Παρακλητικός Κανών εις τον Άγιο Ιερομάρτυρα Ερμογένη τον Θαυματουργόν
Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας
† Εορτάζεται στις 5 Οκτωβρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὸ ἐξῆς·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν τροπαιοῦχον ἀθλητὴν Ἑρμογένην, τὸν ἑλκυσθέντα εἰς Χριστοῦ θείαν πίστιν, παρὰ Μηνᾶ τοῦ Μάρτυρος μεθ’ οὗ καρτερῶς, αἰκισμοὺς καὶ μάστιγας καὶ τιμίου αὐχένος, τμῆσιν καθυπέμεινεν εὐφημήσωμεν πόθῳ, λιτὰς σεπτὰς αὐτούμενοι αὐτοῦ, πρὸς ἀθλοθέτην Χριστὸν τὸν Θεάνθρωπον.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ἑρμόγενες, Κύριον ὑπὲρ ἡμῶν ἐκδυσώπει. Χ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἑρμόγενες Μάρτυς περικλεές, ἐν Ἀλεξανδρείᾳ, ὁ ἀθλήσας σὺν τῷ Μηνᾷ, τῷ Καλλικελάδῳ καὶ Εὐγράφῳ, ὑπὲρ ἡμῶν τῶν Χριστὸν καθικέτευε.
Ῥανίσιν αἱμάτων σου τῶν σεπτῶν, φοινίξας στολήν σου, χρυσοΰφαντον τῆς ψυχῆς, Ἑρμόγενες εἴληφας τὴν χάριν, κατακοσμεῖν εὐσεβείᾳ σοὺς πρόσφυγας.
Μαρτύρων τῆς πίστεως θεαυγῶν, Ἑρμόγενες κλέος, μὴ ἐλλίπῃς ὑπὲρ ἡμῶν, πρεσβεύειν τὴν πίστει σε τιμώντων, καὶ ἀνυμνούντων σὴν ἔνδοξον ἄθλησιν.
Θεοτοκίον.
Οὐράνωσον φρόνημα τῶν πιστῶν, σὲ μακαριζόντων, ὡς Μητέρα τοῦ Λυτρωτοῦ, φιλόστοργον Κεχαριτωμένη, καὶ χοϊκῶν πάντων ἄγρυπνον Σώτειραν.
ᾨδὴ γ΄. Οὐρανίας ἁψίδος.
Γεωργοὺς τῆς ἀγάπης, τῆς ἐν Χριστῷ ἔνδοξε, ἀθλητὰ Ἑρμόγενες δεῖξον, τοὺς ἀνυμνοῦντάς σε, ὡς γεωργὸν ἀκραιφνοῦς, ἀνδρείας θείῳ ἀρότρῳ, αἵματος ὀργώσαντα τὴν Ἀλεξάνδρειαν.
Ἑλκυσθεὶς εἰς τὴν πίστιν, τοῦ Ἰησοῦ ἔπαρχε, τὴν λαμπρὰν καὶ σωτηριώδη, μάρτυς Ἑρμόγενες, παρὰ Μηνᾶ σὺν αὐτῷ, κατηξιώθης ἀθλῆσαι, μεθ᾿ οὗ νῦν ἱλέωσαι ἡμῖν τὸν Κύριον.
Νικητὴς ἀνεδείχθης κατ’ ἀσεβοῦς τάγματος, σέβοντος ὡς πρὶν σὺ εἰδώλων ἄψυχα ξόανα· διὸ πρεσβεύεις Χριστῷ, νίκας ἱκέταις δωρῆσαι, κατ᾿ ἐχθρῶν Ἑρμόγενες, πάντων τῆς πίστεως.
Εὐσυμπάθητε Μάρτυς, λαμπροῦ Μηνᾶ σύναθλε, οὗ ἡ γενναιότης εἰς πίστιν Κτίστου προσείλκυσεν, ὑπὲρ ἡμῶν ἐκτενῶς τῷ φιλανθρώπῳ Κυρίῳ, πρέσβευε Ἑρμόγενες, τῶν εὐφημούντων σε.
Θεοτοκίον.
Σοῖς οἰκέταις εἰρήνην βιοτικὴν δώρησαι, κεχαριτωμένη Μαρία σὲ μεγαλύνουσιν, ἁπλοῦσα πᾶσιν ἡμῖν τῆς ἡσυχίας νεφέλην, Εἰρηνάρχου Κτίσαντος, Μῆτερ φιλόστοργε.
Ἀξίωσον, βραβείων νίκης, Ἑρμόγενες ἀθλοφόρε, τοὺς τιμῶντάς σε ἀκλινῶς, ἐν μάχαις ἀείποτε ἐχθρῶν, κατ’ ἀπίστων, Μεγαλομάρτυς.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Παράσχου ἡμῖν ἰσχὺν ἐχθροῦ τὰ βέλεμνα, πατῆσαι στεῤῥὲ μεγάλαθλε Ἑρμόγενες, ὁ πατήσας φρύαγμα, μισοχρίστων σεβόντων φεῦ εἴδωλα, καὶ σὺν Μηνᾷ ἀθλήσας ἀνδρικῶς, ὑπὲρ τοῦ Χριστοῦ τῆς θείας πίστεως.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Κλῆσιν μάρτυς Ἑρμόγενες, τοῦ σεπτοῦ ὀνόματος τοῦ Παντάνακτος, ἐν σταδίῳ ὡμολόγησας, πρεσβευτὰ ἡμῶν πρὸς Κτίστην ἔνθερμε.
Ὑμνῳδίαις ἑκάστοτε, στέφοντές σε μάρτυς Χριστοῦ Ἑρμόγενες, δυσωποῦμέν σε· ἐκδίωξον, νόσων ἀφ’ ἡμῶν ἀχλὺν σῇ χάριτι.
Ῥεύμασί σου Ἑρμόγενες, ὁ καθαγιάσας τὴν Ἀλεξάνδρειαν, τῶν αἱμάτων καθαγίασον, ῥείθροις πρεσβειῶν σου τοὺς ἱκέτας σου.
Θεοτοκίον.
Ἱκετεύομεν Δέσποινα, ἐξελοῦ σοὺς δούλους παντοίων θλίψεων, ἀναγκῶν καὶ περιστάσεων, τοὺς ἐκδεχομένους τὴν σὴν εὔνοιαν.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὄλβον ὡς σεπτόν, ὑπεδέξατο Βυζάντιον, τὸ σὸν λείψανον Ἑρμόγενες σεπτέ, παρὰ θῖν’ ἁλὸς αὐτοῦ ὂ ξένως ἔφθασε.
Νεῦσον ταῖς ἡμῶν, παρακλήσεσιν Ἑρμόγενες, καὶ ἐκπλήρου τὰς αἰτήσεις τῶν πιστῶς, ἀνυμνούντων κεφαλῆς σου θείας ἔκτμησιν.
Ὕμνοις σε ἀεί, καταστέφοντες Ἑρμόγενες, δυσωποῦμέν σε· ἀπέργασαι ἡμῖν, τὸν Παντάνακτα Μεγαλομάρτυς ἵλεων.
Θεοτοκίον.
Πάναγνε ἡμῶν σὲ τιμώντων πόθῳ μέμνησο, Θεοτόκε τῶν τοὺς ἄθλους τοὺς στεῤῥούς, Ἑρμογένους ἀνυμνούντων τοῦ ἀλκίφρονος.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἑρμόγενες, ἀθλητὰ μεγάλαθλε, τοῦ Μηνᾶ συναθλητὰ τροπαιοῦχε, καὶ τοῦ Εὐγράφου ἐν Ἀλεξανδρείᾳ, ἀεὶ Χριστὸν σὺν αὐτοῖς καθικέτευε, διδόναι δύναμιν ἡμῖν, καὶ ἰσχὺν ἄμφω τρῶσαι τὸν δόλιον.
Ῥωννύμενοι, σοῦ ταῖς παρακλήσεσι, πρὸς τὸν Κύριον τῆς δόξης βοῶμεν· Καλλικελάδου Μηνᾶ ὁ θαυμάσας, τὴν παῤῥησίαν τρισμάκαρ Ἑρμόγενες, καὶ ὑπ’ αὐτοῦ προσελκυσθείς, εἰς τὴν πίστιν ἀξίως δεδόξασαι.
Ἡ πάνσεπτος λάρναξ τῶν λειψάνων σου, καὶ αὐτῶν Μηνᾶ τοῦ Καλλικελάδου, εἰς Βασιλίδα τῶν Πόλεων ξένως ἐλιμενίσθη ἀλκίφρον Ἑρμόγενες, πιστῶν ἁπάντων στηριγμέ, καὶ ἀκέστορ καὶ φύλαξ καὶ πρόμαχε.
Θεοτοκίον.
Μητρόθεε, ἐκτενῶς ἱκέτευε, ὑπὲρ πάντων χριστωνύμων σὸν Τόκον, τῶν ἐκτελούντων τὴν πάνσεπτον μνήμην, τοῦ Ἑρμογένους λαμπροῦ καλλιμάρτυρος, καὶ εἰς αἰῶνας εὐλαβῶς, ἀνυμνούντων πληθὺν θαυμασίων σου.
Ἀξίωσον, βραβείων νίκης Ἑρμόγενες ἀθλοφόρε, τοὺς τιμῶντάς σε ἀκλινῶς ἐν μάχαις ἀείποτε, ἐχθρῶν κατ᾿ ἀπίστων Μεγαλομάρτυς.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα, μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τὸν αἰκισμοὺς καὶ εἱρκτὴν ὑπομείναντα, καὶ κεφαλῆς πανιέρου ἀπότμησιν, νῦν Ἑρμογένην τὸν Μάρτυρα μέλψωμεν, ὡς ἀθλητὴν τροπαιοῦχον αἰτούμενοι, αὐτοῦ τὰς ἐντεύξεις πρὸς Κύριον.
Προκείμενον.
Θαυμαστὸς ὁ Θεός, ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Ἰωάννην.
(Κεφ. ιε΄ 17-27, ιστ΄ 1-2).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε, ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ᾿ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. Μνημονεύετε τοῦ λόγου, οὗ ἐγὼ εἶπον ὑμῖν. Οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. Εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν. Ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με. Εἰ μὴ ἦλθον, καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. Ὁ ἐμὲ μισῶν καὶ τὸν Πατέρα μου μισεῖ. Εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς, ἃ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ καὶ ἑωράκασι, καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν Πατέρα μου. Ἀλλ᾿ ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν· Ὅτι ἐμίσησάν με δωρεάν. Ὅταν δὲ ἔλθῃ ὁ Παράκλητος, ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ. Καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπ᾿ ἀρχῆς μετ᾿ ἐμοῦ ἐστε. Ταῦτα λελάληκα ὑμῖν, ἵνα μὴ σκανδαλισθῆτε. Ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ᾿ ἔρχεται ὥρα, ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς, δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ.
Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Εὔψυχε Ἑρμόγενες, Ἀλεξανδρείας τὴν χθόνα, ὁ ἀρδεύσας ῥείθροις σου, τῶν αἱμάτων πρόσδεξαι τήνδε δέησιν, ἥν σοι προσάγομεν, τῶν φιλομαρτύρων, οἱ χοροὶ καὶ πᾶσι βράβευσον, χαράν, ὁμόνοιαν, σθένος ψυχικόν, ῥώμην δύναμιν, σοφίαν καὶ τελείωσιν, ἀρετῆς καὶ ἄμφω ὑγιείαν, τοῖς ἐν εὐλαβείᾳ προστρέχουσι νοΐ σου τῷ σεπτῷ, τῷ ἐν τῇ Λέσβῳ μεγάλαθλε, Μάρτυς ἀκατάβλητε.
Σῶσον ὀ Θεός, τὸν λαό σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὡραιότης Μαρτύρων, καθυπέμεινας χαίρων τὰ κολαστήρια διὰ Χριστοῦ τὴν πίστιν καὶ ἄρνησιν εἰδώλων πλάνης, μάρτυς Ἑρμόγενες, ὁ ἱλεούμενος νῦν ἡμῖν Θεὸν τὸν ζῶντα.
Νῦν τὸν ἔπαρχον πάντες, γεραρὸν Ἑρμογένην, τοῦ εὐσεβόφρονος λαοῦ πρὶν τὸν διώκτην αὐτοῦ ὑπερμαχοῦντα εἶτα μέλψωμεν κράζοντες· δογμάτων προασπιστὰς ὀρθῶν ἡμᾶς νῦν δεῖξον.
Εὐμενῆ κηδεμόνα σὲ πλουτοῦντες προστάτην καὶ ἀντιλήπτορα, Ἑρμόγενες γενναῖε, προσφεύγομεν ἐν πίστει σαῖς θερμαῖς παρακλήσεσι πρὸς τὸν Σωτῆρα Χριστόν, λαμπρὲ Μεγαλομάρτυς.
Θεοτοκίον.
Κακοδόξων τὰ σμήνη, Θεοτόκε παρθένε, ἀποσκοράκισον εὐχαῖς σου ἀσιγήτοις πρὸς τὸν μονογενῆ σου Ἰησοῦν τὸν εὐίλατον καὶ Ὀρθοδόξων χοροὺς κραταίωσον ἐν πίστει.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Δύναμιν δός μοι, ἰσχὺν Ἑρμόγενες πλάνου, τὴν μανίαν ἐν τάχει πατῆσαι, ὁ καταπατήσας, ὀφρὺν λατρῶν εἰδώλων.
Ὑμνῶν σε κράζω· γενοῦ ἡμῶν παραστάτης, ἐν κινδύνοις Ἑρμόγενες μάρτυς, καὶ ταχὺς ἀκέστωρ, ἐν πάσαις βίου ζάλαις.
Στενὴν βαδίσαι, ἀξίωσόν με τὴν τρίβον, ἀρετῶν στεφανῖτα γενναῖε, ἀθλητῶν σταδίου, Ἑρμόγενες κοσμῆτορ.
Θεοτοκίον.
Ὡς ἐν γαστρί σου, Χριστὸν ξενίσασα Μῆτερ, ἀπολαῦσαι ἡμᾶς τῆς ξενίας, οὐρανῶν σοὺς δούλους, ἀξίωσον Παρθένε.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Προστάτης ἴσθι πάντων, σὲ μακαριζόντων, ὡς εὐτολμίας πυξίον Ἑρμόγενες, καὶ θησαυρὸν εὐψυχίας πολυτιμότατον.
Ἐπάκουσον τῶν πίστει, προστρεχόντων Μάρτυς, ταῖς σαῖς λιταῖς πρὸς τὸν Κτίστην Ἑρμόγενες, ὑπὲρ ἀγάπης οὗ αἷμα τὸ σὸν ἐξέχεας.
Ἱκέτευε δοθῆναι, πᾶσί σε τιμῶσιν, ἄμφω ὑγιείαν μάρτυς Ἑρμόγενες, ὁ παῤῥησίᾳ κηρύξας Χριστοῦ ἀλήθειαν.
Θεοτοκίον.
Χαρὰ χριστεπωνύμων, Κεχαριτωμένη, τῶν λυπηρῶν μου ἀχλὺν ἐξαφάνισον, τοῦ Φωτοδότου Υἱοῦ σου τῇ θείᾳ χάριτι.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ἐν Ἀλεξανδρείᾳ μαρτυρικῶς, σὺν Μηνᾷ τῷ θείῳ, ἐπεσφράγισας βιοτήν, βρότειόν σου μάκαρ, Ἑρμόγενες καὶ στέφος, χρυσόπλοκον ἀφθίτου, νίκης ἀπείληφας.
Δεῦτε ἀνυμνήσωμεν ἐν χορῷ, θεῖον Ἑρμογένην, τὸν ἀθλήσαντα σὺν Μηνᾷ, τῷ Καλλικελάδῳ, καὶ θαυμαστῷ Εὐγράφῳ, ἐν τῇ Ἀλεξανδρείᾳ ὡς καλλιμάρτυρα.
Χαίροις γενναιότητος ποταμός· χαίροις ὁ χειμάῤῥους εὐψυχίας μαρτυρικῆς· χαίροις θεία κρήνη, Ἑρμόγενες ἀνδρείας, ἐκβλύζουσα καὶ τόλμης, ὕδωρ ἀείῤῥυτον.
Σκῆνός σου τὸ πάνσεπτον σὺν αὐτῷ, τοῦ Καλλικελάδου, εἰς τὸ πέλαγος τὸ ῥιφθέν, ἧκεν εἰς τὴν πόλιν, τοῦ Κωνσταντίνου ξένως, Ἑρμόγενες πρὸς αἶνον, σοῦ τῆς ἀθλήσεως.
Χαίροις τῆς ἀνδρείας ἡ ἀπαρχή, σύνοικε σοφίας καὶ πυξίον ὑπομονῆς, ὁ Χριστοῦ τὴν πίστιν, Ἑρμόγενες δοξάσας, σῇ ἀκραιφνεῖ ἐνστάσει, καὶ ῥείθροις αἵματος.
Δόξης ἀπολαύων τῶν οὐρανῶν, ὀλετὴρ εἰδώλων ἀδοξίας με τῶν παθῶν, ῥύου ἀθλοφόρε, Ἑρμόγενες τὸν πίστει, προστρέχοντα καὶ πόθῳ τῇ ἀντιλήψει σου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας καταξίωσον χαρᾶς, τῆς ἐν πόλῳ δόξης ἀλήκτου, περικλεὲς ἀθλητά, εὐσταλὲς Ἑρμόγενες, Μαρτύρων πρώταθλε, ὁ ἀθλήσας ὡς πάσχοντος ἐν Ἀλεξανδρείᾳ, ἄλλου καὶ φιλόθεον, φαιδρύνας σύνταγμα, κράζομεν μεγάλαθλε Μάρτυς, ἵνα μεγαλύνωμεν πόνους, δι’ ἀγάπην Κτίστου οὓς ὑπέμεινας.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.