκλησίαν τηρῆσαι ἀκύμαντον.

Θεοτοκίον.
Δουλώσας με, ὁ ἐχθρὸς ἀνύμφευτε, κατατρύχομαι αὐτοῦ τῇ δυναστείᾳ, διὸ προσφεύγω τῇ σῇ βοηθείᾳ, ὡς ἀρωγὸς τῶν πιστῶν καὶ προστάτις μου, θεοχαρίτωτε ἁγνή, ἵνα συντρίψῃς τὸ θράσος τοῦ ὄφεως.

Διάσωσον ἀπὸ κινδύνων, πανεύφημε Αὐγουστῖνε, τοὺς πληγέντας δαιμονικαῖς περιστάσεσι, καὶ δώρησαι βιοτὴν γαληνιαίαν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Εἰκόνος τῆς σῆς, θεόφρον προϊστάμενοι, αἰτοῦμεν θερμῶς πρεσβείαν σοὺ τὴν ἄνωθεν, καὶ βοῶμεν ἅπαντες· Αὐγουστῖνε πάταξον δέσποτα, αἱρετικῶν ἀγέλας τὰς πυκνάς, σκεδάζων αὐτῶν τὰ γλωσσαλγήματα.

Προκείμενον.
Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσει ἀγαλλιάσονται.
Στίχος. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.

Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Ἰωάννην
(Κεφ. ια’, 9 – 16).
Εἶπεν ὁ Κύριος· Ἐγώ εἰμι ἡ θύρα· δι᾿ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται· καὶ εἰσελεύσεται, καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται, εἰμὴ ἵνα κλέψῃ, καὶ θύσῃ, καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον, ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσιν. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων. Ὁ μισθωτὸς δὲ, καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον, καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ, καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι, καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. kαθὼς γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα· καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν· καὶ τῆς φωνῆς μου ἀκούσουσι· καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.

Δόξα.
Ταἷς τοῦ Ἱεράρχου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταἷς τῆς Θεοτόκου πρεσβείαις ᾿Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Αὑγουστῖνον ἔνδοξον, τῆς οἰκουμένης τὸ κλέος, καὶ Ἰππῶνος πρόεδρον, τῶν βροτῶν οἱ σύλλογοι εὐφημήσωμεν, πρέσβυς γὰρ ἔνθερμος, τῶν πιστῶν πέφηνε, καὶ προστάτης κραταιότατος, ποιμὴν πανάριστος, καὶ τῆς ᾿Εκκλησίας προπύργιον, αἱρέσεων καθαίρεσις, καὶ ἀρχιερέων τὸ κλέισμα. Τούτῳ προσιόντες, αἰτήσωμεν τὴν χάριν δαψιλῶς, καὶ ἀγνωσίας τὴν σκέδασιν, καὶ παθῶν κατάργησιν.

Σῶσον ὁ Θεὸς τὸν λαό σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἡδονῆς ψυχοφθόρου καὶ ὀργῆς καὶ θλίψεὡς ἐλευθέρωσον, τρισμάκαρ Αὐγουστῖνε, τοὺς σὲ ὑμνολογοῦντας, καὶ βοῶντας ἀοίδιμε· Ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Νοητῶν αἰθιόπων, ἰοβόλα κατάκοψον βέλη ἔνδοξε, λιταῖς σου Αὐγουστῖνε, πρὸς τὸν ἧμῶν Δεσπότην, ὃν δοξάζωμεν ψάλλοντες· Ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ποδηγέτης ᾿Ιππῶνος, ἀνεδείχθης βραχίονι παντοκράτορος, διὸ καὶ τοὺς σοὺς δούλους, θεόφρον Αὐγουστῖνε, χειραγώγησον μέλποντας· Ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.
Ἀπειρόγαμε νύμφη, τῆς ψυχῆς τὸν χιτῶνα, φεῦ κατεμόλυνα, ροπαῖς ταῖς ψυχοφθόροις, ἀπείρανδρε Παρθένε, ὅθεν κράζω σοι Δέσποινα· Ταῖς σαῖς πρεσβείαις ἁγνή, ἁγνὸν κατάστησόν με.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Νἐμεις τὴν χάριν, τοῖς προσιοῦσί σοι πάτερ, Αὐγουστῖνε ἱεράρχα Κυρίου, ὅθεν ἄρδευσόν μου γεώργιον ψυχῆς μου.

Ἀπὸ τῶν νόσων, τῶν ἀνιάτων θεόφρον, ρῦσαι πάντας τοὺς ἀλγοῦντας ταχέως, ἵνα εὐχαρίστως δοξάζωσί σε μάκαρ.

Γὄμῳ παμμάκαρ, ἀμπλακημάτων βαρέων, Αὐγουστῖνε θεοφόρε ἐπλήγην, ὅθεν ταῖς λιταῖς σοὺ βελτίωσον ζωήν μου.

Θεοτοκίον.
Ἳαμα μῆτερ, τῇ τετρωμένῃ ψυχῇ μου, ἡ πρεσβεία σου τυγχάνει ἡ ὀξεῖα, ἣν Ὑπεραγία αἰτοῦμαί σε πλουσίαν.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὡς ἄγγελος Κυρίου, Αὐγουστῖνε σῶφρον, τὸν γλυκασμὸν ἐπιστάζεις τοῖς κάμνουσι, παραμυθούμενος πάτερ αὐτῶν τὰ τραύματα.

Τἃ νέφη τὰ ζοφώδη, καὶ ἀχλὺν τρισμάκαρ τῆς παναθλίας ψυχῆς μου ἐκδίωξον, καὶ πρὸς τὰ ἄνω τὸν νοῦν μου σοφὲ κατεύθυνον.

Ὁδὸν τῆς μετανοίας, Αὐγουστῖνε δεῖξον, τοῖς προσιοῦσί σοι πόθῳ πανένδοξε, καὶ χειραγώγησον πάτερ αὐτοὺς ἐν χάριτι.

Θεοτοκίον.
Ὑμνοῦμέν σου τὸν τόκον, ἀπείρανδρε Παρθένε, καὶ προσκυνοῦμέν σε μῆτερ ἀνύμφευτε, ὅτι ἡμᾶς προστατεύεις καὶ σκέπεις πάναγνε.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις τῆς Ἰππῶνος ὁ εὐπρεπής, ὄρθρος Αὐγουστῖνε καὶ ἀστὴρ ἡλιολαμπής, ὁ αὐγάσας πάλαι Χριστοῦ τὴν ᾿Εκκλησίαν καὶ νῦν συνανατέλλων ἁγίοις ἄνωθεν.

Πάτερ Αὐγουστῖνε σχισματικῶν καὶ αἱρετιζόντων δοξασίας τὰς χαλεπάς, στῆσον δυναστείᾳ πρεσβευτικῇ σοὺ μάκαρ, καὶ τῶν πιστῶν τὰ πλήθη κράτυνον δέσποτα.

Δακρυρρόοις θρήνοις τῆς σῆς μητρός, πάτερ ἀνεκλήθης εἰς τὴν μάνδραν τὴν ἀληθῆ, ἔνθα ἀνεδείχθης ἡγήτωρ τῶν προβάτων, τῶν λογικῶν θεόφρον, Χριστοῦ τῇ χάριτι.

Κλῆσιν οὐρανόθεν προσειληφώς, ἔδραμες θεόφρον ἐνστερνίσασθαι τὸν Χριστόν, ὅστις σε χιτῶνα τῆς ἀρχιερωσύνης, ταχέως Αὐγουστῖνε πάτερ ἠμφίεσε.

Τὃν ἐν μετανοίᾳ καὶ συντριβῇ ἥκοντα εἰς οἶκον ὡς ὁ ἄσωτος πατρικόν, εἶτα δὲ δειχθέντα Κυρίου ἀρχιθύτην, ἐν ὕμνοις εὐφροσύνως πάντες τιμήσωμεν.

Πρέσβυν καὶ ἀκοίμητον ὁδηγόν, ρύστην θλιθομένων, μετανοίας τὸν θυρεόν, καὶ Ἰππῶνος κλέος, τὸν θεῖον Αὐγουστῖνον, ἐν ὕμνοις ἑορτίοις ἀνευφημήσωμεν.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τόν συνάναρχον Λόγον.
Αὑγουστῖνον τὸν μέγαν ἀνευφημήσωμεν, τὸν ἱεράρχην τὸν θεῖον τῆς Ἐκκλησίας Χριστοῦ, καὶ σοφὸν ὑφηγητὴν τῆς ἄνω πόλεως, τὸν θεολόγον τὸν κλεινόν, προσευχῆς τὸν ἐραστὴν καὶ στήλην τῆς μετανοίας, πρεσβεύει γὰρ τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε φιλεόρτων οἱ χοροί, θεῖον ἱεράρχην, Ἰππῶνος, τὸν θεοπρόβλητον, ἄσμασι τιμήσωμεν συμφώνως λέγοντες· Αὐγουστῖνε πανένδοξε, ἡγῆτορ θεόφρον, ἔπιδε τοὺς δούλους σου, παρακαλοῦντάς σε, πάντας καὶ αἰτοῦντας ψυχῶν τε καὶ σωματικῶν ἀλγηδόνων, λύσιν θεοφόρε καὶ ἀνάκλησιν.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

 

 

Προσευχές του Ιερού Αυγουστίνου