Παρακλητικός Κανών εις τον Άγιο Ιερομάρτυρα Δωρόθεο Επίσκοπο Τύρου
Ποίημα Ισιδώρας Μοναχής Αγιεροθεϊτίσσης
†Εορτάζεται στις 5 Ιουνίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τά Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Μετὰ σπουδῆς τὰ τοῦ Θεοῦ μελετήσας, διηνεκῶς τε ἐν αὐτοῖς ἐντρυφήσας, τὰς συγγραφάς σου ἔλιπες, ὡς πλοῦτον ἡμῖν· πάνσεπτε Δωρόθεε, ἀρχιθύτα τῆς Τύρου, κάλαμε ὀξύτατε, τῆς Χριστοῦ Ἐκκλησίας· καὶ μυστολέκτα πίστεως ὀρθῆς, ἣν ἐν βασάνοις, καλῶς ἐβεβαίωσας.
Δόξα.
Ὅμοιον.
Τὸν τοῦ Χριστοῦ ἀκροτελῆ Ἱεράρχην, καὶ Ἐκκλησίας τὴν ἀκράδαντον πέτραν, τὸν ἱερὸν Δωρόθεον, αἰνέσωμεν νῦν· Ἄγγελον ποιμάναντα, ἐκλογάδα τῆς Τύρου· λύχνον διαχέοντα, ἱλαρὸν φῶς ἐν κόσμῳ· καὶ εὐπρεπείᾳ ἔργων θαυμαστῶν, πᾶσι δεικνύντα, Χριστοῦ τὴν λαμπρότητα.
Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Χαῖρε Δωρόθεε σοφέ, τῆς Τύρου Ἀρχιθύτα.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Χειρῶν σου ἁγίων τὰς πρὸς Θεόν, ὑψώσεις ἐν πίστει, ἐκζητοῦντες ὁλοτελεῖ, Δωρόθεε Ἄγγελε τῆς Τύρου, ἀπὸ ψυχῆς σοι ᾠδὰς ἀναμέλπομεν.
Ἀνέτειλας ἄστρον ὡσεὶ λαμπρόν, ἐκ Τύρου οὗ πόδες, ἐπεβάδισαν τοῦ Χριστοῦ, καὶ φέγγει πολλῶν κατορθωμάτων, πᾶσαν τὴν κτίσιν εὐφραίνεις Δωρόθεε.
Ἰδὼν τῆς ψυχῆς σου τὸ εὐγενές, Χριστὸς ὁ ἐτάζων, τὰς καρδίας πάντων βροτῶν, μονὴν σὲ εἰργάσατο ἀξίαν, τῆς παρουσίας Αὐτοῦ, ὦ Δωρόθεε.
Θεοτοκίον.
Ῥημάτων ἀκούσασα εὐπειθῶς, τοῦ θείου Ἀγγέλου, ἀειπαρθένε Μαριάμ, Θεὸν ἀπεκύησας ἀφράστως, παρακοήν τε τῆς Εὔας ἠνόρθωσας.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἐν τῷ νόμῳ Κυρίου, τὰ τοῦ νοὸς βήματα, ὅλη σοῦ συνέσει ῥυθμίσας, μάκαρ Δωρόθεε, ἐν τοῖς τοῦ βίου δεινοῖς, καὶ λυπηροῖς ἀδοκήτοις, ὡσεὶ βράχος πίστεως, ἔστης ἀσάλευτος.
Διδασκάλων ὑπάρχεις, τῶν ἱερῶν πρώτιστος, καὶ τῶν ἱκανῶν συγγραφέων, κάλαμος εὔγραφος, Ἀρχιερέων τιμή, Ὁσίων θεία λαμπρότης, καὶ Μαρτύρων στέφανος, πάτερ Δωρόθεε.
Ὡς ὁ Πέτρος ὁ μέγας, τὸ πρὸς Χριστὸν ἔνθερμον, φὶλτρον ἐβεβαίου ποιμάνας, Τούτου τὰ πρόβατα· οὕτω τῆς Τύρου καὶ σύ, τὴν ἐκλογάδα ποιμάνας, παρ᾿ Αὐτοῦ Δωρόθεε, εὗρες τὸν ἔπαινον.
Θεοτοκίον.
Ῥητορεύσεις ἁπάντων, τῶν Προφητῶν Δέσποινα, πέρας ἐπὶ σοὶ ἀληθείας, εὑρὸν σαφέστατα, ὅτι Θεὸν τοῦ παντός, ἄνευ ἀνδρὸς συλλαβοῦσα, σαρκοφόρον τέτοκας, μόνε Πανάχραντε.
Κατεύθυνον, εἰς ἀληθείας τὴν τρῖβον τὴν εὐθυτάτην, τοὺς τιμῶντας σοῦ εὐλαβῶς τοῦ ἄθλους Δωρόθεε, ὡς ἴθυνας Τύρου τὴν ἐκλογάδα.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Σοφίας Θεοῦ, τὸν μύστην τὸν ἀκρότατον, γραμμάτων ὀξύν, καὶ ἄριστον διδάσκαλον, εὐλαβῶς Δωρόθεον τὸν τῆς Τύρου πρόεδρον μέλψωμεν, τὸν πολιτείαν φίλων τοῦ Θεοῦ, ἐν βίβλοις ἁγίαις διηγούμενον.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Οὐρανίῳ φρονήματι, ἐπὶ γῆς Δωρόθεε πεπολίτευσαι· ὅθεν εὖρες αἰωνίζουσαν, σὺν Ἀγγέλοις δόξαν καὶ λαμπρότητα.
Θεαρέστως Δωρόθεε, γεωργήσας Τύρου τὴν θείαν ἄμπελον, ἣν ὁ Κύριος ἐφύτευσεν, πολλαχῶς τὰ δράγματα συνέλεξας.
Ἐκκλησίας ἑδραίωμα, καὶ τῆς ἀληθείας ἄσειστον ἔρεισμα, ἀγαθότητος δὲ κήρυκα, ἀγαθὲ Δωρόθεε σὲ ἔχομεν.
Θεοτοκίον.
Εἰρηνόδωρε Δέσποινα, τῶν ἀπηλπισμένων ἐλπὶς ἀναίσχυντε· τῷ Θεῷ ὃν ἐσωμάτωσας, σαῖς εὐχαῖς εἰρήνευσόν με δέομαι.
ᾨδή ε΄. Φώτισον ἡμᾶς.
Σκεῦος ἐκλογῆς, ὡς ὁ Παῦλος ἀναδέδειξαι, ὦ Δωρόθεε βοήσας τῷ Θεῷ· τῆς σῆς ἀγάπης, τῶν τῆς γῆς οὐδὲν χωρίσει με.
Ὄμμασι ψυχῆς, τῷ Κυρίῳ σοῦ ἠτένιζες, ἐν ἀγώνων σου Δωρόθεε καιρῷ, καὶ τῆς ἐλπίδος, τῆς καλλίστης οὐ διήμαρτες.
Φύλαξ ἐντολῶν, τῶν ἁγίων ἐννομώτατος, καὶ τῆς χάριτος διάκονος πιστός, ἐν γῇ ἐγνώσθης, ὦ Δωρόθεε μακάριε.
Θεοτοκίον.
Ἔστη μέχρι σοῦ, θανάτου τὸ Βασίλειον, Μαριὰμ ὅτι ἀπέτεκες Θεόν, καὶ Βασιλέα, ἀναστάντα ἐκ τοῦ μνήματος.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Τομώτερος, τῆς μαχαίρας γέγονε, ὁ σὸς λόγος ὁ σοφὸς Ἱεράρχα· τῶν δυσσεβῶν ἐκτεμὼν τὰς ἀκάνθας, καὶ ζιζανίων καθαίρων τὸ ἄτοπον, καὶ πλάνης τῶν μακρὰν Θεοῦ, διελέγχων τὸ φαῦλον Δωρόθεε.
Ἡδύτητος, τῆς πρόσκαιρου πέλουσιν, ὑπερέκεινα αἱ θεῖαί σου ῥήσεις· πᾶσαν ἐχθροῦ τὴν δυσώδη πικρίαν, ἀποδιώκουσαι πόῤῥῳ καὶ νέμουσαι, εὐώδους χάριτος πνοὴν, Παρακλήτου τῇ αὔρᾳ Δωρόθεε.
Σκαιότητος, νομικῆς παρέδραμες, τὸ νυκτῶδες ὦ Δωρὸθεε σκότος, καὶ τὴν αὐγήν λευκοφόρου ἡμέρας, ἐν λειτουργίᾳ αἰνέσεως ἔφερες· υἱὸς ὡς μέγας τοῦ φωτὸς, κληρονόμος αἰῶνος τε μέλλοντος.
Θεοτοκίον.
Τηρήσασα, παρθενίαν ἄμεμπτον, καὶ ἁγνείας καθαρὰν τὴν σφραγῖδα, μόνη ἐν σοί, θεοτόκε Μαρία, ὁ Ποιητὴς τῶν αἰώνων ἐσκήνωσεν, ποιήσας σε Ἀγγελικῶν, στρατιῶν τιμιώτερον ὄχημα.
Κατεύθυνον, εἰς ἀληθείας τὴν τρῖβον τὴν εὐθυτάτην, τοὺς τιμῶντάς σου εὐλαβῶς τοὺς ἄθλους Δωρόθεε, ὡς ἴθυνας Τύρου τὴν ἐκλογάδα.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἀριστείας τῶν θεοπρεπῶν διδαγμάτων σου, καὶ τοὺς πόνους τῶν διὰ Χριστὸν ἀθλημάτων σου, ἐγκωμίων χρεωστικαῖς γεραίροντες ᾠδαῖς· πιστῶς κράζομέν σοι ἐκ ψυχῆς· χαίροις τῆς Τύρου ἀῤῥαγής, πέτρα μάκαρ Δωρόθεε· στήριξον ἐν τῇ πίστει, καὶ κράτυνον ἐν ἰσχύι, τῆς ἀγαπήσεως Θεοῦ, τοὺς ἀεί σε μακαρίζοντας.
Προκείμενον.
Οἱ Ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί σου ἀγαλλιάσει ἀγαλλιάσονται.
Στίχος. Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ἰωάννην.
(Κεφ. ι΄ 9 – 16).
Εἶπεν ὁ Κύριος· Ἐγώ εἰμι ἡ θύρα· δι᾿ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται· καὶ εἰσελεύσεται, καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται, εἰμὴ ἵνα κλέψῃ, καὶ θύσῃ, καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον, ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσιν. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων. Ὁ μισθωτὸς δὲ, καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον, καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ, καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι, καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. Καθὼς γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα· καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν· καὶ τῆς φωνῆς μου ἀκούσουσι· καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.
Δόξα.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Τύρου τὴν θεόλαχον, ἀναλαβὼν Ἐκκλησίαν, εἰς ζωῆς τὰ νάματα, συνετῶς Δωρόθεε, καθωδήγησας· τοῖς πιστοῖς γέγονας, ἐγκρατείας μέτρον, τῆς σοφίας τύπος ἄριστος, κανὼν πραότητος, θεοῤῥημοσύνης διδάσκαλος, ἀγάπης τε καὶ πίστεως, καὶ ἐλπίδος πλῆρες κεφάλαιον· στῦλος φωτοφόρος, τὸν νέον Ἰσραὴλ καθοδηγῶν, ἐν ἀναβάσεων κλίμακι, Θεοῦ εἰς σκηνώματα.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὑπακούσας προθύμως, ἐντολαῖς ταῖς ἁγίαις, ἐν θεολήπτῳ ψυχῇ, Δωρόθεε ἠρνήσω, σαυτὸν καὶ τὸν Σταυρόν σου, ἐπὶ ὤμων ἀράμενος· κατηκολούθεις Χριστῷ, χρισθεὶς Αὐτοῦ τῷ μύρῳ.
Ῥαθυμίας τὸν ὕπνον, ἀποθεμένος ὅλως, ἐκ σοῦ Δωρόθεε, λαμπάδα τῆς ψυχῆς σου, ἀκοίμητον ἐτήρεις, ἐν ἐλαίῳ χρηστότητος· διὸ εἰσῆλθες χαρᾷ, φωτὸς εἰς τὸν νυμφῶνα.
Οὐρανόφρονι γνώμῃ, εὐθυτάτῃ καρδίᾳ καὶ πολιτείᾳ σεμνῇ, ὡδήγησας τῆς Τύρου, Δωρόθεε τὴν μάνδραν, εἰς πηγὰς ζῶντος ὕδατος, τόπος καὶ τύπος Χριστοῦ, γενόμενος τοῖς πᾶσιν.
Θεοτοκίον.
Ὑψηλότατος θρόνος, τοῦ Δεσπότου τῶν ὅλων, γέγονας Κόρη ἁγνή, βαστάσασα χερσί σου, ἁγίαις ὥσπερ βρέφος, ὃν δοξάζει ἡ σύμπασα· καὶ ὑπακούει πιστῶς, παρ᾿ οὗ τὸ εἶναι ἔχει.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἀκτημοσύνη, καὶ σωφροσύνη διάγων, ἐπὶ γῆς ἑκουσίᾳ σου γνώμῃ, εὗρες ἐν ὑψίστοις, Δωρόθεε τὸν πλοῦτον.
Ῥεόντων πάντων, ὡς νουνεχὴς ὑπερεῖδες, καὶ Θεοῦ τὴν ἀκήρατον δόξαν, ὅλῃ σου καρδίᾳ, Δωρόθεε ἐπόθεις.
Χαράξας νόμον, τὸν τοῦ Θεοῦ ἐν πλαξῖ σου, τῆς καρδίας Δωρόθεε μάκαρ, γέγονας Μωσέως, ἐφάμιλλος τῇ τάξει.
Θεοτοκίον.
Ἰσχὺς καὶ κράτος, καὶ ἀῤῥαγὴς προστασία, τῶν πιστῶν Παναγία ὑπάρχεις, μόνη ὡς τεκοῦσα, Θεὸν τὸν ἐν ἰσχύι.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Θυσίας ἀναιμάκτους, νέμων τῷ Κυρίῳ, ὡς προεστὼς τῆς λατρείας, ἐν οἴκῳ Θεοῦ, σαυτὸν Δωρόθεε ἧξας, θῦμα εὐπρόσδεκτον.
Ὑπήνεγκας γενναίως, πόνους τῇ σαρκί σου, τῇ γηραλέᾳ τοῦ πόθου, ἀκμαίῳ φρενί, διὸ τρυφῆς ἀντιδόσεις, εὗρες Δωρόθεε.
Τελέσας ἀπροσκόπτως, πίστεως τὸν δρόμον, καὶ τῆς ἀγάπης τοὺς ὅρους, τηρήσας καλῶς, τοὺς ἐν ἐλπίδι στεφάνους, ἔσχες Δωρόθεε.
Θεοτοκίον.
Ἁγνείας Σου τὸ βάθος, καὶ τῆς παρθενίας, τῆς σῆς Μαρία τὸν πλοῦτον, γινώσκων Θεός, ἐκ σοῦ τὴν σάρκα φορέσαι, Κόρη ηὐδόκησεν.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια, ὧν ἡ ἀκροστιχίς· ᾨδὴ Ἰσιδώρας.
Ὡς τῶν μεγαλείων τῶν θαυμαστῶν, μύστης καὶ ἐκφάντωρ, καὶ θεόπνευστος ἐρμηνεύς, δέχου ἱκετῶν σου Δωρόθεε δεήσεις, ἡμῖν ἀντιπαρέχων χάριν θεόσδοτον.
Δικαίων ἐλάμπρυνας στρατιάς, Μαρτύρων χορείας, καὶ τὰς τάξεις Ἱεραρχῶν, θείων διδασκάλων, ὁμήγυριν συνάμα, σοφῶν τε καὶ Ὁσίων δῆμον Δωρόθεε.
Ἡλίου τριφώτου τὴν ἀστραπήν, αὐγὴν καθαράν τε, Βασιλείας τῶν Οὐρανῶν, Ἄγγελον τῆς Τύρου, ἐν ἔργοις λευκοφόρον, Δωρόθεον τὸν πάνυ, πάντες αἰνέσωμεν.
Ἰδὼν τῆς ψυχῆς σου τὸ καθαρόν, καρδίας τὸ πρᾶον, καὶ ἀκέραιον ὁ Θεός, Ἀρχιερωσύνης τῷ μύρῳ ἔχρισέ σε, ποιμάναι τὴν ἐν Τύρῳ, μάνδραν Δωρόθεε.
Σοφίας Δωρόθεε ποταμόν, συνέσεως κρήνην καὶ λυχνίαν τῶν ἀρετῶν, πόλιν τε κειμένην ἐπ᾿ ὄρους ἔγνωμέν σε· τὸ φῶς τῆς ἀληθείας πᾶσι πυρσεύοντα.
Ἰσχὺν τὴν ἀήττητον τοῦ Σταυροῦ, ἐμφρόνως φορέσας, διπλοΐδα ὡς ἱεράν, ἔφερες ἀνδρείως, σαρκὶ ἐν γηραιᾷ σου, ὀδύνας μαρτυρίου, θεῖε Δωρόθεε.
Δοχεῖον πολύτιμον ἀρετῶν, καὶ εὔχρηστος οἶκος, τῶν χαρίτων τῶν μυστικῶν, σκεῦος ἐκλογῆς τε, Δωρόθεε ἐγένου, καὶ στῦλος Ἐκκλησίας, μέγας καὶ ἄσειστος.
Ὡραῖον τὸν κάλλει ὑπὲρ βροτούς, Χριστὸν ἀγαπήσας, ὦ Δωρόθεε ἐκ ψυχῆς, Τούτῳ ἠκολούθεις, πιστότητι καρδίας, τηρήσας ἄχρι τέλους, νόμον τὸν ἅγιον.
Ῥόδον ὡς καλλίστης προσαγωγῆς, τῷ Θεῷ ἐδόθης, ὦ Δωρόθεε Ἱερέ, πνέων οὐρανίου, λειμῶνος εὐωδίαν, καὶ αὔραν Παρακλήτου, τὴν ἀκατάληπτον.
Ἀνύστακτον ἔχων τῆς σῆς ψυχῆς, τὸ ὄμμα καὶ κάλλος, ἀτενίζων Δεσποτικόν, ἔφθασας Ἀγγέλων, τὴν ἄκραν πολιτείαν, νεκρώσας τῆς σαρκός σου, πάθη Δωρόθεε.
Στολήν σου Δωρόθεε ἱεράν, τῆς ἱερατείας, ἣν ἐφόρεσας ἐκ Θεοῦ, χρόαις μαρτυρίου, ἐποίκιλας τιμίου, ψυχῆς σου τε ποδήρη, πάνυ ὡράϊσας.
Χαίροις φίλε τίμιε τοῦ Χριστοῦ· χαίροις Ἐκκλησίας, ὦ ἐράσμιε φοιτητά· χαίροις ὁ ἐν Τύρῳ καὶ Θράκης Δυσσοπόλει, τὰ ἔπη τῶν Ἁγίων, γράψας Δωρόθεε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον.Ἦχος α´. Τῆς ἐρήμου πολίτης.
Τῆς σοφίας σε μύστην, ἱερὸν ἐπιστάμεθα, πάντες οἱ ταῖς θείαις σου βίβλοις, ἐντρυφῶντες Δωρόθεε· ποιμάνας ἐκλογάδα γὰρ Χριστοῦ, τῆς Τύρου ἐν συνέσει σου πολλῇ, ἐβεβαίωσας τὸ φίλτρον σου πρὸς Αὐτόν, ἐν πόνοις τῆς ἀθλήσεως· χαίροις Ἀρχιερέων καλλονή· χαίροις Μαρτύρων καύχημα· χαίροις ὁ φιλοπόνῳ σοῦ σπουδῇ, τὰ θείᾳ συγγραψάμενος.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Τύπος τοῦ Κυρίου γεγονώς, τοῦ ὑπὲρ ἡμῶν ἑκουσίως, ἐν τῷ τιμίῳ Σταυρῷ, πάθη ὑπομείναντος, σεπτὰ καὶ ἄχραντα, ὑπὲρ ποίμνης Δωρόθεε, τῆς θείας ἐν Τύρῳ, ἣν χερσὶ τιμίαις σου, Χριστὸς ἀνέθετο, ὅλην δεδωκὼς τὴν ψυχήν σου, θῦμα λογικὸν προσηνέχθης, Τούτου ἐκτελῶν τὰ παραγγέλματα.
Ἕτερον. Ὅμοιον.
Βίους τῶν Ἁγίων μελετῶν, ἐν θεοπειθεῖ σου καρδίᾳ, καὶ ὀφθαλμοῖς τοῦ νοός, βλέπων τὰ ἀπόῤῥητα, Χριστοῦ μυστήρια· ἐν γραφαῖς ἐξιστόρησας, ἁγίαις σου ταῦτα, βίβλους ὡς θησαύρισμα, μέγα καὶ ἄσυλον· πλείστας ἐπαφήκας σοῖς τέκνοις, θεῖε Ἱεράρχα τῆς Τύρου· ἄνερ θεοπρόβλητε Δωρόθεε.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχα ἀκροτελεύτια·
Θεῷ σαυτὸν προσαγαγὼν Δωρόθεε ὡς δῶρον,
δέξαι ᾠδῆς μου προσφορὰν λιτάζει Ἰσιδώρα,
ἀντιπαρέχων μοι χρηστὴν τὴν ἀρωγὴν ἐξ ὕψους,
τοῦ Εὐαγγέλιον τηρεῖν, ὅλην Θεῷ τε δοῦναι.
Ἅμα Θεοῦ ὁ Λειτουργὸς Δωρόθεος βοᾶ σοι,
τὰς λογικάς μου προσφορὰς ἐν εὐμενείᾳ δέχου,
χάριν ἀντιβραβεύων μοι τὴν μυστικὴν καὶ θείαν,
εὐαρεστεῖν ἀεὶ Θεῷ, Ἀρχιερεῖ μεγάλῳ,
ἵνα σὺν Τούτῳ ἔσομαι φωτὸς ἐπαπολαύων.