Δύο Παρακλητικοί Κανόνες εις τον Άγιο Μεγαλομάρτυρα Φανούριο

  1. Ποίημα Αγνώστου Συγγραφέως

  2. Ποίημα Κυρίλλου Μητροπολίτου Ρόδου

Παρακλητικός Κανών εις τον Άγιον Μεγαλομάρτυρα Φανούριον τον Θαυματουργόν

†Εορτάζεται στις 27 Αυγούστου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὸ τροπάριον·

Ἦχος δ΄ . Ὃ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῷ τοῦ Σωτῆρος εὐκλεεῖ ἀθλοφόρῳ, καὶ τῶν Ῥοδίων ἀκραιφνεῖ πολιούχῳ, ἀπὸ ψυχῆς προσπέσωμεν κραυγάζοντες, ἅγιε Φανούριε, ἀπὸ πάσης ἀνάγκης, λύτρωσαι τοὺς δούλους σου, τοὺς τιμῶντάς σε πόθῳ, σὺ γὰρ θεόθεν δέδοσαι ἡμῖν, θεῖος προστάτης, καὶ φύλαξ σωτήριος.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ κανών οὗ ἡ ἀκροστιχὶς·

Φρούρει με ταῖς σαῖς Φανούριε πρεσβείαις.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Φωνῆς στεναγμοῦ μου ὡς συμπαθής, Φανούριε μάρτυς, ἐνωτίσθητι εὐμενῶς,  καὶ λῦσον παθὼν τὴν καταιγίδα, τὴν ἐπελθοῦσαν δεινῶς τῇ καρδίᾳ μου.

Ῥανίσι τῶν θείων σου πρεσβειῶν, ψυχῆς μου τὰ ἕλκη, ἐναπόπλυνον Ἀθλητά, καὶ σβέσον τοῦ σώματος τὴν νόσον, ταῖς ἐπομβρίαις τῆς σῆς ἀντιλήψεως.

Ὁλόσωμον δέδεγμαι τὴν πληγήν, ἐχθροῦ ταῖς βολίσι, καὶ νενέκρωμαι τὴν ψυχήν, σὺ οὖν θεραπεύεις με Μάρτυς, πρὸς ζωηφόρους ὁδοὺς κατευθύνων με.

Ὑπάρχων ἀνάπλεῳς φωτισμοῦ, Φανούριε μάρτυς, ὡς διάκονος τοῦ φωτός, νόος μου ἀπέλασον τὸ σκότος, καὶ ἀρετῶν τῷ φωτὶ με καταύγασαν.

Θεοτοκίον.
Ῥημάτων ἐξεπλήρωσας νομικῶν, ὠράθης Παρθένε, ὡς γεννήσασα τὸν Θεόν, τὸν πάλαι λαλήσαντα ἐν νόμῳ, δι’ αἰνιγμάτων καὶ τύπων Πανάμωμε.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἐμπεσὼν τῷ πελάγει, τῶν πειρασμῶν ἔνδοξε, τῷ τῆς ἀπωλείας πυθμένι, ἤδη καθέλκομαι, σὺ μὲ κυβέρνησον, πρὸς σωτηρίας λιμένα, οἶα κυβερνήτης μου, σοφὲ πανάριστος.

Ἱλασμὸς γενηθήτω, καὶ τῶν κακῶν λύτρωσις, ἡ μαρτυρικῇ σου πρεσβεῖα, μάρτυς Φανούριε, τοῖς προσιοῦσί σοι, καὶ ὁλικῶς ἀφορῶσι, πρὸς τὴν ὀξυτάτην σου, Μάκαρ προμήθειαν.

Μαρτυρίου τὴν τρίβον, πανευκλεώς ὥδευσας, ὅθεν πρὸς ὁδὸν μαρτυρίου, τοῦ σὲ δοξάσαντος, κᾀμὲ ὁδήγησον, τὸν ἐν αἱρέσεσι Μάρτυς, πάσης παραβάσεως, περιπλανόμενον.

Θεοτοκίον.
Ἐπουράνιε πύλη, δι’ ᾖς ἡμῖν ἔλαμψεν, ὁ Δημιουργὸς τῶν ἁπάντων, καθάπερ ἄνθρωπος, πύλας μοι ἄνοιξον, τῆς ἀληθοῦς μετανοίας, καὶ πυλῶν με λύτρωσαι, τοῦ ᾅδου Δέσποινα.

Διάσωσον ἀπὸ κινδύνων τοὺς δούλους σου Ἀθλοφόρε, ὅτι πάντες τῇ σῇ πρεσβεῖα προστρέχομεν, ἵνα ῥυσθῶμεν Φανούριε πάσης βλάβης.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πλεόντων σωτήρ, ἀδικουμένων σύμμαχος, πενθούντων χαρᾷ, καὶ αἰχμαλώτων λύτρωσις, δεικνύμενος Φανούριε, ὡς ταχὺς ὀρθοδόξων ἐπίκουρος, μὴ διαλίπῃς ἀτρώτους τηρεῖν, ἐκ τῶν βελῶν τοῦ ἀλάστορος τοὺς δούλους σου.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τὴν λιθώδη καρδίαν μου, καὶ πεπωρωμένην ψυχὴν κατάνυξον, ὁ τῶν λίθων τὰ προσκρούματα, Μάρτυς ὑπομείνας ὥσπερ ἄσαρκος.

Ἀναβλύζεις ἑκάστοτε, τὰ τῶν ἰαμάτων θείᾳ χαρίσματα, τοῖς προστρέχσυσι τῇ σκέπη σου, καὶ τῶν νοσημάτων ἐξαιρεῖς καύσωνα.

Ἰατήριον ἄμισθον, τοῖς ἐν ἀσθενείαις γενοῦ Φανούριε, καὶ τοῖς πάσχουσιν ἀντίληψις, καὶ τοῖς αἰχμαλώτοις ἀπολύτρωσις.

Σωτηρίας ἱμάτιον, ἐν τῇ ἀπεκδύσει σαρκὸς ἠμφίεσαι, ὅθεν ἐνδῦσον Φανούριε, τὴν γεγυμνωμένην ψυχὴν μου χάριτι.

Θεοτοκίον.
Στάμνος ἔμψυχος πέφηνας, τῆς ζωῆς τὸ μάννα κόσμῳ πηγάσασα, τὸν ζωώσαντα τὸν ἄνθρωπον, καὶ τὴν ἁμαρτίαν θανατώσαντα.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἄνωθεν ἡμᾶς, ἐποπτεύεις ἐκλυτρούμενος, ἐκ παντοίων ἀναγκῶν καὶ συμφορῶν, τοὺς ἐν πίστει εὐφημοῦντάς σε Φανούριε.

Ἰλεῶν ἡμῖν, τῇ ἐνθέρμῳ μεσιτείᾳ σου, τοῦ ἐλέους Ἀθλητὰ τὸν θελητήν, ἀπεργάζου τοῖς ἀφρόνως ἁμαρτάνουσι.

Σώματος πληγάς, ἐνεγκὼν στεῤῥῶς Φανούριε, ἰατρεύεις τῶν σωμάτων καὶ ψυχῶν, ἀῤῥωστίας καὶ ὀδύνας Θείῳ Πνεύματι.

Θεοτοκίον.
Φέγγος ἀστραπῆς, τοῦ υἱοῦ σου Κόρη ἔλαμψε, τοὺς ἐν σκότει καθημένους καὶ σκιά, καὶ ζωῆς τὰς φωταυγείας ἐδωρήσατο.

ᾨδὴ ς΄. Τὴν δέησιν ἐκχεώ.
Ἀνάγκας σου, τῆς ψυχῆς τὸν ἔρωτα, ὡς λαμπάδα πρὸς Χριστὸν Ἀθλοφόρε, καταναλίσκεις τῆς πλάνης τὴν Ὕλην, καὶ καταθάλπεις πιστῶν τὰ φρονήματα, δὶς κατάφλεξον κᾀμοῦ, τὰ σαθρᾷ καὶ γεώδη νοήματα.

Νεκρώσεως τῷ καρπῶ ἐζώγρημαι, καὶ τοῦ θείου ἀπεῤῥίφθην νυμφῶνος, τὰ τῆς φθορᾶς περικείμενος φύλλα, καὶ τοῦ θανάτου προφέρων τὴν ἄκανθαν, σὺ οὖν με ζώωσον σοφέ, καὶ τῆς πρώην με δόξης άξίωσον.

Ὁλόκληρον, σεαυτὸν προσήγαγες, τῷ Δεσπότῃ προσφορὰν καὶ θυσίαν, ὅθεν κᾀμὲ ἐνδυνάμωσον Μάρτυς, αὐτῷ λατρεῦσαι ὁσίως Φανούριε, καὶ θῦσαι τούτῳ καθαρῶς, καθαρᾶς πολιτείας ἀκρότητα.

Θεοτοκίον.
Ὑψαύχενα, δυσμενῆ ὑποτάξαν, ταῖς ποσὶν ἡμῶν Πανάμωμε κόρη, ἡ τὴν πεσοῦσαν ὑψώσασα φύσιν, τῇ ὑψηλὴ καὶ ἀῤῥήτῳ κυήσει σου, καὶ ταπεινώσασα ἐχθροῦ, ἐπηρμένου μετέωρον φρόνημα.

Διάσωσον ἀπὸ κινδύνων τοὺς δούλους σου Ἀθλοφόρε, ὅτι πάντες τῇ σῇ πρεσβείαις προστρέχομεν, ἵνα ῥυσθῶμεν Φανούριε πάσης βλάβης.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ὑπερήφανον ὄμμα κατέβαλες, τῇ γενναία ἀθλήσει σου ἔνδοξε, ἐξ οὖ ἀπάλλαξον καὶ ἡμᾶς, τῆς ἐνεργείας Ἀθλητά, ἵνα ἡσύχην ζωήν, ἐν ὁμονοίᾳ ἀγαστῇ, οἱ βοῶντες διάγωμεν· πληρῶσον τὰς αἰτήσεις, καὶ ἐμπλῆσον εὐφροσύνης, τοὺς προσιόντάς σοι πιστῶς, ὦ Φανούριε πανθαύμαστε.

Καὶ εὐθὺς τὸ Προκείμενον.
Δίκαιος ὣς φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχος. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσιν.

Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Ματθαῖον
(Κεφ. ι΄ 32 – 36 καὶ ια΄ 1).

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Πᾶς οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς· ὅστις δ᾿ ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. Μὴ νομίσητε ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν· οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν. Ἦλθον γὰρ διχάσαι ἄνθρωπον κατὰ τοῦ πατρὸς αὐτοῦ καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς καὶ νύμφην κατὰ τῆς πενθερᾶς αὐτῆς· καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκιακοὶ αὐτοῦ· Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς διατάσσων τοῖς δώδεκα μαθηταῖς αὐτοῦ μετέβη ἐκεῖθεν τοῦ διδάσκειν καὶ κηρύσσειν ἐν ταῖς πόλεσιν αὐτῶν.

Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Καὶ τὸ Προσόμιον.
Ἦχος πλ. β΄. Ὀλὴν ἀποθέμενοι.
Ῥόδον ὡς μυρίπνοον, καὶ θησαυρὸς ζωηφόρος ἐν Ῥόδῳ κρυπτόμενος, Μάρτυς πεφανέρωσαι τοῖς ἱκέταίς σου, καὶ ζωῆς ἐμπνεύσας, τὰς ὀσμὰς ἐν κόσμῳ, καὶ ὀσμὴν θανάτου ἤλασας, καὶ ἀπεδίωξας, τὰς δυσώδεις νόσους Φανούριε, ὢν περ τῆς λύμης λύτρωσαι, τοὺς σοὶ προσιόντας ἐκ πίστεως, πάσης ἐπηρείας, καὶ βλάβης καὶ μανίας ἀπηνοῦς, διαφυλάττων μακάριε, τοὺς προσκαλουμένους σε.

Σῶσον ὁ Θεός, τὸν λαὸν σου.

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Ῥείθροις τῶν θείων σου θαυμάτων, ἀποξήρανον βυθὸν τῶν παθημάτων, καὶ πρὸς Ὕδωρ τροφῆς, ἐξ αὐχμηρᾶς ἐρήμου, ὁδηγῆσαν Φανούριε, τοὺς πιστῶς σε ἀνυμνοῦντας.

Ἴδοιμι ὤρα τῆς ἀνάγκης, σε συλλήπτορα καὶ θεῖον ἀρωγὸν μου, τὰ λυποῦντα ταχύ, σκεδάζοντα παμμάκαρ, καὶ θείαν μοι δωρούμενον, λύτρωσιν καὶ εὐφροσύνην.

Ἔλαμψας Μάρτυς ἐν τῇ Ῥόδῳ, ὡς νεόφωτον καὶ φωτοφόρον ἄστρον, ἰαμάτων αὐγάς, καὶ φέγγος χαρισμάτων, ἀστράπτον τοῖς καθεύδουσιν, ἐν τῷ σκότει τῆς ἀπάτης.

Θεοτοκίον.
Πῖον καὶ σύσκιον ὡράθης, καὶ ἀλάξευτον καὶ φωτοφόρον ὄρος, οἷς ἐν τύποις ποτέ, ἐλάλησεν ὁ λόγος, ὢν βλέποντες τὴν ἔκτασιν, εὐφημοῦμεν σε Παρθένε.

ᾨδὴ η΄. Τὸν ἐν Ὄρει ἁγίῳ.
Ῥυπτικῇ σου πρεσβεῖα ἐκκαθαίρεις, τῶν ψυχῶν τὰς οὐλάς, καὶ καρδιῶν τὰ βάρη, καὶ ἀλγηδόνας παύεις τὰς τοῦ σώματος, καὶ βραβεύεις πᾶσι, κατ’ ἄμφω εὐρωστίαν Φανούριε, θεόφρον.

Ἐν καμίνῳ βληθεὶς οὐ κατεφλέχθης, τῆς ζωῆς γὰρ ὡς πῦρ, ἐκέκτησο τὸ Ὕδωρ, ἄλλα κᾀμοῦ κατάφλεξον Φανούριε, τὰς δεινὰς προλήψεις καὶ τὰς ἐνθυμήσεις, ὥσπερ ἀγροῦ καλάμην.

Στρατευθεὶς τῷ καλέσαντι σε λόγῳ ἠγωνίσω λαμπρῶς, κατὰ τῆς ἀνομίας, ὅθεν κᾀμὲ τῆς κλήσεως ἡ κέκλημαι, ἄξιον ἐργάτην, ἀνάδειξον παμμάκαρ, εὐχαῖς σου εὐπροσδέκτοις.

Θεοτοκίον.
Βασιλείας οἰκήτορας με δεῖξον, τῆς ἀλήκτου Ἁγνή, ὡς τέξασα ἀσπόρως, τὸν Βασιλέα πάντων καὶ Δεσπόζοντα, οὗ ἡ βασιλεία, βασιλεία πύλη, ἁπάντων τῶν αἰώνων.

ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Ἐλαίω τῶν ἀγώνων σου Ἀθλητᾶ, ἰλαρύνεις ἡμῶν τὴν διάνοιαν, καὶ ψυχικά, ἕλκη τε καὶ μώλωπας χαλεπούς, ἀνακαθαίρεις πάντοτε, καὶ τὰ τῶν σωμάτων ὀδυνηρᾷ, νοσήματα ἴασαι, ὡς χάριν κεκτημένος, παρὰ Θεοῦ μάρτυς Φανούριε.

Ἰσχύι ἀριστεύσας παντουργικῇ, τοῦ ἐχθροῦ εἰς ἀνίσχυρον φρύαγμα, τὸ καθ’ ἡμῶν, σβέσον Ἀθλοφόρε ὁλοσχερῶς, καὶ σθένος καὶ κραταίωμα, καὶ ἰσχύος πύργος διαπαντός, γενοῦ τοῖς σοῖς ἱκέταις, Φανούριε παμμάκαρ, τῶν ἀθλοφόρων ἐγκαλλώπισμα.

Ἀκοίμητος προστάτης καὶ ἀρωγός, ἀντιλήπτωρ γενοῦ καὶ ὑπέρμαχος, καὶ βοηθός, τοῖς προσκαλουμένοις εἰλικρινῶς, τὸ ἱερὸν σου ὄνομα, Μάρτυς ἀθλοφόρε θαυματουργέ, ἐξ ἔριδος καὶ φθόνου, ἀπάτης τε καὶ δόλου, ἡμᾶς ῥυόμενος Φανούριε.

Ἰλύος κᾀμὲ ὕψωσον ἐμπαθοῦς, καὶ πίκρας συνηθείας Φανούριε, ἡ ἐκ παιδός, εἴκων ἐγεώργησα τοὺς καρπούς, τῆς ἁμαρτίας Ἅγιε, ψυχῇ τε καὶ σώματι ῥὐπωθεῖς, μὴ με παρίδῃς Μάρτυς, σὺ γὰρ τῶν ἐν ἀνάγκαις, ὁ ἑτοιμότατος ἐπίκουρος.

Θεοτοκίον.
Σκηνῇ ἡ πολυώνυμος τοῦ Θεοῦ, ἡ περίδοξος πόλις τοῦ Κτίσαντος, ἐν ἧ Χριστός, εἴργασται θαυμάσια φοβερᾷ, τὸν γὰρ Ἀδὰμ ἀνέλαβε, τοῦτον ἀναπλάσας ἐκ τῆς ἀρᾷς, σῦ εἶ Παρθενομῆτορ, διὸ μὴ στερηθείην, τῆς προστασίας σου ὁ ἄθλιος.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις τῶν Μαρτύρων ἡ καλλονῇ, καὶ τῶν ἰαμάτων ὁ χειμάῤῥους ὁ δαψιλῆς, χαίροις τῶν Ῥοδίων, ὁ μέγας πολιοῦχος, Φανούριε ἀξίως ἀντιδεδόξασαι.

Τὶς τῶν πταισμάτων σου τὴν πληθύν, ἐξείπῃ ἀξίως καὶ τῶν πόνων τὸ καρτεράν, σὺ γὰρ τῶν βασάνων τὰ εἴδη καθυπέστης, ὡς ἄσαρκος νεκρώσας τὸν παναλάστορα.

Ὡς ἄστρον ἐν Ῥόδῳ ἀρτιφανές, Φανούριε ὤφθης, εἶ καὶ ἤθλησας πρὸ πολλοῦ, καὶ καταφωτίζεις πιστῶν τὰς διανοίας, βολαῖς τῶν σῶν ἀπείρων θαυμάτων ἔνδοξε.

Πυρὸς ἀκμαιότερος ἀληθῶς, καὶ σιδήρου Μάρτυς, εὐτονώτερος ὁραθείς, τὴν οἰκονομίαν ἐτράνωσας τοῦ λόγου, τοῖς ἔργοις βεβαιώσας ὁ ἀνεκήρυξας.

Πάντας τοὺς προστρέχοντας εὐλαβῶς, τῷ σεπτῷ ναῷ σου, καὶ αἰτοῦντας ἀπὸ ψυχῆς, λύσιν ὀφλημάτων, καὶ ῥῶσιν καὶ ὑγιείαν, μὴ παύσῃ ἐποπτεύων, παραμυθούμενος.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριᾶς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομα σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαὸς Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομα Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ έξής Τροπάριον. Ἦχος δ΄. Βασίλειον διάδημα.
Οὐράνιον ἐφύμνιον ἐν γῆ τελεῖται λαμπρῶς, ἐπίγειον πανήγυριν νῦν ἑορτάζει φαιδρῶς, Ἀγγέλων πολίτευμα, ἄνωθεν ὑμνῳδίαις, εὐφημοῦσι τοὺς ἄθλους, κάτωθεν Ἐκκλησία, τὴν οὐράνιον δόξαν, ἣν εὗρες πόνοις καὶ ἄθλοις τοῖς σοῖς, Φανούριε, ἔνδοξε.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὤφθης ὥσπερ λύχνος φαεινός, Μάρτυς έναθλήσας νομίμως, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, ὅθεν σοῦ δεόμεθα, μακρὰν ἀπέλασον, ἐξ ἡμῶν ταῖς πρεσβείαις σου, παθῶν τὴν ὀμίχλην, καὶ τῶν περιστάσεων, πικρὰν σκοτόμαιναν, φέγγος δὲ ἀνάτειλον πᾶσι, θείας θυμηδίας καὶ δόξης, ἀξιομακάριστε Φανούριε.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.


Xαιρετισμοί εις τον Άγιον Μεγαλομάρτυρα και Θαυματουργόν Φανούριον

Εγκώμια εις τον Άγιον Μεγαλομάρτυρα Φανούριον τον Θαυματουργόν

Ευχή εις τον Άγιο Μεγαλομάρτυρα Φανούριο

Πηγή

Παρακλητικός Κανών εις τον Άγιον Μεγαλομάρτυρα και Θαυματουργόν Φανούριον

Ποίημα Κυρίλλου Μητροπολίτου Ρόδου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ κάτωθι Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς δεομένων ταχινὸς ἀντιλήπτωρ, καὶ ἀσθενούντων θαυμαστὸς παρακλήτωρ, Φανούριε μεγάλαθλε, Μαρτύρων καλλονή, τοὺς πιστῶς προστρέχοντας, τῷ ἁγίῳ σου οἴκῳ, ἀπὸ πάσης λύτρωσαι, συμφορᾶς καὶ ἀνάγκης, ὑπὲρ αὐτῶν πρεσβεύων τῷ Θεῷ, τῷ ἐν ὑψίστοις τρανῶς σε δοξάσαντι.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς·
Εὐχαῖς σου χάριν δίδου Κυρίλλῳ Μάρτυς.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Εὐχαῖς σου ἁγίαις πρὸς τὸν Θεόν, Φανούριε Μάρτυς, τὴν εἰρήνην αἴτει ἡμῖν, τοῖς ἐν τῷ Ναῷ σου προσφοιτῶσι, καὶ εὐφημοῦσι τὴν θείαν σου ἄθλησιν.

Ὑμνοῦμέν σε πάντες χαρμονικῶς, ὅτι τοῦ δυνάστου, ἐταπείνωσας τὴν ὀφρύν, οὗ ῥῦσαι ἡμᾶς τῆς κακουργίας, τῶν πρεσβειῶν σου δυνάμει Φανούριε.

Χριστοῦ τῇ ἀγάπῃ κατατρωθείς, Μαρτύρων ἐν ἄθλοις, ὑπερήστραψας ὡς φωστήρ, πάντων τὰς καρδίας καταυγάζων, τῶν ἀνυμνούντων σε μάρτυς Φανούριε.

Θεοτοκίον.
Ἀφράστως τεκοῦσα τὸν τῷ Πατρί, Συνάναρχον Λόγον, Θεομῆτορ ἄνευ σπορᾶς, παθῶν ψυχοκτόνων ἀλογίας, τῇ χάριτί σου ἡμᾶς ἐλευθέρωσον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἰσχυρὸς ἐν βασάνοις, ἀναδειχθεὶς ἔνδοξε, τῆς εἰδωλικῆς ἀθεῒας, τὴν πλάνην ᾔσχυνας, ὅθεν ἐνίσχυσον, τοὺς εὐλαβεῖς ὑμνητάς σου, πρὸς τὴν εὐαρέστησιν, Θεοῦ Φανούριε.

Στηλιτεύσας τὴν πλάνην, ὡς ἀθλητὴς ἄριστος, τῆς θεοσεβείας τῷ κόσμῳ, τὸ φῶς ἀπήστραψας, ὅθεν Φανούριε, τῆς εὐσεβείας τὰ ἔργα, καὶ ἡμᾶς συνέτισον, ἀεὶ ἐργάζεσθαι.

Στρατιώτης γενναῖος, τοῦ Λυτρωτοῦ γέγονας, πίστεως τὰ ῥήματα φέρων, θείαν ὡς μάχαιραν, μάκαρ Φανούριε, Μεγαλομάρτυς Κυρίου· ὅθεν τῇ πρεσβείᾳ σου, ἡμῖν συμμάχησον.

Θεοτοκίον.
Ὁ ἐκ σοῦ ἀποῤῥήτως, σωματωθεὶς Κύριος, τῶν Χριστιανῶν σε Μητέρα, θέσει ἀνέδειξεν, ὅθεν ἀξίωσον, τῆς μητρικῆς σου προνοίας, καὶ στοργῆς Θεόνυμφε, τοὺς ἀνυμνοῦντάς σε.

Διάσωσον ἀπὸ κινδύνων καὶ πάσης κακοπραγίας, Μεγαλομάρτυς Κυρίου Φανούριε, τοὺς ἐν Ναῷ σου προστρέχοντας τῷ πανσέπτῳ.

Επίβλεψον ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Χριστοῦ τοῦ Θεοῦ, τῇ εὐδοκίᾳ ἔλαμψας, ἐκ Ῥόδου παντί, τῷ κόσμῳ ὥσπερ ἥλιος, καταυγάζων ἅπαντας, ἀγλαῒαις θαυμάτων Φανούριε, διὸ ἐν σοὶ καυχώμεθα πιστῶς, αἰτούμενοι πρέσβυν σε πρὸς Κύριον.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὑμνῳδίαις Φανούριε, ὡς Μεγαλομάρτυρα εὐφημοῦμέν σε, ἐξαιτούμενοι τὴν χάριν σου, ἐν ταῖς ἐπωδύνοις περιστάσεσι.

Χάριν αἴτει οὐράνιον, τοῖς ἀνευφημοῦσί σου τὸ μαρτύριον, δι᾿ οὗ ᾔσχυνας Φανούριε, εἰδωλομανούντων τὴν αὐθάδειαν.

Απὸ πάσης διάσωσον, θλίψεως Φανούριε τὴν Ῥοδόνησον, ἐξ ἧς ἔλαμψας ὡς ἥλιος, τῇ ἀποκαλύψει τῆς Εἰκόνος σου.

Θεοτοκίον.
Ῥῦσαι Ἄχραντε Δέσποινα, ἐκ τῶν ἐπιθέσεων τοῦ ἀλάστορος, τοὺς πιστῶς ἐξαιτουμένους σε, βοηθὸν ἐν βίῳ καὶ ὑπέρμαχον.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἲλεων ἡμῖν, τὸν Φιλάνθρωπον ἀπέργασαι, καὶ γὰρ ἔχεις παῤῥησίαν πρὸς αὐτόν, ὡς ἀθλήσας μέχρις αἵματος Φανούριε.

Νόσων χαλεπῶν, συμπαθῶς ἡμᾶς ἀπάλλαξον, προμηθείας σου φαρμάκῳ δραστικῷ, ὡς φιλάνθρωπος Φανούριε μεγάλαθλε.

Δόσεις ἀγαθάς, δωρεῶν Θεοῦ τῆς χάριτος, μὴ ἐλλίπῃς ἐξαιτούμενος ἀεί, τῶν Ῥοδίων τῷ λαῷ Μάρτυς Φανούριε.

Θεοτοκίον.
Ἲασαι Ἁγνή, τῆς ψυχῆς μου τὴν ἀσθένειαν, τῶν ἀνθρώπων γὰρ τὸν μέγα ἰατρόν, ἐξ αἱμάτων σου ἁγίων ἀπεκύησας.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Διάσωσον, πειρασμῶν Φανούριε, νοσημάτων καὶ πικρῶν ἀλγηδόνων, τοὺς καταφεύγοντας πίστει βεβαίᾳ, τῷ παναγίῳ Ναῷ σου ἑκάστοτε, ἐν ᾧ ἐκλάμπει τηλαυγῶς, ἡ δοθεῖσά σοι χάρις ὡς ἥλιος.

Ο ἔνδοξος, ἀθλητὰ Φανούριε, τοῦ Κυρίου καὶ Θεοῦ στρατιώτης, ὁ δυσμενῶν παρατάξεις νικήσας, καὶ δοξασθεὶς τῶν θαυμάτων δυνάμεσι, δεῦρο φαινόμενος ἡμῖν, συμπαθὴς εὐμενὴς καὶ παρήγορος.

Ὑπέρφωτος ὡς φωστὴρ ἀνέτειλας, ἐκ τῆς Ῥόδου τῇ Χριστοῦ Ἐκκλησίᾳ, μαρμαρυγαῖς καταυγάζων θαυμάτων, τοὺς προσιόντας σοι ὅλης ἐκ πίστεως, καὶ εὐφημοῦντάς σου λαμπρῶς, μαρτυρίου τὰ εἴδη Φανούριε.

Θεοτοκίον.
Καταύγασον τὴν ψυχήν μου Δέσποινα, σκοτισθεῖσαν ταῖς πολλαῖς ἁμαρτίαις, σὺ γὰρ ἀσπόρως συνέλαβες Κόρη, καὶ ἀπεκύησας μείνασα ἄφθορος, Χριστὸν τὸν Κύριον ἡμῶν, τὸν φωτὸς ἀϊδίου ἀπαύγασμα.

Διάσωσον ἀπὸ κινδύνων καὶ πάσης κακοπραγίας, Μεγαλομάρτυς Κυρίου Φανούριε, τοὺς ἐν Ναῷ σου προστρέχοντας τῷ πανσέπτῳ.

Ἂχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὠς Ἀθλοφόρος Χριστοῦ ἀκαθαίρετος, μεγαλομάρτυς Φανούριε ἔνδοξε, αὐτὸν ἐκτενῶς καθικέτευε, παραπτωμάτων τὴν λύσιν δωρήσασθαι, τοῖς πόθῳ καρδίας τιμῶσί σε.

Προκείμενον. Ἦχος δ΄.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεί κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχος. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.

Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. ι΄ 16).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Ἰδού, ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς. Καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. Ὅταν δὲ παραδιδῶσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τί λαλήσετε. Οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ἡμῶν, τὸ λαλοῦν ἐν ὑμῖν. Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον, καὶ πατὴρ τέκνον· καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς, καὶ θανατώσουσιν αὐτούς. Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.

Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τἀ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Φανούριε ἔνδοξε, Μεγαλομάρτυς Κυρίου, τῇ θερμῇ πρεσβείᾳ σου, πάντες καταφεύγομεν, ἐκβοῶντές σοι· πρόφθασον Ἅγιε, συμπαθῶς ἐκ πάσης, περιστάσεως λυτρούμενος, παντοίων θλίψεων, νόσων συμφορῶν καὶ κακώσεων, παθῶν ἐπαναστάσεως, καὶ ἀσθενειῶν τοὺς ἱκέτας σου, ὅτι παῤῥησίας, ἐπλούτησας τὴν χάριν πρὸς Θεόν, μαρτυρικῶς τὸν ἀρχέκακον, καταγωνισάμενος.

Σῶσον, ὁ Θεός, τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὑπερεύχου ἀπαύστως, τῶν τιμώντων σε ὕμνοις, ἐν κατανύξει ψυχῆς, σὺ γὰρ ὡς τὸν Σωτῆρα, Χριστὸν ὁμολογήσας, καὶ ἀθλήσας ὡς ἄσαρκος, ἔχεις πολλὴν παρ᾿ αὐτῷ, τὴν παῤῥησίαν Μάρτυς.

Ῥωμαλέος ἐπέστης, ἐν σταδίῳ κηρύττων, τὸν Βασιλέα Χριστόν, καὶ θάνατον ἐδέξω, ἵνα ζωὴν κερδήσῃς, τὴν ἀγήρω Φανούριε, ἣν καὶ ἐξαίτει ἡμῖν, τοῖ μακαρίζουσί σε.

Ἰερεῖς φιλοθέους, ὡς διέσωσας Μάρτυς, αἰχμαλωσίας πικρᾶς, οὕτω αἰχμαλωσίας, σαρκὸς παθῶν ἀτίμων, ἡμᾶς δεῦρο λυτρούμενος, σὲ γὰρ καλοῦμεν θερμόν, Φανούριε προστάτην.

Θεοτοκίον.
Λυπηρῶν ἀνηκέστων, τῶν ἐν βίῳ συντήρει, ἀπαρατρώτους Ἁγνή, καὶ πλήρωσον ἀῤῥήτου, χαρᾶς καὶ εὐφροσύνης, τοὺς ἐν πίστει βοῶντάς σοι· χαῖρε Παρθένε σεμνή, τοῦ κόσμου προστασία.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Λάμψον τὸ φῶς μοι, τῆς ἐν Χριστῷ σωτηρίας, τῇ φαιδρότητι τῶν θείων πρεσβειῶν σου, Φανούριε μάρτυς, Μαρτύρων ἡ ἀκρότης.

Ὠς παῤῥησίαν, πρὸς τὸν Θεὸν κεκτημένος, τὸν τοῖς ἄθλοις σου μεγάλως δοξασθέντα, Φανούριε αἴτει, ἡμῖν τὴν θείαν χάριν.

Μαρτύρων θείων, ὡς εὐκλεὴς συμπολίτης, ἡμᾶς ἔργασαι Φανούριε εὐχαῖς σου, πολίτας ἀξίους, τῆς ἄνω βασιλείας.

Θεοτοκίον.
Ἀγίων μείζων, τῷ τοκετῷ σου δειχθεῖσα, καθαγίασον ἡμῶν τὰς διανοίας, τῶν μακαριζόντων, πιστῶς σε Θεοτόκε.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ῥοαῖς τῆς χάριτός σου, ταῖς μυροσταγέσι, μεγαλομάρτυς Φανούριε ἔνδοξε, πλήρωσον πάντων καρδίας, τῶν εὐφημούντων σε.

Τυράννου τοῦ δολίου, ῥῦσαι τῆς μανίας, τοὺς καταφεύγοντας μάρτυς Φανούριε, τῇ ἀηττήτῳ δυνάμει, τῆς προστασίας σου.

Ὑμνοῦμέν σε ἀπαύστως, οἱ κατατρυφῶντες, τῶν δωρεῶν σου Φανούριε κράτιστε, ὡς τοῦ Χριστοῦ στρατιώτην, ἀκαταμάχητον.

Θεοτοκίον.
Σαρκός μου τὰς ὀδύνας, ἴασαι τελείως, καὶ τῆς ψυχῆς μου τὰ ἄλγη θεράπευσον, Θεοκυῆτορ ἐν πλούτῳ, τῆς εὐσπλαγχνίας σου.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις τῶν Μαρτύρων ἡ καλλονή, καὶ τῆς Ἐκκλησίας, θεοδώρητος χαρμονή, χαίροις Ῥοδονήσου, ὁ μέγιστος προστάτης, τῆς ὑπερκαυχωμένη, ἐν σοὶ Φανούριε.

Τὸν Μεγαλομάρτυρα τοῦ Χριστοῦ, Φανούριον πάντες, εὐφημήσωμεν οἱ πιστοί, ὅτι προμηθείᾳ, τοῦ κρείττονος ἐδόθη, ἡμῖν ἐν τοῖς κινδύνοις, ῥύστης καὶ πρόμαχος.

Μέγας ἐν τοῖς ἄθλοις ἀναδειχθείς, χάριτος μεγίστης, ἠξιώθης ἐν οὐρανοῖς, ἧς τὰς διαδόσεις, Φανούριε πολύτλα, πρυτάνευε πλουσίως, τοῖς εὐφημοῦσί σε.

Ῥόδος ἡ περίφημος ἐπὶ σοί, Φανούριε χαίρει, καὶ τιμᾷ σε χαρμονικῶς, ὅτι τὸν Ναόν σου, κατέχει ἰατρεῖον, καὶ σὲ ἐν προστασίαις, Μάρτυς ταχύτατον.

Δεῦρο φανερούμενος συμπαθῶς, μέγας ἀντιλήπτωρ, τοῖς προσπίπτουσι εὐλαβῶς, Φανούριε μάρτυς, τῇ θείᾳ σου Εἰκόνι, καὶ μέλποντας τὰ ἄθλα, τοῦ μαρτυρίου σου.

Φύλαττε τὴν Ῥόδον ἐκ πειρασμῶν, ἐξ ἧς καὶ ἐγνώσθης, Ἐκκλησίᾳ τῇ τοῦ Χριστοῦ, τῇ ἀποκαλύψει, τῆς θείας σου Εἰκόνος, Φανούριε Μαρτύρων, τὸ ἐγκαλλώπισμα.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν το ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε τῇ Εἰκόνι ἀδελφοί, τοῦ θαυματουργοῦ Ἀθλοφόρου, ἐν κατανύξει ψυχῆς, ἅπαντες προσπέσωμεν, καὶ ἐκβοήσωμεν· θεομάκαρ Φανούριε, Μαρτύρων τὸ κλέος, τῶν Ῥοδίων καύχημα, καὶ ἀγαλλίαμα, δίδου τοῖς προστρέχουσι πόθῳ, τῷ χαριτοβρύτῳ ναῷ σου, τὰ τῆς προστασίας σου γνωρίσματα.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Τῷ Ἐπισκόπῳ τῆς νήσου σου Κυρίλλῳ,
Δεῦρο συνεργῶν Φανούριε εὐχαῖς σου.

Xαιρετισμοί εις τον Άγιον Μεγαλομάρτυρα και Θαυματουργόν Φανούριον

Εγκώμια εις τον Άγιον Μεγαλομάρτυρα Φανούριον τον Θαυματουργόν

Ευχή εις τον Άγιο Μεγαλομάρτυρα Φανούριο

Πηγή