Παρακλητικός Κανών εις τον Άγιο Νεομάρτυρα Δήμο του εν Σμύρνη

Ποίημα Γεωργίου Αποστολάκη, του από Δικαστών

†Εορτάζεται στις 10 Απριλίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ Τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν Νεομάρτυρα Σμυρναίων τὸ κλέος, ὡς ἀθλοφόρον καὶ Χριστοῦ στεφανίτην, ἐκ βάθους μακαρίσωμεν συντόνῳ τῇ φωνῇ, Δῆμον τὸν μακάριον, ἀθλητήν τοῦ Σωτῆρος, τὸν ἀποξηράναντα, τὸν βυθὸν ἀθεΐας, μαρτυρικῶν αἱμάτων ῥαντισμῷ, καὶ τῶν θαυμάτων λαβόντα τὸ χάρισμα.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
ΔΗΜΟΝ ΤΟΝ ΟΜΩΜΥΜΟΝ ΣΟΙ ΦΥΛΑΤΤΕ, ΜΑΡΤΥΣ. Γ(ΕΩΡΓΙΟΥ).

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Διάσωσον Μάρτυς καὶ ἀθλητά, τοὺς πίστει τιμῶντας, σοῦ τὴν μνήμην τὴν ἱεράν, παντοίων παθῶν τε καὶ κινδύνων, ὡς παῤῥησίαν κατέχων πρὸς Κύριον.

ἨΙσχύνθη ἀπίστων συνδυασμός, τῇ σῇ μαρτυρίᾳ, καὶ στεῤῥότητι τῆς ψυχῆς, καὶ πρότυπον πᾶσι νῦν κατέστης, πρὸς σταθερότητα Δῆμε τῆς πίστεως.

Μαρτύρων τῶν πάλαι ἰσοφαής, νομίμως ἀθλήσας, κατεδείχθης ἀποτμηθείς, δημίου τῷ ξίφει κεφαλήν σου, προσενεχθεῖσαν Κυρίῳ ὡς δώρημα.

Θεοτοκίον.
Ὁμώνυμον πάντα τῷ ἀθλητῇ, Υἱοῦ σου τε δοῦλον, σῶσον Δέσποινα Μαριάμ, ὅτι τῇ ἀσπόρῳ σου συλλήψει, Θεογενήτρια γέγονας Ἄχραντε.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Νικηφόρως ἀθλήσας, μαρτυρικὸν εἴληφας, στέφος ἐν Σμυρναίων τῇ πόλει, Δῆμε μακάριε· διὸ καὶ πρέσβευε νῦν, ὑπὲρ ἡμῶν τῷ Κυρίῳ, πίστιν ἀταλάντευτον, ὅπως φυλάττωμεν.

Τῇ δυνάμει Ἁγίου, Ζωοποιοῦ Πνεύματος, ἤνοιξας τὸ στόμα σου Μάρτυς, Δῆμε τρισμέγιστε, καὶ παῤῥησία πολλῇ, Χριστιανῶν Ὀρθοδόξων, πίστιν ὡμολόγησας, ἣν καὶ στερέωσον.

Ὁ ἁγίοις ἀγῶσι, καταβαλὼν φρύαγμα, ἄγαρ δυσσεβοῦς καὶ τυράννου, Δῆμε πανένδοξε, τοὺς ἐκ πιστῶν ζηλωτάς, τό τῶν αἱρέσεων μέγα, φρύαγμα ἐκδίδαξον, ἵνα αἰσχύνωσι.

Θεοτοκίον.
Νεομάρτυρος Δήμου, τῇ σταθερᾷ Δέσποινα, πίστει ὁμοιάσωμεν πάντες, ἵνα δοξάζηται, τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ, ἡ Ἐκκλησία Παρθένε, πόθῳ ἐξαιτούμενοι, τὰς μεσιτείας σου.

Διάσωσον, ἀπὸ κινδύνων ἱκέτας σου Ἀθλοφόρε· προθυμότατα γὰρ διὰ Χριστὸν ἐμαρτύρησας, καὶ ἔτυχες τοῦ χαρίσματος τῶν θαυμάτων.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπί τὴν ἐμὴν χαλεπήν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Γενναίως Χριστὸν τυράννῳ ὡμολόγησας, καὶ θείαν ἡμῶν, τὴν πίστιν διεκήρυξας· διὸ χάριν εἴληφας, πολλῶν ἰαμάτων καὶ θαύματα, ἐπιτελεῖς τοῖς πίστει ἀκλινεῖ, αἰτοῦσι ὦ Δῆμε τὰς πρεσβείας σου.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὀχληρὰν καὶ ἐπώδυνον, πυρετοῦ τὴν φλόγωσιν Δῆμε ἴασαι· ἀσθενῶ γὰρ καὶ προστρέχω σοι, ὥσπερ οἱ πιστοί τὸ πάλαι τάφῳ σου.

Μαρτυρίου σου ἕνεκεν, ἐξουσίαν κέκτησαι ὦ πανεύφημε, ἀπελαύνειν τῶν αἰτούντων σε, πᾶσαν νόσον ἄλγος τε καὶ ζόφωσιν.

Ὥσπερ ῥόδον σὰ λείψανα, εὐωδίαν ἔβλυζον καὶ ἰάματα, τοῖς πιστοῖς σου Δῆμε κράτιστε· ὅθεν καὶ ἡμῶν τὰ πάθη ἴασαι.

Θεοτοκίον.
Νοημάτων ἀπάλλαξον, πονηρῶν τοῦ πλάνου Μαρία Δέσποινα, καί τὸν νοῦν ἡμῶν Σὺ φώτισον, ὥστε λογισμῶν καλῶν ἐφίεσθαι.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὕλαγμα ἐχθροῦ, οὐκ ἐπτόησέν σε Ἅγιε, καὶ τμηθείς τὴν κεφαλὴν διὰ Χριστόν, πρός τὴν θείαν κατασκήνωσιν ἀνέδραμες.

Μέμνησο ἡμῶν, τῶν τιμώντων τὴν εἰκόνα σου, καὶ τελούντων σου τὴν μνήμην εὐλαβῶς, Δῆμε Μάρτυς τοῦ Κυρίου θεοδόξαστε.

Ὄμμα γυναικός, ὡς ἐν Σμύρνῃ ἐθεράπευσας, οὕτω νῦν καί τῶν πασχόντων ὀφθαλμούς, διὰ θαύματος ταχέως Δῆμε ἴασαι.

Θεοτοκίον.
Νέκρωσον ὁρμάς, τῆς σαρκὸς Ἁγνὴ Μητρόθεε, καὶ φυγάδευσον νοήματα αἰσχρά, πρὸς ἐνάρετον ζωὴν καθοδηγοῦσα με.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Συντήρησον, τοὺς πρὸς σὲ προστρέχοντας, ἀπημάντους ἁμαρτίας καὶ πλάνης, Δῆμε κλεινέ τῶν Σμυρναίων ἡ δόξα, καὶ μετανοίας πρὸς τρίβον ὁδήγησον, ἵνα τῇ σῇ ἐπισκοπῇ, αἰωνίου ζωῆς ἐπιτύχωμεν.

Ὀργῆς θυμοῦ, καί τοῦ φθόνου ἅπαντας, ἀποκάθαρον ὦ Δῆμε ταχέως· δύναμιν δὸς καὶ ἡμῖν δυσωποῦμεν, ὅπως ἐν φόβῳ Κυρίου διάγωμεν· ὅθεν πολέμου λογισμῶν, τοὺς σοὺς δούλους θεόφρον ἀπάλλαξον.

Ἱκανῶσον, τὸ σὸν τέκνον Ἅγιε, προσκυνῆσαι μαρτυρίου σου τόπον, καὶ ἱερῶν τῶν λειψάνων σου θήκην, ἀναδιδόντων πανόσιον ἄρωμα, ἀξίωσον τοῦ ἀνευρεῖν, καὶ τιμᾶν ἐτησίως τὴν μνήμην σου.

Θεοτοκίον.
Φιλόστοργον, σὲ μητέρα ἔχομεν, Ἐκκλησίας τὸ ἀτίμητον στέμμα, Ἁγνὴ παρθένε καὶ Μῆτερ Κυρίου· ὅθεν ὡς τέκνα πρὸς σὲ προσπτυσσόμεθα· βοήθησον καὶ νῦν ἡμῖν, Παραδείσου τρυφῆς ὅπως τύχωμεν.

Διάσωσον, ἀπὸ κινδύνων ἱκέτας σου Ἀθλοφόρε· προθυμότατα γὰρ διὰ Χριστὸν ἐμαρτύρησας, καὶ ἔτυχες τοῦ χαρίσματος τῶν θαυμάτων.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος δ΄. Ἐπεφάνης σήμερον. (Ποίημα Ὁσίου Γερασίμου Μικραγιαννανίτου).
Ἀθλητὴς ἀήττητος, Χριστοῦ ἐδείχθης, ἐν ὑστέροις ἔτεσι, ὡς ἐναθλήσας καρτερῶς, Δῆμε Μαρτύρων ἰσότιμε, μεθ’ ὧν δυσώπει, ὑπέρ τῶν τιμώντων σε.

Προκείμενον.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Ἰωάννην
(Κεφ. ιε΄ 17 – στ΄ 2).

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἄν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. Μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν· οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. Εἰ ἐμὲ ἐδίωξαν καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν καί τὸν ὑμέτερον τηρήσουσιν. Ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διά τὸ ὄνομα μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντα με. Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περί τῆς ἁμαρτίας αὐτῶν. Ὁ ἐμὲ μισῶν καί τὸν πατέρα μου μισεῖ. Εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἶχον.

Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μέγα ἰατήριον, τοῖς ἀσθενέσι κατέστης, καὶ πηγὴ ἀκένωτος, βρύουσα ἰάσεων, πᾶσιν ὕδατα· Δῆμε μακάριε, Μάρτυς τοῦ Ὑψίστου, οἱ πιστοὶ σε μακαρίζομεν, καὶ ἐξαιτούμεθα, σοῦ τὴν ἀρωγὴν καί τὴν φρούρησιν· τοῦ σώματος τὴν πύρωσιν, δρόσῳ τῆς θερμῆς προστασίας σου, τάχιστα σβεννύεις, ἣν χάριν ἐξαιρέτως ὁ Χριστός, σοὶ ἐχαρίσατο δώρημα, ἐπί τῇ ἀθλήσει σου.

Σῶσον ὁ Θεός τὸν λαό σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὑποστήριξον Δῆμε, ἰχθυβόλων τὴν τάξιν, ἧς ἐπιτήδευμα, ἐξήσκησας ἐν Σμύρνῃ, καὶ πλήρωσον ἰχθύων, ἁλιέων τὰ δίκτυα, καὶ τὰς οἰκίας αὐτῶν, εὐλόγησον ὡς Μάρτυς.

Λιθολόγοις καὶ ῥάπταις, πωληταῖς ἀχθοφόροις, καὶ τέχνας ἔχουσι, καὶ τοῖς ἐργοπαρέκτοις, ἀφθόνως βοηθῆσαι, μάρτυς Δῆμε κατάσπευσον, καί τὴν ὑγείαν αὐτῶν, συντήρησον ἐν ῥώσει.

Ἀπὸ πάσης ἀνάγκης, τῶν κλυδώνων τοῦ βίου, καὶ περιστάσεως, ἐκλύτρωσον σοὺς δούλους, καὶ δός τὰ πρός τὸν βίον, ἀποροῦσι καὶ πένησι, ἵνα τιμᾶται ἐν σοί, τὸ ὄνομα Κυρίου.

Θεοτοκίον.
Τεῖχος ἄῤῥηκτον οὖσα, Θεονύμφευτε Κόρη, Μαρία Δέσποινα, εὐλόγησον σὰ τέκνα, καὶ πλήρωσον ἀγάπης, προσευχῆς καὶ ἀσκήσεως, ὅπως Κυρίῳ Χριστῷ, ἀρέσοιμεν ἐν Κρίσει.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τῆς μετανοίας, τὴν πύλην ἄνοιξον Δῆμε, καὶ καθήλωσον τῷ φόβῳ τοῦ Κυρίου, τοὺς ἀσπαζομένους, τὴν ἱερὰν μορφήν σου.

Ἔργοις καὶ λόγοις, εὐαρεστεῖν τῷ Δεσπότῃ καταξίωσον ἡμᾶς παρακαλοῦμεν, καί τῆς σωτηρίας, ὑπόδειξον τὰς τρίβους.

Μνησικακίας, καὶ ἐμπαθείας μου Δῆμε, ἀποκάθαρον τὸν δοῦλον σου αἰτοῦμαι, καὶ τὰς ῥυπτικάς σου, πρεσβείας δώρησόν μοι.

Θεοτοκίον.
Ἀδιαλείπτως, τὴν προσευχὴν πρὸς Υἱόν σου, ὅπως ἔχοιμεν βοήθησον Παρθένε, τοὺς ὑπερυψοῦντας, τὸν ἄφραστον σου Τόκον.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ῥανίσι αἵματος σου, ἴασαι τὰ πάθη, τοῦ ὁμωνύμου σοι Δῆμε μακάριε, τῇ στοργικῇ σου ἀγκάλῃ, ὡς τέκνου σπεύδοντος.

Τοὺς σέβοντας σὴν μνήμην, καὶ ὁμωνυμοῦντας, μαρτυρικοῖς σου τοῖς ῥείθροις διάσωσον, ὑπὲρ αὐτῶν τῷ Κυρίῳ, πρεσβεύων Ἅγιε.

Ὑψίστῳ ἱερεῖον, πάνσεπτον ἠνέχθης, καί τοῦ Παντάνακτος Μάρτυς μακάριε, λελαμπρυσμένος ἐπώφθης, νῦν ἀγαλλόμενος.

Θεοτοκίον.
Γιγνώσκομεν σε Κόρη, ἀρχήν τῆς σωτηρίας, ὡς τὸν Σωτῆρα τοῦ κόσμου γεννήσασα, καὶ ἐξ ἁγνῶν σου αἱμάτων, σάρκα φορήσαντα.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις τῶν Σμυρναίων ὁ θησαυρός, ὁ Χριστὸν δοξάσας, διὰ τμήσεως κεφαλῆς· χαίροις τῷ Δεσπότῃ, προσενεχθεὶς ὡς δῶρον, ἐν τοῖς ἐσχάτοις χρόνοις, Δῆμε μακάριε.

Δεῦτε, οἱ ὁμώνυμοι Ἀθλητῇ, τὸν κοινὸν προστάτην, ἀνυμνήσωμεν ἐν χαρᾷ, τῇ αὐτοῦ εἰκόνι, προσπίπτοντες βαθέως, λαμβάνοντες τὴν χάριν, τῆς παρακλήσεως.

Δέχου τὰς δεήσεις καὶ τὰς φωνάς, τῶν ἐν κατανύξει, ἐξυμνούντων σου τὰ λαμπρά, ἆθλα καὶ θυσίαν, ἣν ἤνεγκας Κυρίῳ, λαβών τῶν ἰαμάτων, τὸ μέγα χάρισμα.

Ἕτερον. Ποίημα Ὁσίου Γερασίμου Μικραγιαννανίτου.
Χαίροις Ἀθλοφόρε τοῦ Ἰησοῦ, Δῆμε Νεομάρτυς, ὁ τοῖς δήμοις τῶν Ἀθλητῶν, καὶ κλεινῶν Μαρτύρων, ἀπαύστως συγχορεύων, μεθ’ ὧν ἡμῖν ἐξαίτει, τὸ θεῖον ἔλεος.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε. (Ποίημα Ὁσίου Γερασίμου Μικραγιαννίτου).
Χριστὸν ὡμολόγησας, ἐπὶ ἀπίστων στεῤῥῶς, καὶ πάσας κατῄσχυνας, τάς τῶν ἀνόμων βουλάς, ἰσχύϊ τῆς πίστεως· ὅθεν ταῖς τῶν Μαρτύρων, ἠριθμήθης χορείαις, Δῆμε νέε ὁπλῖτα, ὡς ἀθλήσας νομίμως, μεθ’ ὧν ἀπαύστως πρέσβευε, ὑπέρ τῶν τιμώντων σε.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου. (Ποίημα Ὁσίου Γερασίμου Μικραγιαννίτου).
Ὅτε παῤῥησία εὐσεβεῖ, τοῦ Χριστοῦ τὴν κλῆσιν τὴν θείαν, Δῆμε ἐκήρυξας, τότε τὸ ἀντίπαλον, θράσος κατῄσχυνας, τῶν ἀπίστων καὶ ἤνεγκας, πληγὰς καὶ στρεβλώσεις, καὶ εἱρκτὴν καὶ θάνατον ἀγαλλιώμενος· ὅθεν ἀνελήλυθας Μάρτυς, πρὸς τὰς ἀθανάτους σκηνώσεις, δήμοις Ἀθλοφόρων ἀριθμούμενος.

Ἕτερον τοῦ αὐτοῦ.
Χαίροις Νεομάρτυς τοῦ Χριστοῦ, Δῆμε στρατιῶτα Κυρίου, ἀξιοθαύμαστε· σὺ γὰρ οὐκ ἐπτόησαι, ἐχθρῶν τὴν δύναμιν, ἀλλ’ ἀνδρείως διήνυσας, τὸν θεῖον ἀγῶνα, καὶ θαυμάτων ἔλαβες θεόθεν δύναμιν· παύεις πυρετῶν τὰς φλογώσεις, καὶ παθῶν καὶ πόνων λυτροῦσαι, καί τὸ πηρωθέν ὄμμα ἰάτρευσας.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Ἀθλοφόρε στίχους Γεωργίου δέχου,
δωρουμένους Δήμῳ ἐκλεκτῷ σου τέκνῳ.

 

 

Πηγή