Παρακλητικός Κανών εiς τoν Νεοφανέντα Μυροβλύτη και Θαυματουργό Δημήτριο τον Νέο εξ Αθηνών του Ιατρού

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Ἦχος δ΄ . Τῇ Θεοτόκῳ ἐκτενῶς.
Τῷ θεοσόφῳ ἰατρῷ νῦν προσπέσωμεν, γονυκλινὼς μετὰ δακρύων στενάζοντες, καὶ ὁλοψύχως κράζοντες ἐκ βάθους ψυχῆς· ἅγιε Δημήτριε, ταῖς ἁγίαις εὐχαῖς σου, ῥῦσαι ἡμᾶς θλίψεων καὶ δεινῶν ψυχοφθόρων, καὶ βασιλείας μάκαρ οὐρανῶν, τοὺς σὲ τιμῶντας, ταχὺ καταξίωσον.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Ὁ Κανὼν τοῦ Ἁγίου, μετὰ στίχου:
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Ἦχος πλ. δ΄. ᾨδὴ α΄.
Δημήτριε μάκαρ σκεῦος Θεοῦ, ἱκετεύομεν πάντες ἐκ καρδίας παρακλητῆς, ῥῦσαι σαῖς πρεσβείαις ἐκ κινδύνων, τοὺς σὲ ὑμνοῦντας πιστῶς ἱερώτατε.

Δημήτριε μέγα θαυματουργέ, καὶ τῶν Ὀρθοδόξων, ἀντιλῆπτορ καὶ βοηθέ, δυσώπει τὸν Κύριον τῆς δόξης, πᾶσι δοθῆναι πταισμάτων τὴν ἄφεσιν.

Ἀγάλλεται πόλις τῶν Ἀθηνῶν, ἔχουσα ἐν κόλποις, ὡς ἀσύλητον θησαυρόν, Δημήτριε σου θήκην σῶν λειψάνων, πηγάζουσαν ἀνθρώποις θεία ἰάματα.

Θεοτοκίον.
Πρέσβευε πανάχραντε Μαριάμ, σὺν τῷ Δημητρίῳ, τῷ κλεινῷ σου θεραπευτή, τὸν Κύριον τῆς δόξης καὶ Ἅγιον Ἁγίων, ἵνα εἰρήνην δώσῃ πᾶσι τοῖς δούλοις σου.

ᾨδὴ γ΄.
Ἀναργύρων τὸν βίον τῶν ἰατρῶν, Δημήτριε μάκαρ, ἐμιμήσω ὡς ἀληθῶς, ταῖς θείαις εὐπροσδέκτοις, πρεσβείαις μιμητός σου, ἀείποτε σοῦ βίου ἡμᾶς ἀνάδειξον.

Ἐγκρατείᾳ τὸ φρόνημα τῆς σαρκός, ἐνέκρωσας ὅλως, τῶν ἀνθρώπων θεῖε βλαστέ. Διὸ τὴν ψυχήν μου, τὴν νεκρωθεῖσαν σῶσον, πρεσβείαις σου, παμμάκαρ ταῖς πρὸς τὸν Κύριον.

Τῇ Ἀγίᾳ Τριάδι νῦν παρεστώς, πάνσοφε καὶ θεῖε, τρισμακάριστε θησαυρέ, Αὐτῆς, σαῖς ἱκεσίαις, ἡμᾶς σὲ εὐφημοῦντας νυκτὸς τε καὶ ἡμέρας, υἱοὺς ἀπέργασαι.

Θεοτοκίον.
Ἰησοῦ παντοκράτορ καὶ Λυτρωτά, πρόσδεξαι πρεσβείας, τῆς Μητρός σου καὶ τοῦ σεπτοῦ, θείου ἀναργύρου, καὶ ῥῦσαι τῆς γεέννης, καὶ θείας βασιλείας ἡμᾶς ἀξιῶσον.

Διάσωσον, ταῖς σαῖς πρεσβείαις Δημήτριε ἰατρέ μου, ἐκ κινδύνων καὶ πειρασμῶν τοὺς σὲ ἱκετεύοντας, καὶ πρέσβυν σε πρὸς Θεὸν κεκτημένους.

Ἐπίβλεψον, ἐν εύμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Ἦχος β΄. Πρεσβεία θερμή.
Προσδέχου σοφέ, Δημήτριε μακάριε, δεήσεις ἡμῶν, ἀεὶ παρακαλούντων σε· καὶ ταύτας προσάγαγε τῷ Δεσπότῃ Χριστῷ πανεύφημε, ἵνα ῥυσθῶμεν κινδύνων ἅπαντες, δεινῶν συμφορῶν καὶ πάσης περιστάσεως.

ᾨδὴ δ΄.
Τρισόλβιε θεῖε θεραπευτά, ἀνάργυρε μάκαρ καὶ θεσπέσιε μιμητά, Δεσπότου Χριστοῦ μου καὶ Θεοῦ μου, ὑπὲρ ἡμῶν ἀενάως ἱκέτευε.

Ἀφθόνους τὴν χάριν παρὰ Θεοῦ λαβὼν ἰαμάτων, τὰς ἰάσεις πάσας, σοφέ, παρέχεις ἀφθόνους τοῖς ἐν πίστει προσερχομένοις καὶ πόθου τῇ σκέπῃ σου.

Ναόν σου τὸν θεῖον καὶ τὴν σεπτήν, Ἑλλάδα σου, μάκαρ, διαφύλαξον ἐν παντί, προστάτευε δὲ τοὺς Ὀρθοδόξους καὶ περιφρούρει ἀεὶ ἐκ τοῦ δράκοντος.

Θεοτοκίον.
Πανάχραντε Μῆτερ τοῦ Λυτρωτοῦ, δυσώπει Παρθένε, τῷ Υίῷ σου τῷ κραταιῷ σὺν τῷ Δημητρίῳ καὶ πᾶσι τοῖς ἁγίοις, συγχώρησιν πταισμάτων ἡμῖν δωρήσασθαι.

ᾨδὴ ε΄.
Δέχου, ὧ Θεέ μου Δημιουργέ, ἱκεσίας πάσας τοῦ σοῦ δούλου καὶ ἰατροῦ, θείου Δημητρίου καὶ πάντων τῶν ἁγίων, ἵνα ἡμᾶς λυτρώσῃς πάσης κακώσεως.

Πάντες διὰ πίστεως καὶ εὐχῆς θερμῶς δυσωποῦμέν σε Δημήτριε ἰατρέ, δέησιν Κυρίῳ, ποίησον τοῦ δοθῆναι, πᾶσι τοῖς προσιοῦσι τὸ μέγα ἔλεος.

Πρόσδεξαι κἀμοῦ τοῦ ταπεινοῦ, θεῖε μου προστάτα, καὶ θεράπον μου ἰατρέ, παράκλησιν παμμάκαρ, καὶ ἵλεων γενέσθαι τὸν Κύριον τῆς δόξης νῦν καθικέτευε.

Θεοτοκίον.
Πανάχραντε Κόρη τε καὶ σεμνῇ, δυσώπει τὸν κτίστην, τὸν Υἱόν σου καὶ λυτρωτήν, σὺν τῷ Δημητρίῳ ὑπὲρ τῶν σὲ τιμώντων, καὶ πίστει ἀνυμνούντων σε Ἀειπάρθενε.

ᾨδὴ στ΄.
Τῇ θείᾳ καὶ ἐνδόξῳ σου ἐκταφῇ μύρον ὡς ἐξῆλθεν ἐκ λειψάνων σου τῶν σεπτῶν, ηὔφρανας καρδίαν πάντων τῶν παραστάντων, οἵτινες ὀλοθύμως Χριστὸν ἐδόξασαν.

Παντοίων ἐκ κινδύνων καὶ συμφορῶν, σεισμοῦ βαρυτάτου, καὶ ποικίλων ἀσθενειῶν, ὧ θεῖε θεράπον, Δημήτριε παμμάκαρ, τοὺς σοὺς ἱκέτας σκέπε καὶ διαφύλαττε.

Ἰάσιν ποικίλων ἀσθενειῶν, δεινῆς ὀφθαλμίας, ἀμνησίας τῆς χαλεπῆς, ἀλλὰ καί τοῦ φόβου, τοῦ ἄγχους καὶ τοῦ ἄλγους, δώρησαι τοῖς αἰτοῦσι θερμῶς Δημήτριε.

Θεοτοκίον.
Πανάσπιλε Κόρη τε καὶ σεμνῇ, Πανάχραντε νύμφη καὶ ὑπέραγνε Μαριάμ, σὺν τῷ Δημητρίῳ δυσώπει τὸν Υἱόν σου, ῥυσθῆναι ἐκ κινδύνων τοὺς ἀνυμνοῦντάς σε.

Διάσωσον, ταῖς σαῖς πρεσβείαις Δημήτριε ἰατρέ μου, ἐκ κινδύνων καὶ πειρασμῶν τοὺς σὲ ἱκετεύοντας, καὶ πρέσβυν σε πρὸς Θεὸν κεκτημένους.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Προκείμενον.
Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδιᾷς μου σύνεσιν. (τρίς).

Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Ματθαῖον.

Τῷ καιρῷ ἐκείνῳ, προσκαλεσάμενος ὁ Ἰησοῦς τοὺς δώδεκα Μαθητὰς αὐτοῦ, ἔδωκεν αὐτοῖς ἐξουσίαν κατὰ πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτά, καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς, λέγων· Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· Πορεύεσθε δὲ μᾶλλον πρός τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Πορευόμενοι δὲ κηρύσσετε, λέγοντες, ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.

Δόξα.
Ταῖς τοῦ Ἀναργύρου πρεσβείαις, Ἐλεῆμον, ἀπάλλαξον παθῶν με καὶ δώρησαι ὑγίειαν.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις εὐπροσδέκτοις, ἐλεῆσον τὸν κόσμον, Χριστέ, ὡς εὐεργέτης.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Καὶ τὸ τροπάριον
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Τριὰς Ὑπερούσιε, τοῦ σοῦ κλεινοῦ ἀναργύρου, Δημητρίου πρόσδεξαι, νῦν τὰς ἱκεσίας τε καὶ διάσωσον, ἅπαντας τοὺς δούλους σου, πιστῶς σὲ ὑμνοῦντας, καὶ ὀρθῶς ὁμολογοῦντάς σε, δεινῶν κακώσεων καὶ βαρβαρικῶν ἐπιθέσεων, πολέμου ἐμφυλίου τε, καὶ ἐξ αἰφνιδίου θανάτου ἡμᾶς, ἵνα σεσωσμένοι, ἀεὶ εἰς τοὺς αἰῶνας εὐσεβῶς, ἀδιαλείπτως δοξάζωμεν τὸ σεπτόν σου ὄνομα.

ᾨδὴ ζ΄.
Θεαρέστως ἀνύσας τὸν ἐπίγειον βίον, θεῖε Δημήτριε, μετέστης εἰς τὰ ἄνω, βασίλεια πρεσβεύων, σωθῆναι πάντας τοὺς ψάλλοντας· ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

Κηρύττοντα Λόγον καὶ καθαίροντα πλάνην σὲ ἀνυμνοῦμεν πιστῶς, σὺ οὖν μὴ διαλείπῃς, πρεσβεύειν λυτρωθῆναι, πάσης βλάβης τοὺς μέλποντας· ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

Τριὰς Ὑπεραγία, νῦν προσδέχου τὰς θείας καὶ ἱερᾶς προσευχάς, τοῦ θείου Δημητρίου, καὶ δεῖξον κληρονόμους, παραδείσου τοὺς κράζοντας· ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.
Παναμώμητε Κόρη, ἡ ἀσπόρως τεκοῦσα τὸν Ποιητήν τοῦ παντός, δυσώπει σὺν τῷ θείῳ ἀναργύρῳ ῥυσθῆναι, πειρασμῶν τοὺς βοῶντάς σοι· χαῖρε τοῦ κόσμου ἐλπὶς καὶ θείᾳ προστασίᾳ.

ᾨδὴ η΄.
Μὴ διαλείπῃς, ἐκδυσωπεῖν τῷ Κυρίῳ δεξιοῖς συνταχθῆναι προβάτοις, τοὺς σὲ ἀνυμνοῦντας, Δημήτριε τρισμάκαρ.

Τοὺς πλανωμένους, ἐπισυνάγαγε Λόγε, καὶ τὴν ἁγίαν σου ποίμνην ἀσφάλισον, ταῖς τοῦ Δημητρίου, εὐχαῖς καὶ ἱκεσίαις.

Ταῖς μεσιτείαις, τοῦ ἱεροῦ ἀναργύρου, ἐντολῶν σου ἐργάτας ἡμᾶς ἀνάδειξον, ἵνα σε ὑμνῶμεν, Χριστὲ εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.
Τῆς Θεοτόκου, καὶ τοῦ κλεινοῦ ἀναργύρου τὰς θερμὸς παρακλήσεις προσδέχου, καὶ ἡμῶν οἰκτίρμων, πλήρωσον τὰς αἰτήσεις.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ψυχῶν τε καὶ σωμάτων, ἴασαι τὰ πάθη, ταῖς σαῖς πρεσβείαις τρισμάκαρ Δημήτριε, τῶν προσκυνούντων ἐν πίστει θείᾳ σου λείψανα.

Λοιμοῦ, πυρός, μαχαίρας, σεισμοῦ καὶ νοσημάτων, παντοίων ῥῦσαι Δημήτριε πάντιμε, τοὺς τὸν Δεσπότην τιμῶντας καὶ σὲ γεραίροντας.

Ἀπέλασον λιταῖς σου, ἐκ τῶν δαιμονώντων, τῆς πονηρίας τὰ πάνδεινα πνεύματα, καὶ δὸς ἐν τάχει τὴν ῥῶσιν, θεῖε Δημήτριε.

Θεοτοκίον.
Ἀπείρανδρε Παρθένε, σὺν τῷ Δημητρίῳ, τῷ Μυροβλύτῃ τῷ νέω ἱκέτευε, παντὸς ῥυσθῆναι κινδύνου τοὺς ἀνυμνοῦντάς σε.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις Ἀναργύρων νέος βλαστός, χαίροις ἀσθενούντων ὁ ταχύτατος ἰατρός, χαίροις τῆς Ἑλλάδος τὸ καύχημα καὶ κλέος, φρουρὸς καὶ ἀντιλήπτωρ, μάκαρ Δημήτριε.

Τὸν τῆς εὐσεβείας φωταγωγόν, ἄοκνον ἐργάτην τοῦ Κυρίου τῶν ἐντολῶν, τὸν ταχὺν διώκτην πνευμάτων ἀκαθάρτων, Δημήτριον τὸν νέο, ὕμνοις τιμήσωμεν.

Χαίροις ἐπιστήμης ὁ θησαυρός, τῆς ἀγάπης κῆρυξ, ἰατρῶν τε εὐθὺς κανῶν, τῆς Ὀρθοδοξίας καύχημα καὶ προστάτης, πάντων τῶν ὑμνητῶν σου, κλεινὲ Δημήτριε.

Τὸ θεῖον ἑδραίωμα τῶν πιστῶν, καὶ τῶν ἀπιστούντων τὸν ἀντίπαλον τὸν στεῤῥόν, τῆς σεπτῆς Τριάδος ἀνάργυρον ἱκέτην, Δημήτριον τὸν νέον ὕμνοις τιμήσωμεν.

Σὺ πρέσβυ εὐπρόσδεκτε καὶ θερμέ, προστάτα τε μέγα, καὶ ταχύτατε ἰατρέ, φρουρεῖ τὴν Ἑλλάδα, τὴν μέλπουσαν σε ὕμνοις, ὑπὲρ τοὺς ἄλλους πάντας θείους ἀκέστορας.

Χαίροις ἡ σεμνότης τῶν ἰατρῶν, χαίροις Ἀθηνῶν τε, τιμαλφέστατος θησαυρός, χαίροις χρηματίσας πιστοῖς ὁ μεταδίδων ῥήματα ζωηφόρα, κλεινὲ Δημήτριε.

Τῷ ἐπουρανίῳ νῦν παρεστώς, θρόνῳ τοῦ Κυρίου, καθικέτευε τὸν Θεόν, ῥῦσαι τὴν Ἑλλάδα καὶ πάντας τοὺς πιστούς σου, τοὺς ἱκετεύοντας σε, πάσης κακώσεως.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον· Ἦχος γ΄. Θείας πίστεως.
Θείου Πνεύματος τῇ ἐπιστήμῃ, νέμεις ἄμισθον, τὴν θεραπείαν, τῶν ψυχῶν καὶ τῶν σωμάτων ἐν πνεύματι, ὅθεν ἡμᾶς πάσης νόσου ἀπάλλαξον, θείου ἐλέους μετόχους ἀνάδειξον, πᾶσι δ’ αἴτησαι ὑγίειαν ψυχῆς καὶ σώματος, δοθῆναι παρὰ Θεοῦ Δημήτριε.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄.
Πάντας ἀναργύρως ἐλεεῖς, τοὺς σὺ προσδραμώντας ἐν πίστει, ταῖς ἱκεσίαις ταῖς σαῖς, ἅγιε Δημήτριε νεοφανῆ ἰατρέ, διὸ οἴκτειρον δέομαι, καὶ νῦν τῇ σῇ ποίμνην, τάχιστα ῥυόμενος τῶν ἀδοκήτων δεινῶν, θλίψεως καὶ νόσου βαρείας, πάντων δυσχερῶν καὶ κινδύνων, μυροβλύτα Ἀθηναίων βλάστημα.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Πηγή

Πηγή

Βίος και Θαύματα