Παρακλητικός Κανών εις τον Άγιο Φιλόθεο ο Κόκκινος Πατριάρχη Κωσταντινουπόλεως

Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

†Εορτάζεται στις 11 Οκτωβρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ παρόντα τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς Ἱεράρχης καὶ Ποιμὴν θεοφόρος, μὴ διαλίπῃς ἐκτενῶς ἱκετεύειν, ὑπὲρ ἡμῶν Φιλόθεε μακάριε· ὅπως λυτρωθείημεν, πειρασμῶν καὶ κινδύνων, καὶ παντοίων θλίψεων, καὶ πικρῶν ἀλγηδόνων, καὶ ἐν εἰρήνῃ ζήσαντες ἐν γῇ, τῆς οὐρανίου χαρᾶς μετασχοίημεν.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Φιλίας με, ῥῦσαι παθῶν, Πάτερ. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Φωτὶ τῶν ἁγίων σου πρεσβειῶν, παθῶν μου τὸ σκότος, διασκέδασον ὁλικῶς, Φιλόθεε πάτερ Ἱεράρχα, ἵνα ὑμνῶ τὴν θερμὴν προστασίαν σου.

Ἰάτρευσον Πάτερ ὡς συμπαθής, ψυχῆς μου τὴν νόσον, τῇ θερμῇ σου ἐπισκοπῇ, καὶ αἴτει πταισμάτων μοι τὴν λύσιν, παρὰ Χριστοῦ θεοῤῥῆμον Φιλόθεε.

Λαμπόμενοι θείαις μαρμαρυγαῖς, Τριάδος τῆς θείας, πᾶσιν αἴτει τὸν φωτισμόν, τοῖς πίστει καὶ πόθῳ προσιοῦσι, τῇ φωταυγεῖ σου πρεσβείᾳ Φιλόθεε.

Θεοτοκίον.
Ἰσχύν μοι παράσχου Μῆτερ Θεοῦ, ὡς ἂν κατισχύσω, τῆς κακίας τοῦ δυσμενοῦς, καὶ φῶς μοι παράσχου τῇ καρδίᾳ, ἐσκοτισμένῃ παθῶν ἀμαυρότητι.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἀνωτέρους συντήρει πάσης φθορᾶς Ὅσιε, καὶ τῶν πονηρῶν βουλευμάτων τοῦ πολεμήτορος, τοὺς καταφευγόντας, τῇ σῇ θερμῇ προστασίᾳ, καὶ ὡς Θεοῦ φίλον σε, Πάτερ γεραίροντας.

Σωτηρίαν ἐξαίτει παρὰ Χριστοῦ Ὅσιε, τὴν κατὰ ψυχήν τε καὶ σῶμα, ἡμῖν δεόμεθα, καὶ τῶν βελῶν τοῦ ἐχθροῦ, φύλαττε πάντας ἀτρώτους, τοὺς σὲ μακαρίζοντας, πάτερ Φιλόθεε.

Μολυσμῶν ἡμῶν ῥύου τῶν ψυχικῶν Ἅγιε, καὶ σωματικῶν νοσημάτων πάντας ἀπάλλαττε, ταῖς ἱκεσίαις σου, τοὺς ὡς θεράποντα θεῖον, πόθῳ μακαρίζοντας, πάτερ Φιλόθεε.

Θεοτοκίον.
Ἐξ ἁγνῶν σου λαγόνων ὑπερφυῶς ἔλαμψε, τῆς δικαιοσύνης Παρθένε ὁ μέγας Ἥλιος, ὕλης παχύτητι, οὗ ταῖς ἀύλοις ἀκτῖσι, τὴν ψυχήν μου λάμπρυνον, μόνη Πανύμνητε.

Διάσωσον, ταῖς σαῖς πρεσβείαις Φιλόθεε ἱεράρχα, πάσης βλάβης καὶ πολυτρόπων κακώσεων, τοὺς τὴν θερμήν σου ἀντίληψιν ἐκζητοῦντας.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβεύειν ἀεὶ Χριστῷ τῷ Πανοικτίρμονι, μὴ παύσῃ σοφέ, ὑπὲρ ἡμῶν δεόμεθα, ὡς ἂν πάσης ῥυώμεθα, συμφορᾶς καὶ ἀνάγκης Φιλόθεε, καὶ τῆς μελλούσης δόξης καὶ χαρᾶς, μετάσχωμεν μετὰ τέλος Ἅγιε.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ῥάβδῳ πάτερ Φιλόθεε, τῆς σῆς προστασίας ἡμᾶς ὁδήγησον, πρὸς τὴν τρίβον τὴν σωτήριον, οἷα ποιμενάρχης ἡμῶν ἔνθεος.

Ὕδωρ Πάτερ ἐπόμβρησον, θείας εὐφροσύνης τε καὶ ἀφέσεως, ταῖς πρὸς Κύριον πρεσβείαις σου, τοῖς εἰλικρινῶς σε μακαρίζουσι.

Σοφιστείας ἀπάλλαξον, καὶ δεινῆς μανίας πάτερ Φιλόθεε, τοῦ δολίου πολεμήτορος, τοὺς τῇ σῇ πρεσβείᾳ καταφεύγοντας.

Θεοτοκίον.
Ἀειπάρθενε Δέσποινα, ἡ τὸν Θεὸν Λόγον ἡμῖν κυήσασα, τῆς παθῶν ἐπικρατείας με, τῇ σῇ προστασίᾳ ἀπολύτρωσαι.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἴδε συμπαθῶς, τῆς ψυχῆς μου τὴν ἀσθένειαν, καὶ παράσχου μοι Φιλόθεε σοφέ, τὴν κατ’ ἄμφω εὐρωστίαν ἱκετεύω σε.

Πλήρης φωτισμοῦ, ὢν Φιλόθεε μακάριε, τοὺς τυφλώττοντας ψυχῆς μου ὀφθαλμούς, καταφώτισον φωτὶ τῆς προστασίας σου.

Ἄνωθεν ἡμᾶς, ἐποπτεύοις Πάτερ ἵλεως, ἀπαλλάττων χαλεπῶν ἐπιβουλῶν, καὶ παρέχων τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

Θεοτοκίον.
Θραῦσον τὰ πικρά, τοῦ βελίαρ μηχανήματα, ἃ τεκταίνει Θεοτόκε καθ’ ἡμῶν, καὶ παράσχου τὴν εἰρήνην τῇ ζωῇ ἡμῶν.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ὡς μέγιστος, Ἱεράρχης καὶ θεῖος, καὶ Ἀγγέλων συμπολίτης Ἁγίων, μεγάλων πόνων καὶ θλίψεων ῥῦσαι, ἀρχιεράρχα Φιλόθεε ἅγιε, ταῖς πρὸς Θεόν σου προσευχαῖς, τοὺς προστρέχοντας πίστει τῇ σκέπῃ σου.

Ναμάτων, πεληρωμένος ἀύλων, ἐκ πηγῶν τοῦ σωτηρίου θεόφρον, βλῦσον ἡμῖν, γλυκασμὸν σωτηρίας, καὶ τῶν παθῶν τὴν πικρίαν κατάκλυσον, Φιλόθεε πάτερ σοφέ, ὡς ἡμῶν πρεσβευτὴς πρὸς τὸν Κύριον.

Ποικίλων, πειρατηρίοις ἀτρώτους, καὶ σκανδάλων χαλεπῶν τῶν ἐν βίῳ, καὶ κακοτρόπων ἀνθρώπων κακίας, ἡμᾶς ἀεὶ ἀσινεῖς διαφύλαττε, τῇ σῇ θερμῇ ἐπισκοπῇ, ὥσπερ φίλος Θεοῦ ἐνθεώτατος.

Θεοτοκίον.
Ἁγίων, ἁγιωτέρα ἁπάντων, ἀσυγκρίτως Θεοτόκε ὑπάρχεις, ὡς τὸν πανάγιον Λόγον τεκοῦσα, τὸν ἐκ τῆς πλάνης ἡμᾶς λυτρωσάμενον· διὸ ἁγίασον κἀμέ, ἐναγῆ ὄντα Κόρη τοῖς πάθεσι.

Διάσωσον, ταῖς σαῖς πρεσβείαις Φιλόθεε ἱεράρχα, πάσης βλάβης καὶ πολυτρόπων κακώσεων, τοὺς τὴν θερμήν σου ἀντίληψιν ἐκζητοῦντας.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὡς Ἱεράρχης καὶ μύστης τῆς χάριτος, καὶ Ἐκκλησίας προστάτης καὶ πρόβολος, ἀπαύστως δυσώπει Φιλόθεε, πάσης ἀνάγκης καὶ θλίψεως ῥύεσθαι, τοὺς σπεύδοντας Πάτερ τῇ σκέπῃ σου.

Προκείμενον.
Οἱ Ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσονται.
Στίχος. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Ἰωάννην
(Κεφ. ι΄ 1-9).
Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς Αὐτὸν Ἰουδαίους· ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ ληστής· ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας, ποιμήν ἐστι τῶν προβάτων. Τούτῳ ὁ θυρωρὸς ἀνοίγει καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει καὶ τὰ ἴδια πρόβατα καλεῖ κατ᾿ ὄνομα καὶ ἐξάγει αὐτά. Καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ· ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ᾿ αὐτοῦ, ὅτι οὐκ οἵδασι τῶν ἀλλοτρίων τὴν φωνήν. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἧν ἃ ἐλάλει αὐτοῖς. Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς· ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. Πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται εἰσὶ καί λησταί, ἀλλ᾿ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. Ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει.

Δόξα.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Θρόνῳ παριστάμενος, τοῦ Βασιλέως τῆς δόξης, καὶ φωτὶ λαμπόμενος, τῷ ὑπὲρ κατάληψιν ἱερώτατε, πειρασμῶν κόπασον, τὸν πικρὸν χειμῶνα, καὶ τὸ ἔαρ τῆς χρηστότητος, τῆς θείας ἅπασι, καὶ τῆς εὐφροσύνης ἀνάτειλον, θερμαῖς σου παρακλήσεσι, πρὸς Χριστὸν τὸν μόνον φιλάνθρωπον, πάτερ ἱεράρχα, Φιλόθεε θεράπον τοῦ Χριστοῦ, καὶ θείῳ φόβῳ στοιχείωσον, τοὺς σὲ μακαρίζοντας.

Σῶσον ὸ Θεός, τὸν λαό σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τὴν λαμπρότητα Πάτερ, καθορῶν τοῦ Κυρίου καὶ τὴν τερπνότητα, κατὰ Δαβὶδ τὸν θεῖον, παθῶν ἐπικρατείας, τοὺς βοῶντας ἐκλύτρωσαι· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Εὐφροσύνης τῆς θείας, τὰς ψυχὰς ἡμῶν πλῆσον πάτερ Φιλόθεε, καὶ πάσης ἀθυμίας, καὶ λύπης καὶ κακίας, τοὺς βοῶντας ἀπάλλαττε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ῥυπωθεὶς τὴν καρδίαν, ταῖς πολλαῖς ἁμαρτίαις πάτερ Φιλόθεε, προστρέχων σοι κραυγάζω· καθάρισόν με πάσης, ψυχικῆς ῥυπαρότητος, ῥείθροις τῶν σῶν προσευχῶν, σοφὲ ἱερομύστα.

Θεοτοκίον.
Γνόφῳ πάσης ἀπάτης καὶ διενῆς ἐμπαθείας Ἁγνὴ προσέπεσον· σὺ οὖν τῇ φωταυγεῖ σου, Παρθένε προμηθείᾳ, τούτου τάχος με λύτρωσαι, καὶ ἴθυνόν με πρὸς φῶς, γνησίας μετανοίας.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἐν τρίβοις Πάτερ, τῶν ἐντολῶν τοῦ Κυρίου, ἐνδυνάμωσον βαδίζειν θεοφρόνως, τοὺς ὑπερυψοῦντας, Χριστὸν εἰς τοὺς αἰῶνας.

Ῥῦσαι ἐκ πάσης, κακοπραγίας ἐν βίῳ, καὶ δεινότητος ἐπερχομένων πόνων, πάτερ Ἱεράρχα, τοὺς σὲ ἀνευφημοῦντας.

Ἁγίων δήμοις, συνὼν Φιλόθεε πάτερ, καθικέτευε ῥύεσθαι πάσης βλάβης, τοὺς ὑπερυψοῦντας, Χριστὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.
Σῶσόν με Κόρη, τῆς τοῦ ἐχθροῦ δυναστείας, καὶ παράσχου μοι μετάνοιαν γνησίαν, ἵνα σε δοξάζω, τὴν Κεχαριτωμένην.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰλύος ἁμαρτίας, κάθαρον τὸν νοῦν μου, πρεσβευτικαῖς σου ἀρδείαις Φιλόθεε, καὶ φωτισμοῦ οὐρανίου με καταξίωσον.

Μεγίστης εὐκληρίας, κατηξιωμένος, ἀρχιεράρχα Κυρίου Φιλόθεε, ἐκ γεηρῶν φρονημάτων ἡμᾶς ἀπάλλαξον.

Ὁ θεῖος ἱεράρχης, Φιλόθεε πάτερ, τῆς γεηρᾶς με φιλίας ἀπάλλαξον, καὶ τὰ Θεῷ φίλα πράττειν με ἐνδυνάμωσον.

Θεοτοκίον.
Ὑψίστου χαῖρε θρόνε, Κεχαριτωμένη· χαῖρε ἡμῶν προστασία καὶ ἔφορος· χαῖρε Παρθένε Κυρίου, Μῆτερ ἀνύμφευτε.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τῆς Θεσσαλονίκης θεῖος βλαστός, ὤφθης Ἱεράρχα, καὶ Ὁσίων συγκοινωνός, καὶ τοῦ Βυζαντίου, ποιμὴν ὡς φωτὸς πλήρης, Φιλόθεε παμμάκαρ· διὸ ὑμνοῦμέν σε.

Ἔλαμψας ἐν Ἄθῳ ἀσκητικῶς, καὶ τοῦ Παρακλήτου, ἀνεδείχθης σκεῦος λαμπρόν, καὶ Ἀρχιερέων, Φιλόθεε λαμπρότης, διὸ τῆς οὐρανίου, δόξης ἠξίωσαι.

Κωνσταντινουπόλεως ὁ Ποιμήν, καὶ φίλος Κυρίου, καὶ θεράπων ὁ εὐκλεής, ὕμνοις εὐφημείσθω, Φιλόθεος ὁ θεῖος, οἷα θερμὸς μεσίτης, ἡμῶν πρὸς Κύριον.

Τῶν ὀρθῶν δογμάτων ὑφηγητής, Φιλόθεε πέλων, ὡς τῆς χάριτος θησαυρός, τῶν αἱρετιζόντων καθεῖλες τὰς ἐπάρσεις, καὶ ὤφθης Ἐκκλησίας, θεῖος διδάσκαλος.

Σὺν τῷ Γρηγορίῳ τῷ ἱερῷ, οὗ μύστης ὡράθης, καὶ οἰκεῖος καὶ συνεργός, δυσώπει ἀπαύστως, Φιλόθεε τρισμάκαρ, διδόναι ἡμῖν λύσιν, τῶν παραπτώσεων.

Πάσης ἀθυμίας καὶ προσβολῆς, τοῦ δεινοῦ βελίαρ, ἀνωτέρους τήρει ἀεί, ταῖς σαῖς ἱκεσίαις, Φιλόθεε θεόφρον, τοὺς πόθῳ προσιόντας, τῇ προστασίᾳ σου.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Φίλος, φερωνύμως τοῦ Θεοῦ, ὡς θεοειδὴς Ἱεράρχης, πέλων Φιλόθεε, πρέσβευε ἑκάστοτε, τῷ Πανοικτίρμονι, πάσης βλάβης καὶ θλίψεως, καὶ πάσης ἀνάγκης, ῥύεσθαι δεόμεθα, τοὺς σὲ γεραίροντας· λύσιν δὲ πταισμάτων διδόναι, καὶ φωτὸς ἀκτῖνα θεόθεν, πᾶσι τοῖς προστρέχουσι τῇ σκέπῃ σου.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.