Παρακλητικός Κανών εις τον Ευγνώμονα Άγιο Ληστή του Γολγοθά
Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας
†Εορτάζεται στις 12 Οκτωβρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὸ ἐξῆς·
Ἦχος δ΄ . Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὁ εἰσελθὼν τὴν δωδεκάτην τὴν ὥραν εἰς τὴν χαρὰν τῶν οὐρανῶν καὶ πολίτης αὐτῶν, Λῃστά, γενόμενος ὁ πρῶτος, ἡμᾶς πάντας καταξίωσον χαρμονῆς αἰωνίου σὲ τοὺς μακαρίζοντας ὡς κλειδοῦχον τοῦ πόλου, αὐτοῦ εὐκλείας μέτοχον σεπτὸν καὶ μετανοίας θειότατον γνώμονα.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Μνήσθητι, εὐγνῶμον Λῃστά, σῶν ὑμνητῶν. Χ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Μακάρων ἀξίωσον σὺν χοροῖς, ἀπαύστως συνεῖναι, τοὺς τιμῶντάς σε εὐλαβῶς, εὐγνῶμον Λῃστά ὡς Παραδείσου, σεπτὸν κλειδοῦχον καὶ θεῖον οἰκήτορα.
Ναοὺς σωφροσύνης καὶ ἀρετῆς, ἀνάδειξον πάντας, δαπανῶντας οἴμοι, κακῶς τὸν βίον εὐχαῖς σου πρὸς τὸν Λόγον, Λῃστὰ εὐγνῶμον Θεοῦ τοῦ Παντάνακτος.
ᾘνέωξας θύραν ταχύ Λῃστά, κλειδὶ μετανοίας, κεκλεισμένην διὰ βροτῶν, χορείας τοῦ πόλου καὶ πρεσβεύειν, Χριστῷ ὑπὲρ εὐσεβῶν χάριν εἴληφας.
Θεοτοκίον.
Στολὴν τοῦ οἰκέτου σου ἀγαθή, τὴν ῥερυπωμένην, ἀνομήμασι βδελυροῖς, τοῖς ῥεύμασι πλῦνον πρεσβειῶν σου, τῶν ῥυπτικῶν πρὸς Υἱόν σου τὸν πάνσεπτον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Θραῦσον βέλη ἐχθίστου τὰ καθ’ ἡμῶν Ἅγιε, πάντοτε κινούμενα μάκαρ, θείᾳ ἀσπίδι σου, εὐχῶν εὐγνῶμον Λῃστά, πρὸς τὸν Θεόν ὁ πατήσας, λόγῳ μετανοίας σου πλάνου τὰ ἔνεδρα.
ᾘνεώχθη ἡ πύλη τοῦ οὐρανοῦ Δίκαιε, τῷ κλειδὶ τῆς σῆς μετανοίας, καὶ τοῦ ὀνόματος, ὁμολογίας Χριστοῦ, Λόγου Θεοῦ ὡς Ὑψίστου, ὁ Αὐτὸν ἱκέταις σου καθιλεούμενος.
Τοὺς ἱκέτας σου ῥῦσαι τοῦ Γολγοθᾶ Ἅγιε, τοῦ πυρὸς κολάσεως πάντας, σὲ μεγαλύνοντας, Λῃστὰ εὐγνῶμον λαμπρῶς , ὡς Παραδείσου κλειδοῦχον, καὶ αὐτοῦ οἰκήτορα πρῶτον πανεύφημε.
Θεοτοκίον.
Ἰσχυροὺς ἐν ταῖς μάχαις κατὰ παθῶν Δέσποινα, δεῖξον σοὺς σεμνοὺς ὑμνηπόλους, Θεογεννήτρια, τοὺς ὑπ’ ἐχθροῦ μιαροῦ, πολεμουμένους Παρθένε, ἀλγεινῶς ἑκάστοτε τοῦ παναλάστορος.
Διάσωσον, ἐξ ὀλεθρίου γεέννης τοὺς σὲ τιμῶντας, Παραδείσου Λῃστὰ σεπτέ, ὡς πρῶτον οἰκήτορα, αὐτὸν μετανοίᾳ σου ὁ ἀνοίξας.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Εὐγνῶμον Λῃστά, ὁ «Μνήσθητί μου, Κύριε», βοήσας τρανῶς ὀλίγον πρὸ τοῦ τέλους σου, ἐν σταυρῷ κρεμάμενος, σαῖς πρεσβείαις τὴν πύλην μοι ἄνοιξον, τοῦ Παραδείσου πρῶτος οἰκιστὴς, οὗ πέλεις πιστῶς τῷ ἀνυμνοῦντί σε.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Εὐσυμπάθητον Κύριον, μὴ ἐλλείπῃς πᾶσι καθιλεούμενος, ὡς κλειδοῦχον τοῖς τιμῶσί σε, οὐρανῶν Λῃστά λαμπρῶν σκηνώσεων.
Ὑπερεύχου προσφύγων σου, μετανοίας στήλη Λῃστὰ θειότατε, ὁ ἐκ δεξιῶν τοῦ Κτίσαντος, κρεμασθεὶς Θεοῦ τοῦ πανοικτίρμονος.
Γεηρῶν τοὺς ἱκέτας σου, δεῖξον ὑπερόπτας τοὺς ἀνυμνοῦντάς σε, ὡς Λῃστὴν καταλῃστεύσαντα, διὰ μετανοίας τὸν Παράδεισον.
Θεοτοκίον.
Νεκταρόβρυτον Δέσποινα, φρέαρ προστασίας τῶν εὐφημούντων σε, δὸς ἡμῖν πιεῖν σῆς χάριτος, νάματα πικρίας τὰ ἡδύνοντα.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὡς φανόν Λῃστά, ἐπιγνώσεως ὑμνοῦντές σε, ἐφαμάρτου πολιτείας σὰς εὐχὰς, πρὸς Χριστόν, συσταυρωθέντα σοι αἰτούμεθα.
Μέμνησο ἡμῶν, ἀνυμνούντων σὴν μετάνοιαν, καὶ τρανὴν ὁμολογίαν τοῦ Χριστοῦ, ὡς Υἱοῦ Λῃστὰ, εὐγνῶμον τοῦ Παντάνακτος.
Ὄμβρισον ἡμῖν, ὑετόν Λῃστὰ χριστόφιλε, μετανοίας ἀκραιφνοῦς καὶ προκοπῆς, ἐν Χριστῷ, τῷ πόλου ἔνοικόν σε δείξαντι.
Θεοτοκίον.
Νέκρωσον σαρκὸς, τὰ σκιρτήματα τῶν δούλων σου, ἡ κυήσασα τὸ Φῶς καὶ τὴν Ζωήν, Ἰησοῦν Χριστόν, νεκρώσαντα τὸν θάνατον.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Λῃστεύσαντα, θαυμαστῶς Παράδεισον, μετανοίας ἐργαλείοις καὶ λόγῳ, ὁμολογίας Θεοῦ τοῦ Ὑψίστου, ἐν Γολγοθᾷ ὁλοθύμως τιμήσωμεν, Λῃστὴν τὸν δίκαιον αὐτοῦ, τὰς εὐχὰς πρὸς Θεὸν ἐκδεχόμενοι.
Ἡ χάρις σου, ἁγιάζει ἅπαντας, τοὺς πιστεύοντας Λῃστὰ σταυροφόρε, Ἐσταυρωμένον εἰς Λόγον Ὑψίστου, καὶ Ἀναστάντα ἐκ τάφου τριήμερον, Λῃστὰ εὐγνῶμον ὁ κλειδὶ, μετανοίας ἀνοίξας Παράδεισον.
Σταυρούμενον, ὡς κατεῖδες Κύριον, Γολγοθᾶ ἐπὶ τοῦ ὄρους ἀδίκως, τὸν Πλαστουργὸν ὑφηλίου εὐγνῶμον, Λῃστά Υἱὸν τοῦ Θεοῦ ὡμολόγησας, τὸν παρεχόμενον ἡμῖν, δι’ εὐχῶν σου τὸ ἄμετρον ἔλεος.
Θεοτοκίον.
Τὴν δέησιν, οἰκετῶν σου πρόσδεξαι, ὡς θυμίαμα εὐῶδες Παρθένε, καὶ δὸς σὴν χάριν ἀφθόνως τοῖς πίστει, σὲ μεγαλύνουσιν ὕμνοις ἑκάστοτε, ὡς θείαν σκέπην καὶ φρουρὸν, ἀλγεινῶς τρυχομένοις καὶ κάμνουσι.
Διάσωσον, ἐξ ὀλεθρίου γεέννης τοὺς σὲ τιμῶντας, Παραδείσου Λῃστὰ σεπτέ, ὡς πρῶτον οἰκήτορα, αὐτὸν μετανοίᾳ σου ὁ ἀνοίξας.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ἐκ δεξιῶν τοῦ Χριστοῦ εὐφημήσωμεν, προσηλωθέντα Λῃστὴν τὸν εὐγνώμονα, καὶ μετανοίας κλειδὶ διανοίξαντα, τοῦ Παραδείσου τὰς πύλας ὡς ἔνθερμον, ἡμῶν μεσίτην καὶ πρέσβυν πρὸς Ὕψιστον.
Προκείμενον.
Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν.
Στίχος. Ἐκέκραξαν οἱ δίκαιοι καὶ ὁ Κύριος εἰσήκουσεν αὐτῶν.
Εὐαγγέλιον·
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. κγ΄ 32 -49 ).
Τῷ καιρῷ ἐκείνῳ ἤγοντο δὲ καὶ ἕτεροι δύο κακοῦργοι σὺν αὐτῷ ἀναιρεθῆναι. Καὶ ὅτε ἀπῆλθον ἐπὶ τὸν τόπον τὸν καλούμενον Κρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτὸν καὶ τοὺς κακούργους, ὃν μὲν ἐκ δεξιῶν ὃν δὲ ἐξ ἀριστερῶν. Ὁ δὲ Ἰησοῦς ἔλεγε· πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσι. Διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ ἔβαλλον κλῆρον. Καὶ εἱστήκει ὁ λαὸς θεωρῶν. Ἐξεμυκτήριζον δὲ καὶ οἱ ἄρχοντες σὺν αὐτοῖς λέγοντες· ἄλλους ἔσωσε, σωσάτω ἑαυτόν, εἰ οὗτός ἐστιν ὁ Χριστὸς ὁ τοῦ Θεοῦ ἐκλεκτός. Ἐνέπαιζον δὲ αὐτῷ καὶ οἱ στρατιῶται προσερχόμενοι καὶ ὄξος προσφέροντες αὐτῷ καὶ λέγοντες· εἰ σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων, σῶσον σεαυτόν. Ἦν δὲ καὶ ἐπιγραφὴ γεγραμμένη ἐπ᾿ αὐτῷ γράμμασιν Ἑλληνικοῖς καὶ Ρωμαϊκοῖς καὶ Ἑβραϊκοῖς· οὗτός ἐστιν ὁ βασιλεὺς τῶν Ἰουδαίων. Εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὐτὸν λέγων· εἰ σὺ εἶ ὁ Χριστός, σῶσον σεαυτὸν καὶ ἡμᾶς. Ἀποκριθεὶς δὲ ὁ ἕτερος ἐπετίμα αὐτῷ λέγων· οὐδὲ φοβῇ σὺ τὸν Θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ; Καὶ ἡμεῖς μὲν δικαίως· ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξε. Καὶ ἔλεγε τῷ Ἰησοῦ· μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Καὶ εἶπεν αὐτῷ ὁ Ἰησοῦς· ἀμὴν λέγω σοι, σήμερον μετ᾿ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Ἦν δὲ ὡσεὶ ὥρα ἕκτη καὶ σκότος ἐγένετο ἐφ᾿ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης, τοῦ ἡλίου ἐκλείποντος, καὶ ἐσχίσθη τὸ καταπέτασμα τοῦ ναοῦ μέσον· καὶ φωνήσας φωνῇ μεγάλῃ ὁ Ἰησοῦς εἶπε· πάτερ, εἰς χεῖράς σου παρατίθεμαι τὸ πνεῦμά μου· καὶ ταῦτα εἰπὼν ἐξέπνευσεν. Ἰδὼν δὲ ὁ ἑκατόνταρχος τὸ γενόμενον ἐδόξασε τὸν Θεὸν λέγων· ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν. Καὶ πάντες οἱ συμπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην, θεωροῦντες τὰ γενόμενα, τύπτοντες ἑαυτῶν τὰ στήθη ὑπέστρεφον. Εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ αὐτοῦ ἀπὸ μακρόθεν, καὶ γυναῖκες αἱ συνακολουθήσασαι αὐτῷ ἀπὸ τῆς Γαλιλαίας, ὁρῶσαι ταῦτα.
Δόξα.
Γολγοθᾶ Ἁγίου Λῃστοῦ, πρεσβείαις Σῶτερ, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἰδιόμελον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Παραδείσου ἔνοικε, πρῶτε Χριστοῦ κατὰ ῥῆμα, τοῦ συσταυρωθέντος σοι, Λόγου πανοικτίρμονος τοῦ Παντάνακτος, ὃν Θεὸν τέλειον, Γολγοθᾶ ἐν ὄρει, τῷ σεπτῷ καθωμολόγησας, ἡμῶν δεήσεων, τῶν θερμῶν ταχέως ἐπάκουσον, καὶ ῥῦσαι τῆς κολάσεως, τοῦ πυρὸς τοὺς σὲ μακαρίζοντας, καὶ πιστῶς βοῶντας· Λῃστὰ εὐγνῶμον λύχνε τηλαυγὲς, τῆς μετανοίας προσφύγων σου, λῦσον ἄχθους ζόφωσιν.
Σῶσον, ὁ Θεός, τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀνωτέρους συντήρει, τῶν παθῶν σοὺς ἱκέτας, Λῃστὰ μακάριε, ἐκ τοῦ σταυροῦ σου ὕψους, οὐράνιον εἰς ὕψος, ὁ ἀρθεὶς διὰ κλίμακος, τοῦ «Μνήσθητι μου, Χριστέ, Θεοῦ Ὑψίστου Λόγε».
Σταυροφόρε κακοῦργε, ὁ τυχὼν τῆς εὐκλείας, τῆς ὑπὲρ ἔννοιαν, διὰ σῆς μετανοίας, ἐν τῇ ἐσχάτῃ ὥρᾳ, ἐπὶ γῆς πολιτείας σου, ἀξιωσόν με τυχεῖν, αἰωνιζούσης δόξης.
Ὡς Πορφύριον θεῖον, ἐθεράπευσας ξένως, Λῃστὰ θεόσωστε,
θεράπευσον ψυχῆς μου, ταχέως ἀλγηδόνας, τῆς ἀθλίας καὶ σώματος, τοῦ ἐν ᾠδαῖς μελιχραῖς, σὲ ἀνυμνολογοῦντος.
Θεοτοκίον.
Νεολαίαν ὁδήγει, πρὸς γαλήνιον ὅρμον, τὴν θαλαττεύουσαν, ἐν τῷ τρικυμιώδει, πελάγει βίου Μῆτερ, τοῦ παρόντος βαστάζουσα, αὐτῆς ψυχῶν σταθηρῶς, τοὺς οἴακας Παρθένε.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὑψόθεν ῥύου, ἡμᾶς δεινῶν κατωδύνων, σὲ ὑμνοῦντας Λῃστὰ σταυροφόρε, ὡς τοῦ Παραδείσου, οἰκήτορα τὸν πρῶτον.
Μὴ διαλείπῃς, Λῃστὰ εὐγνῶμον πρεσβεύων, τῷ Χριστῷ δοῦναι σθένος καὶ ῥῶσιν, σὲ τοῖς ἀνυμνοῦσιν, ὡς μετανοίας στῦλον.
Ναοὺς ἀνδρείας, Λῃστά ψυχῶν καὶ σωμάτων, δεῖξον πάντας τοὺς σὲ μελῳδοῦντας, τῆς ζωῆς τοῦ ξύλου, νῦν ἀκλινῶς τρυφῶντα.
Θεοτοκίον.
Ἡ παραστάτις, Χριστιανῶν ἐν κινδύνοις, Θεοκῦμον κατεύθυνε πάντας, μεγαλύνοντάς σε, πρὸς οὐρανῶν λειμῶνας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Τοῦ παλαμναίου πάγας, εὐθαρσῶς πατῆσαι, τοὺς σοὺς ἱκέτας Λῃστά καταξίωσον, ὡς Παραδείσου σε πρῶτον τιμῶντας ἔνοικον.
Ὡς τοῦ βλασφήμου στόμα, λόγοις σου σφραγίσας, συσταυρωτοῦ σου Λῃστὰ διακαιότατε, σφράγισον χείλη βλασφήμων σεπτῇ παλάμῃ σου.
Νῦν ὕμνοις μελιῤῥύτοις, μεγαλύνοντές σε, Λῃστὰ εὐγνῶμον ὡς πρῶτον οἰκήτορα, τοῦ Παραδείσου εὐχάς σου ἀπεκδεχόμεθα.
Θεοτοκίον.
Χαρίτωσον σοὺς δούλους, μεγαλύνοντάς σε, ὡς ἀρετῶν ἱερὸν καταγώγιον, Θεογεννῆτορ παρθένε, πιστῶν ἀγλάισμα.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Μνήσθητί μου Σῶτερ Παμβασιλεῦ, ἐν τῇ Βασιλείᾳ, τῇ σεπτῇ σου ὡς τοῦ Λῃστοῦ, τοῦ ἐκ δεξιῶν σου, ἐμνήσθης σταυρωθέντος, ὃν πρῶτον Παραδείσου ἔνοικον ἔδειξας.
Τὸν ἐσταυρωμένον ἐκ δεξιῶν, τοῦ Θεοῦ τοῦ Λόγου, ἐν τῷ ὄρει τοῦ Γολγοθᾶ, καὶ ἀξιωθέντα διὰ τῆς μετανοίας, Λῃστήν χαρᾶς τοῦ πόλου ὕμνοις τιμήσωμεν.
Τὸν ἀδίκως πάσχοντα ἐν Σταυρῷ, Ἰησοῦν ὡς Λόγον, διεκήρυξας τοῦ Θεοῦ, ὁ παθὼν δικαίως δι’ ἀμπλακήματά σου, Λῃστά σεπτὲ κλειδοῦχε πόλου ἐπάλξεων.
Χαίροις μετανοίας ὁ φρυκτωρός, Παραδείσου πρῶτε, καὶ θειότατε οἰκιστά, χαίροις δωδεκάτην τὴν ὥραν ὁ κερδήσας, Λῃστὰ εὐγνῶμον δόξαν, τὴν ὑπὲρ ἔννοιαν.
Δεῖξον μετανοίας μοι τὴν ὁδὸν, καὶ ὁμολογίας, τοῦ ὀνόματος Ἰησοῦ, ἔμπροσθεν ἀπίστων, ὁ καθομολογήσας, Αὐτόν Λῃστά πρὸ τέλους τοῦ ἐπιγείου σου.
Ἄνοιξόν μοι πύλας τοῦ οὐρανοῦ, ὁ αὐτῶν βαστάζων, κλείδας μάκαρ καὶ σὺν Χριστῷ, ἀπολαύων δόξης, Λῃστὰ εὐγνῶμον θείας, διὰ τῆς μετανοίας τῆς θεαρέστου σου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον.Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τὸν Λῃστὴν τὸν εὐγνώμονα εὐφημήσωμεν, ἐκ δεξιῶν σταυρωθέντα, τοῦ Ζωοδότου Χριστοῦ, καὶ φωνήσαντα τὸ «Μνήσθητί μου, Κύριε, εἰς Βασιλείαν οὐρανῶν, ὅταν ἔλθῃς» εὐλαβῶς, κραυγάζοντες· μετανοίας, τοῦ Παραδείσου οἰκῆτορ, ἡμῖν εὐχαῖς σου πύλας ἄνοιξον.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Δεῦτε Παραδείσου ποθεινοῦ, τὸν κλειδοῦχον μέλψωμεν ὕμνοις, ὡς μετανοίας πυρσὸν, καὶ φανὸν λαμπρότατον, Χριστοῦ τῆς πίστεως, ὃν ἀδίκως παράνομος, ἐσταύρωσε δῆμος, ὁλοθύμως κραυγάζοντες· Λῃστὰ μακάριε, ὁ ἀξιωθεὶς ἀπολαῦσαι, πόλου τῆς χαρᾶς σοὺς ἱκέτας, κοινωνοὺς αὐτῆς ἡμᾶς ἀνάδειξον.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Τρισσεῦον Κύριε Ἐλέησον Λιτῆς Ἁγίου Ὄρους.
Μνήσθητί μου, δίκαιε,* ὦ Ληστά, σὲ μέλποντος* πίστει ὡς εὐγνώμονα.
Δίστιχον·
Μνήσθητι Γερβασίου, Λῃστὰ εὐγνῶμον,
καὶ Χαραλάμπους, τῶν πόθῳ τιμώντων σε.