Παρακλητικός Κανών εις τον Άγιο Δαμασκηνό ο Στουδίτης Επίσκοπος Λητής και Ρεντίνης

Ποίημα Γεωργίου Γαλανόπουλου

†Εορτάζεται στις 27 Νοεμβρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὸ τροπάριον·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοῦ πανενδόξου τοῦ Χριστοῦ Ἱεράρχα, περιχαρῶς τῶν φιλεόρτων χορεῖαι, Δαμασκηνοῦ τιμήσωμεν τὴν μνήμην φαιδρῶς, βίον τούτου ἐκμιμούμενοι, ἀρετὰς τὰς θεοειδεῖς, πίστιν τὴν ἀληθινήν, καὶ παλαίσματα θεῖα, ὡς μέγαν πρέσβυν ἔχοντες Θεῷ, ὅπως πρεσβεύῃ, ἡμῖν δοῦναι ἔλεος.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Τῷ θεοῤῥήμονι μέλος ἥδιστον. Γεωργίου

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Τὸν βίον ἀνύσας θεοπρεπῶς, Χριστοῦ νῦν αὐλίζει, ἱερώτατε ταῖς σκηναῖς, ὃν δοῦναι φρεσὶ θεογνωσία, πνευματοφόρε Στουδῖτα δυσώπησον.

Ὡράθης ὑπέρφωτος τοῖς λαοῖς, σοφὸς Ἱεράρχης· διὸ σκότους μου τῆς ψυχῆς, μετάβαλε τάχυ σαῖς πρεσβείαις, πρὸς τὸν Σωτῆρα καὶ δὸς θείαν φώτισιν.

Θεὸν ἐκδυσώπησον εὐμενῶς, ἡμῖν δοῦναι λύσιν, ἀπολύτρωσίν τε σοφέ, κινδύνων καὶ θλίψεων ῥυσθῆναι, Δαμασκηνὲ τοὺς πιστῶς ἀνυμνοῦντάς σε.

Θεοτοκίον.
Ἐλέους ὑπάρχεις πρέσβυς θερμή· διὸ τὸν Υἱόν σου, ἐκδυσώπησον Μαριάμ, δοθῆναι συγχώρησιν πταισμάτων, τῶν ἱκετῶν σου Ἁγνὴ ἀειπάρθενε.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὀδυνόμενος σπεύδῳ τῇ σῇ μορφῇ Ἅγιε, καὶ καθικετεύω γαλήνην, δὸς τῇ καρδίᾳ μου, ὡς κεκτημένος σοφέ, Πνεύματος δύναμιν θείαν, ἣν παρέχεις ἄφθονον, τοῖς σὲ γεραίρουσι.

Ῥητορείας ἀθέσμου πανουργικῆς ῥῦσαί με, καὶ συκοφαντίας τὰς πλάνας, ἀποσκοράκισον, τῇ σῇ πρεσβείᾳ σοφέ, καὶ πρὸς Χριστὸν παῤῥησίᾳ, ἵνα μὴ ἐπίχαρμα, ἐχθροῖς γενήσωμαι.

Ῥαθυμίας τὸν ὕπνον καὶ ὀκνηρὸν δίωξον, καὶ τῆς ἀθυμίας τὴν ζάλην, τῶν ἀνυμνούντων σε, Δαμασκηνὲ ἱερέ, ἀρχιεράρχα Κυρίου, καὶ ἐχθρῶν ἐκλύτρωσαι, παρακαλοῦμέν σε.

Θεοτοκίον.
Ἡ ἀμφίστομος σπάθη ἰατρικὸν βάλσαμον, τὸ οὐλὰς ψυχῶν ἐπουλῶνον, ὑπάρχεις ἄχραντε, κατὰ δαιμόνων ἡμᾶς, ἐπαπειλούντων ὀξέως· ὅθεν σβέσον τάχιστα, τούτων τοξεύματα.

Διάσωσον, ὦ εὐκλεῆ Ἱεράρχα παντὸς κινδύνου, τοὺς εὐλαβῶς ἑορτήν σου πανηγυρίζοντας, καὶ σὴν εἰκόνα κατασπαζόμενους.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτην θερμὸν καὶ πρέσβυν πρὸς τὸν εὔσπλαγχνον, πτωχῶν ἀρωγόν, πασχόντων ἀντιλήπτορα, φρουρὸν σὲ κεκτήμεθα, Στουδῖτα πιστῶν ἡ πληθὺς κράζοντες, σπεῦσον ταχέως ῥῦσαι συμφορῶν, πάσης ἀνάγκης ἡμᾶς τε καὶ θλίψεως.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Μεθοδείας ἀφάνισον, τῶν ἐχθρῶν καὶ ῥῦσαι ἐκ πάσης θλίψεως, τοὺς πιστῶς σὲ μεγαλύνοντας, θεῖε Ἱεράρχα πανσεβάσμιε.

Οἰδημάτων ἀπάλλαξον, πάντας καὶ καρδίας λύπην ἀφάνισον, καὶ χαρᾶς Χριστοῦ καταύγασον, τῷ φωτὶ τοὺς μέλποντάς σε Ἅγιε.

Νέκταρ θείας σῆς χάριτος, στάλαξον καρδίαις τῶν ἀνυμνούντων σε, καὶ ζητούντων σὴν ἀντίληψιν, καὶ δὸς Πάτερ βίον ἀνεπίληπτον.

Θεοτοκίον.
Ἱκετεύω σε Δέσποινα, ἵλεως Υἱός σου ὁ πολυεύσπλαγχνος, ὅπως γένηται αἰτούμεθα, ἅπαντας λυτρώσασθαι κολάσεως.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Μεῖνον μεθ’ ἡμῶν, τῶν ὑμνούντων σε πανεύφημε, καὶ τῇ σεπτῇ σου μορφῇ πανευλαβῶς, ἀσπαζομένοις, παράσχου εἰρήνην ἄνωθεν.

Ἔχει σὲ στεῤῥόν, ἡ Μονὴ Στουδίου πρόμαχον, καὶ Ναυπάκτου πόλις ἡ ἱστορική, ἃς ῥῦσαι, ἐχθρῶν παμμάκαρ ἁλώσεως.

Λήθης ἐξελοῦ, καὶ Δεσπότην ἐξευμένισον, ὅτι ἀγνώμονες ἐσμὲν δωρεῶν, ὡς παῤῥησίαν Δαμασκηνὲ ἔχεις ἔνθερμον.

Θεοτοκίον.
Ὅρμῳ γαληνῷ, Ἐκκλησίας ναῦν ὁδήγησον, ἡ ἀχώρητον χωρήσασα γαστρί, ὃν ἐκδυσώπει, ἡμᾶς τρυφῆς ἀξιώσασθαι.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Σωτήριον, νῦν ὁδὸν ὑπόδειξον, καὶ πρὸς τρίβους τοῦ Χριστοῦ ἴθυνόν με, Δαμασκηνέ, μυστολέκτα ἀῤῥήτων, Ἱεραρχῶν καὶ πιστῶν ἐγκαλλώπισμα, καὶ μέλποντα περιχαρῶς, τὴν σεπτὴν καὶ πανέορτον μνήμην σου.

Ἠμαύρωσα, νοὸς ἐνδιαίτημα, ἡδοναῖς τῆς ἁμαρτίας δουλεύσας, ὅτι παθῶν, ἡ ψυχὴ ἐμολύνθη, καὶ ὡς ἰχθὺν ὁ βελίαρ ἐζώγρησεν, ἀλλὰ πρὸ τέλους ἐκβοῷ· Ἱεράρχου λιταῖς Σῶτερ σῶσόν με.

Δεδούλωκα, τὴν ψυχὴν ὡς ἄσωτος, ἀλλὰ κάθαρον παθῶν σαῖς πρεσβείαις, νόσων δεινῶν, πειρασμῶν με ὀδύνης, σοφὲ Στουδῖτα κινδύνων καὶ θλίψεων, ἐκλύτρωσαι τὸν ψαλμικῶς, σὲ ὑμνοῦντα ἀπαύστως πανεύφημε.

Θεοτοκίον.
Ἱλάσθητι, τὸν ἀχρεῖον ἄνασσα, καὶ δυνάμει σου ἐνίσχυσον θείᾳ, ὅτι τροφός, γλυκασμὸς καὶ ἀγάπη, ἡμῶν ὑπάρχεις ἐλπὶς καὶ μεσίτρια· ἀεὶ ὑμνοῦμέν σε πιστῶς, προσκυνοῦντες τὸν ἄφραστον Τόκον σου.

Διάσωσον, ὦ εὐκλεῆ Ἱεράρχα παντὸς κινδύνου, τοὺς εὐλαβῶς ἑορτήν σου πανηγυρίζοντας, καὶ σὴν εἰκόνα κατασπαζόμενους.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἀντιλήπτωρ τῶν Χριστιανῶν πέλεις Ἅγιε, καὶ μεσίτης πάντων πρὸς Χριστὸν ἀξιάγαστε· σὺ Στουδῖτα πεπλανημένων ὤφθης φωτισμός· διὸ πρόφθασον Δαμασκηνέ, εἰς βοήθειαν ταχύ, τῶν πιστῶς προσκαλούντων σε· ἴασαι ἀσθενοῦντας, καὶ ῥῦσαι τοὺς δαιμονῶντας, καὶ τήνδε πόλιν ἐξελοῦ πάσης βλάβης παμμακάριστε.

Προκείμενον.
Στόμα δικαίου μελετήσει σοφίαν, χείλη δὲ σοφῶν ἐπίστανται χάριτος.
Στίχος. Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσει ἀγαλλιάσονται.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ἰωάννην.
(Κεφ. ι΄, 9-16).
Εἶπεν ὁ Κύριος· ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν ἔχωσιν. ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· ὁ μισθωτὸς δὲ καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα. ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν, καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι, καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.

Δόξα.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μὴν οὖν ἀποῤῥίψης με, σαρκὸς τὸν μεμολυσμένον, καὶ ψυχῆς τὸν ἄστατον, σὲ νῦν καταφεύγοντα ὁ πανάθλιος· Ἅγιε σῶσόν με, λιταῖς πρὸς Κύριον, ὦ Στουδῖτα παναοίδιμε, ἴασιν δώρησαι ἄμφω, καὶ κινδύνων ἐκλύτρωσαι, θλίψεων ἐξαιρούμενον, καὶ τῶν χαλεπῶν συμφορῶν τοῦ βίου· ὅπως σὴν εἰκόνα, ἀσπάζομαι ἐν πίστει ποθητῶς, καὶ μεγαλύνω σου ᾄσμασι, μνήμην τὴν ὑπέρλαμπρον.

Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Σατᾶν ὁ καθαιρέτης τῶν αἰρέσεων θράση καὶ κακοδόξων ὀφρύν, ὦ ἔνδοξε Στουδῖτα, κατάβαλε ταχέως, ἵνα χαίροντες μέλπομεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Τιμὴν τῇ σῇ εἰκόνι ἀπονέμομεν πόθῳ τῶν Ὀρθοδόξων λαοί· διὸ ταῖς σαῖς πρεσβείαις, ἐκλύτρωσαι κινδύνων, καὶ εὐκλείας ἀξίωσον, τῆς Βασιλείας Θεοῦ, ἡμᾶς Πάτερ θεόφρον.

Ὁμοῦ μετ’ Ἀσωμάτων αὐλιζόμενος πόλῳ καὶ τῶν Ἁγίων Χριστόν, ἱλέωσαι λιταῖς σου, κολάσεως ῥυσθῆναι, Ἱεράρχα τοὺς κράζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.
Ναὸς ἡγιασμένος ἀπειρόγαμε πέλεις σὺ ὡς κατεῖδε Μωσῆ, ἐν μὲν Σινᾷ ὡς Βᾶτον, φλογὶ παραδοθεῖσαν, ἀλλὰ δ’ ἄφλεκτον μείνασαν· διὸ τὴν φλόγαν παθῶν, ἡμῶν σβέσον Παρθένε.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Γῆθεν ἀπέστης, εἰρηνικῶς καὶ ὁσίως, ἐν Ναυπάκτῳ πάνσοφε Στουδῖτα· ὅθεν τῶν πταισμάτων, εὐχαῖς σου δίδου λύσιν.

Ἐλέους θείου, καὶ δωρεῶν πάντας πλῆσον, καὶ Ναυπάκτου πόλιν σὲ τιμῶσα, σὺν Θεσσαλονίκης, καὶ Λαγκαδᾶ τῇ γαίᾳ.

Ὦ πανοικτῖρμον, σῶσον λιταῖς Ἱεράρχου, τοὺς πιστῶς ἀπαύστως σὲ ὑμνοῦντας, καὶ δοξολογοῦντας, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.
Ῥῦσαι γεέννης, τῶν οὐρανῶν πλατυτέρα, καὶ Ἁγίων ἡ ἁγιωτέρα, Κόρη σὲ ὑμνοῦντας, καὶ σκέπε σοὺς ἱκέτας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Γαλήνιον δὸς βίον, φύλαττε μοι Σώτερ, τοῦ διδασκάλου λιταῖς τὸν προσφέρονταν νῦν, τόνδε τὸν ὕμνον, καὶ πάντας διάσωσον.

Ἱκέτευε Σωτῆρα, ὅπως ψυχοφθόρων, ἁμαρτιῶν ἀπαλλάξῃ Στουδῖτα ἡμᾶς, τοὺς τὴν σὴν ἔνδοξον μνήμην πανηγυρίζοντας.

Ὀρδὰς τῶν ἀλλοπίστων, Δαμασκηνὲ πάτερ, ἡμᾶς τοὺς ἐπαπειλοῦντας, ἐκδίωξον νῦν, καὶ ὑπερμάχει Ἑλλήνων, ἀεὶ τιμώντων σε.

Θεοτοκίον.
Ὑψίστου ἡ καθέδρα, πέλεις ἐν τῷ πόλῳ· διὸ δυσώπει Υἱόν σου σωθῆναι ἡμᾶς, τοὺς ἀληθῆ Θεοτόκον, ὁμολογοῦντάς σε.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Γέγραπται ἐν θείᾳ βίβλῳ Δαυΐδ, ὁρισμὸς ὁποῖος, τοῦ δικαίου ἀνδρὸς ἐστίν, ἐλεῶν ἀπαύστως, κατατρυφᾶν Κυρίῳ, φῶς ἀρετῶν ἐκλάμπων, ἃ ἔσχες Ἅγιε.

Ἔλεος αἰτούμεθα Ἰησοῦ, σαῖς λιταῖς θεόφρον, ἱεράρχα Δαμασκηνέ, ἵνα Παραδείσου, τρυφῆς ἀξιωθῶμεν, καὶ λάβωμεν πταισμάτων, τὴν θείαν ἄφεσιν.

Ὦ Θεσσαλονίκης γόνε σεπτέ, τὸ κλέος Στουδίου, παλαιφάτου θείας Μονῆς, Λαγκαδᾶ ἡ δόξα, φρουρὲ τῶν Ὀρθοδόξων, Ναυπάκτου ποιμενάρχα, θεοειδέστατε.

Ῥῦσαι τῶν παγίδων τοῦ πονηροῦ, τοὺς ἀσπαζομένους, τὴν μορφήν σου τὴν ἱεράν, τῶν λειψάνων κόνιν, καὶ σὴν μνήμην τελοῦντας, Δαμασκηνὲ τρισμάκαρ, Πάτερ θεόσοφε.

Ἱκεσίαις δέξαι πάντων ἡμῶν, τῶν πιστῶς τιμώντων, σὴν πανένδοξον ἑορτήν, καὶ τὴν σὴν εἰκόνα, καταφιλούντων πόθῳ, Δαμασκηνὲ Στουδῖτα, κῆρυξ τῆς πίστεως.

Ὄμματα καθάρισον τῆς ψυχῆς, ὃ νεκρώσας ὄφιν, τὸν μισόκαλον, πτερνιστήν, καὶ λαοῖς κηρύξας, Χριστὸν ἐσταυρωμένον, τὸν ἀληθῆ Σωτῆρα, Πάτερ θεόπνευστε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πέλεις, Λαγκαδᾶ λαοῦ φρουρός, τῶν Χριστιανῶν ἀντιλήπτωρ, Δαμασκηνὲ ἱερέ, εὐσεβῶν διδάσκαλος, κλέος Ναυπάκτου λαμπρόν, καταπλήττων σοῖς ῥήμασι, τοὺς πόθῳ δραμόντας, καὶ ἐπιστασίαν σου, ἐπιζητούντων θερμῶς· ὅθεν δίδου πᾶσι τὰ κρείττω, σώζων ἐκ φθορᾶς νοσημάτων, τοὺς τὴν θείαν μνήμην σου γεραίροντας.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.