Παρακλητικός Κανών εις τον Άγιο Μάρτυρα Γεώργιο ο Χιοπολίτης
Ποίημα Αθανασίου Ιερομονάχου Σιμωνοπετρίτου
†Εορτάζει στις 26 Νοεμβρίου
Εὐλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
καὶ τὰ Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἀπατηθεὶς ἐκ νηπιότητος, μάρτυς, τὴν ἀπατήσασαν ἐπάτησας πλάνην, καὶ μαρτυρίου εἴληφας τὸ στέφος λαμπρόν, ὅθεν τοὺς τιμῶντάς σε, ἐκ παγίδων τοῦ πλάνου, πάντοτε διάσῳζε, καὶ αἰτήσεις ἐκπλήρου, τῷ ἀγαθῷ πρεσβεύων Ἰησοῦ, τῆς Χίου δόξα, Γεώργιε ἔνδοξε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμέν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Εἶτα ὁ Ν’ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Καὶ ὁ κανών, οὗ ἡ ἀκροστιχίς·
Γεώργιε νεομάρτυς, πρέσβευε ὑπὲρ ἡμῶν. Ἀ(θανάσιος).
ᾨδὴ α΄. Ἦχος πλ.δ΄. Ὑγρὰν διοδεύσας.
Γεώργιε ἔνδοξε ἀθλητά, τῶν νέων μαρτύρων, συγκαρπία χριστοφιλής, τῶν σοὶ προσπιπτόντων τὰς αἰτήσεις, τῇ χάριτί σου ἐκπλήρου ὡς τάχιστα.
Εἱλκύσθης πρὸς πλάνην, χρισταθλητά, ἐκ φόβου ἀλόγου, καὶ συμπτώματος τοῦ ἐχθροῦ, οὗ ῥῦσαι παγίδων πολυπλόκων, τοὺς σὲ τιμῶντας, Γεώργιε ἔνδοξε.
Ὡς ξίφος διῆλθε τὴν σὴν ψυχήν, ἡ αἴσθησις, Μάρτυς, τῆς ἀλόγου συναρπαγῆς, διὸ μετανοίᾳ κατεφλέχθης, ἣν τοῖς πιστοῖς δίδου δῶρον ἰσόβιον.
Θεοτοκίον.
Ῥοῦν ἔστησας πλάνης τῆς κοσμικῆς, τὸ γένος ἀνθρώπων, ῥυσαμένη ἐκ τῆς φθορᾶς, τεκοῦσα, Παρθένε, τὸν Σωτῆρα, Ὃν τοῖς τιμῶσί σε δεῖξον εὐΐλατον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Γρηγορῶν ἀπεβάλου, τὸ ἀσεβὲς ἔνδυμα, καὶ τὴν ἀγαρώνυμον κλῆσιν, μάρτυς Γεώργιε· ὅθεν ἀξίωσον, κἀμὲ ἀεὶ ἀποβάλλειν, ἁμαρτίας ἔνδυμα, τὸ σατανόπλεκτον.
Ἴθυνόν μου τὸν βίον, πρὸς τὸ Χριστοῦ θέλημα, ὥσπερ ἴθυνάς σου τὸν δρόμον, πρὸς τὴν μετάνοιαν, καὶ ἔχειν πάντοτε,
τῆς συνειδήσεως, Μάρτυς, ζῶντα τὸν σωτήριον ἔλεγχον ἔνδοθεν.
Ἐκ τῆς γῆς τῆς πατρῴας, μεταναστάς, Ἅγιε, εὗρες Κυδωνίας τὴν πόλιν, πρὸς ἐπανόρθωσιν, πταίσματος πτώσεως, διὸ κἀμὲ ἀξιώσαις, ἔχειν ἀκατάπαυστον, πόθον σωτήριον.
Θεοτοκίον.
Νικητὰς διαβόλου, τοὺς ἀθλητὰς ἔδειξας, Πάναγνε, θερμαῖς σου πρεσβείαις, τούτους ῥωννύουσα· ὅθεν σου δέομαι, τὴν ὥσπερ φύλλον ψυχήν μου, κλονουμένην στήριξον, καὶ ἐνδυνάμωσον.
Διάσωσον, τοὺς σὲ τιμῶντας, Γεώργιε νεομάρτυς, ἀπὸ πάσης ἐπιβουλῆς ἐχθροῦ πολεμήτορος, καὶ ἴασαι, τῶν ψυχῶν καὶ σωμάτων τὰς νόσους.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἲτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Τὴν πλάνην σοφῶς, πατήσας, γενναιότατε, αἱμάτων ῥοαῖς, ἀπέπνιξας διάβολον, καὶ λαβὼν τὸν στέφανον, τῆς ἀθλήσεως, ὦ Γεώργιε, πρεσβεύεις Κυρίῳ θερμῶς, ὑπὲρ πιστῶν γεραιρόντων σε.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Ἐλευθέρωσον, Ἅγιε, ὅσοι ὑπὸ πλήθους παθῶν δεσμεύονται, καὶ ὑγίειαν δὸς τοῖς πάσχουσιν, ἐξ ἀσθενειῶν ψυχῆς καὶ σώματος.
Οἱ κυκλούμενοι πάντοθεν, ὑπὸ περιστάσεων βίου, Ἅγιε, σὴν βοήθειαν αἰτούμεθα, ὅπως ὑπερβῶμεν ταύτας τάχιστα.
Μὴ ἑάσῃς, Γεώργιε, νῆσόν σου γενέθλιον ἀπροστάτευτον, ἀλλὰ χεῖρας ἀεὶ ὕψωσον, ὑπὲρ ταύτης πρὸς τὸν Πολυέλεον.
Θεοτοκίον.
Ἀπογνόντες ἐκ θλίψεων, πρὸς σὲ καταφεύγομεν, Παναμώμητε, ἐξαιτούμενοι τὴν χάριν σου, ἥν περ δίδου πᾶσιν ὡς φιλότεκνος.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ῥῦσαι Πιτυός, τὸ γεννῆσάν σε, Γεώργιε, ἐκ τῶν σκανδάλων πολεμήτορος ἐχθροῦ, ἐνισχύων, οὐρανόθεν συγχωρίους σου.
Τῶν ἁμαρτιῶν, τὸ χειρόγραφον διάῤῥηξον, τῶν προσφευγόντων σοι, Γεώργιε, καὶ ἀξίους, Παραδείσου δεῖξον ἅπαντας.
Ὑπὲρ τοῦ Χριστοῦ, χύσας αἷμά σου, Γεώργιε, ἔχεις πολλὴν τὴν παῤῥησίαν πρὸς Αὐτόν, ὅθεν αἴτει, σωτηρίαν τῶν τιμώντων σε.
Θεοτοκίον.
Σῶμα προσλαβών, ἐκ σαρκὸς τῆς παναγίας σου, ὁ κόσμου Κτίστης, Παναμώμητε Ἁγνή, τῶν πιστευόντων, σὲ ἀνέδειξε μεσίτριαν.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Προστάτην σε, οἱ πιστοὶ κατέχοντες, ὦ Γεώργιε κλεινὲ νεομάρτυς, ἱκετικῶς, προσκυνοῦμεν μορφήν σου, καὶ ἐκζητοῦμεν τὴν θείαν πρεσβείαν σου, ἵνα τὸν βίον ἐφεξῆς, μετανοίᾳ καλῶς περαιώσωμεν.
Ῥωννύμεθα, σὸν σεπτὸν μαρτύριον, μελετῶντες, ὦ Γεώργιε θεῖε, καὶ ἐκ ψυχῆς, ἱκετεύομεν δίδου, ἡμῖν πολλὴν τὴν ἐξ ὕψους βοήθειαν, ὅπως ἐν ὥρᾳ πειρασμῶν, τὰ πυρὰ τοῦ ἐχθροῦ ὑπομείνωμεν.
Ἐνέκρωσας, ἡδονὰς τοῦ σώματος, καὶ ἐσταύρωσας σαὐτὸν τῷ Δεσπότῃ, ὅθεν οὐδέν, ἠδυνήθη χωρίσαι, αὐτοῦ ἀγάπης, Γεώργιε ἔνδοξε, διὸ παράσχου καὶ ἡμῖν, ταύτην δῶρον ἐν βίῳ ἀμείωτον.
Θεοτοκίον
Σύ, Ἄχραντε, τῶν πιστῶν δεδώρησαι, καταφύγιον ἐν πάσῃ ἀνάγκῃ, καὶ μητρικῶς, ὑπανοίγεις τὰ ὦτα, προσδεχομένη αἰτήσεις τῶν δούλων σου, διὸ προσδέχου καὶ ἡμῶν, ἐκ βαθέων δεήσεις, Πανύμνητε.
Διάσωσον, τοὺς σὲ τιμῶντας, Γεώργιε νεομάρτυς, ἀπὸ πάσης ἐπιβουλῆς ἐχθροῦ πολεμήτορος, καὶ ἴασαι, τῶν ψυχῶν καὶ σωμάτων τὰς νόσους.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἲτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Πιτυὸς ἡ πατρίς σου εὐφραίνεται, καὶ ἡ νῆσος τῆς Χίου ἀγάλλεται, σὲ κεκτημέναι πρέσβυν πρὸς Χριστόν, διὸ πάντοτε αὐτῶν, τὰς ἱκεσίας εὐμενῶς, τῷ Δεσπότῃ προσάγαγε, ἵνα διδῷ τὴν χάριν, πᾶσι τοῖς αἰτουμένοις, καὶ σὲ τιμῶσιν εὐλαβῶς,
Νεομάρτυς Γεώργιε.
Προκείμενον.
Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχος. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ
Ευαγγέλιον, Ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. κα΄, 12-19).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· προσέχετε ἀπὸ τῶν ἀνθρώπων· ἐπιβαλοῦσιν ἐφ᾽ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσιν, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου.•Ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν ἐν ταῖς καρδίαις ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντιστῆναι ἢ ἀντειπεῖν πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων, καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου. Καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται. Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.
Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Νεομάρτυς ἔνδοξε, τοῦ Πιτυοῦς σεπτὸν θρέμμα, καὶ τῆς Χίου καύχημα, ἀθλητὰ Γεώργιε, δέξαι δέησιν, ἣν θερμῶς προσφέρομεν, καὶ θερμῶς βοῶμεν· σῶσον βίου περιστάσεων καὶ νόσους ἴασαι, τὰς κατατρυχούσας τοὺς δούλους σου, μετάνοιάν τε χάρισαι, τοῖς πολλοῖς κειμένοις ἐν πταίσμασιν, ἐν δὲ τῇ ἐσχάτῃ, ἡμέρᾳ θείας δίκης ἐξελοῦ, τοὺς σὲ τιμῶντας κολάσεως, καὶ Κυρίῳ σύναψον.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Βεβαρυμένοι σφόδρα, ὑπὸ τῶν ποικίλων, τοῦ βίου θλίψεων, θερμῶς ἀναβοῶμεν, ταύτας ἔπαρον τάχει, νεομάρτυς Γεώργιε, καὶ τὴν χαρὰν τοῦ Χριστοῦ, ἐμφύτευσον καρδίαις.
Ἐν ὥρᾳ τῆς ἀνάγκης, καὶ ἐν ἀσθενείαις, ἐλθέ, Γεώργιε, ἡμῖν συμπαραστάτης, μήποτε ἐκλυθῶμεν, καὶ Κυρίῳ γογγύσωμεν, ἀλλ’εὐχαρίστοις φωναῖς, δίδου Αὐτὸν δοξάζειν.
Ὑπόταξον τὰ πάθη, Πνεύματος τῷ νόμῳ, μάκαρ Γεώργιε, καὶ τὴν ἐλευθερίαν, τοῦ Χριστοῦ παράσχου, τοῖς αἰτοῦσιν ἐκ πίστεως, ὅπως τῆς δόξης Αὐτοῦ, συμμέτοχοι ὀφθῶμεν.
Θεοτοκίον
Ἐν ὥρᾳ τῇ ἐσχάτῃ, πρέσβις χριστωνύμων, φάνηθι, Δέσποινα, καὶ τὴν ὀργήν Κυρίου, πρόφθασον καὶ παῦσαι, κρεμαμένην τοῖς δούλοις σου, καὶ σωτηρίας ἡμᾶς, ἀξίωσον εὐχαῖς σου.
ᾨδὴ η΄. Τὸν βασιλέα.
Ὑπὲρ τῆς Χίου, καθικέτευε Μάρτυς, καὶ τῆς χώρας τῆς σὲ ἐκβλαστησάσης, ἵνα τοῦ Κυρίου, ἡ χάρις ταύτας σκέπῃ.
Πύρωσον, Μάρτυς, τῶν ὑμνητῶν σου καρδίας, τῇ ἀγάπῃ ᾗ σὺ κατεπυρώθης, καὶ σατὰν καθεῖλες, ὑποσκελίσαντά σε.
Ἐν τῷ νυμφῶνι, τῆς Βασιλείας Κυρίου, ὦ Γεώργιε, δίδου ἡμῖν θέσιν, ὁ φθαρτοῦ νυμφῶνος, τὰς ἡδονὰς πατήσας.
Θεοτοκίον.
Ῥερυπωμένους, ἁμαρτήμασι βίου, ἀποκάθαρον, Δέσποινα, εὐχαῖς σου, καὶ κεκαθαρμένους, ἡμᾶς δεῖξον Κυρίῳ.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἡτοίμασταί σοι τόπος, ἐν τῇ Βασιλείᾳ, τοῦ Ἰησοῦ, νεομάρτυς Γεώργιε, ἧς καὶ ἡμᾶς ἀξιώσαις, ταῖς ἱκεσίαις σου.
Μεγάλην παῤῥησίαν, ἔχων πρὸς Σωτῆρα, ὑπὲρ Οὗ αἷμά σου δέδωκας, Ἅγιε, ὑπὲρ τῶν σὲ γεραιρόντων, πάντοτε πρέσβευε.
Ὡς αἵματι ἀθλήσας, καὶ στεφθεὶς ἐνδόξως, τὴν χάριν δίδου, Γεώργιε ἅγιε, τοῖς συνειδήσει ἀθλοῦσι, διὰ τὸν Κύριον.
Νοσοῦντας ἐκ καρκίνων, καὶ ἐξηρτημένους, ἐξ οὐσιῶν ψυχοφθόρων θεράπευσον, καὶ τὴν χαρὰν θλιβομένοις, δίδου, Γεώργιε.
Θεοτοκίον
Αἰτήματα ἐκπλήρου, Δέσποινα Παρθένε, τῶν εὐλαβῶν τὸν Χριστὸν ἱκετεύουσα, σὺν Γεωργίῳ τῆς Χίου, τὸ θεῖον βλάστημα.
Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα μεγαλυνάρια,
Χαίροις νεομάρτυς τοῦ Ἰησοῦ, Γεώργιε μάκαρ, θεῖον βλάστημα Πιτυοῦς, καὶ τῆς νήσου Χίου, ὁ ἔνθερμος προστάτης, πάντων δὲ Ὀρθοδόξων, χαρὰ καὶ καύχημα.
Τὸν πτερνίσαντά σε ἀπατηλῶς, διὰ μετανοίας, ἐξενεύρισας ἀληθῶς, καὶ ἐν Κυδωνίαις, τὸ αἷμά σου ἐκχύσας, Γεώργιε τρισμάκαρ, τοῦτον ἀπέπνιξας.
Τοὺς δοξάζοντάς σε ἀπὸ ψυχῆς, καὶ ἐξαιτουμένους, τὰς πρεσβείας σου πρὸς Θεόν, φύλαττε ἀτρώτους, ἐκ πάσης ἀσθενείας, ψυχῶν τε καὶ σωμάτων, θεῖε Γεώργιε.
Σκέπε σὴν γενέτειραν ἀσινῆ, καὶ τοὺς συγχωρίους, ἐνδυνάμωσον σαῖς εὐχαῖς, ὅπως τοῦ βελίαρ, τὰ σκάνδαλα νικῶντες, φανῶσι Βασιλείας, τέκνα, Γεώργιε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου,
ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς
Ἦχος β.΄ Ὅτε ἐκ τοῦ ξύλου σε.
Δέχου, νεομάρτυς τοῦ Χριστοῦ, τὰς αἰτήσεις τῶν προσπιπτόντων, τῇ σῇ εἰκόνι θερμῶς, καὶ νόσων ἀπάλλαξον, τῶν τυραννούντων ἡμᾶς, διαβόλου τὰ σκάνδαλα, διάλυε τάχει, καὶ τῆς πλάνης φύλαττε, τῆς χωριζούσης Θεοῦ· Πάντας δὲ τῆς ἄνω Πατρίδος, δεῖξον συμπολίτας εὐχαῖς σου, Χίου ἐγκαλλώπισμα, Γεώργιε.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.
Στίχοι·
Βεβαίαν γεώργησον τὴν σωτηρίαν,
τοῖς σέ, Γεώργιε, πιστῶς ἀνυμνοῦσι.