Παρακλητικός Κανών εις τον Άγιο Γερμανό Πατριάρχη Κωσταντινουπόλεως
Ποίημα μοναχής Θεοτέκνης
†Εορτάζεται στις 12 Μαΐου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὸ τροπάριον·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Πατριαρχῶν τῆς Νέας Ῥώμης τὸ εὖχος, ὁμολογίας τῶν δογμάτων τε στῦλον, θεολογίας σάλπιγγα καὶ μύστην λαμπρόν, δεῦτε ἱκετεύσωμεν, Γερμανὸν θεοφόρον, μάρτυρα τῆς πίστεως, καὶ γλυκὺν ὑμνηπόλον· καὶ γὰρ πλουσίας δόξης ἐκ Θεοῦ, νῦν ἀπολαύει, τῷ θρόνῳ τῆς Χάριτος.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Γερμανοῦ ἀκαμψίαν γεραίρω Ἱεράρχου. Θ(εοτέκνη).
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Γερμανὲ παράσχου μοι φωτισμόν, ὁ ὑπερμαχήσας, τῶν δογμάτων τῶν θεϊκῶν, καὶ χάριν μοι δίδου τοῦ ὑμνῆσαι, σῆς βιοτῆς τὰ βραβεῖα τὰ ἔνθεα.
Ἐνδόξων ἀρχόντων καὶ εὐλαβῶν, ἀντάξιος γόνος, παλατίου φθόνον πικρόν, ἐγνώρισας θεῖε Ἱεράρχα, ἀλλ’ ᾑρετίσω τὸν βίον τὸν κρείττονα.
Ῥυσθεὶς ματαιότητος κοσμικῆς, Γερμανὲ κατέστης, ἐντρυφέστατος τῆς Γραφῆς, καὶ γέγονας μύστης τῶν ἀῤῥήτων, καὶ Νέας Ῥώμης ποιμὴν πολυτάλαντος.
Θεοτοκίον.
Μαριὰμ Ἀγγέλων ἡ χαρμονή, ἡ πεποικιλμένη, θείᾳ αἴγλῃ βασιλικῇ, λάμπρυνον χιτῶνα τῆς ψυχῆς μου, ἵνα νυμφῶνι εἰσέλθω Σῆς χάριτος.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἀμετάτρεπτον γνώμην Πάτερ σοφὲ ἔδειξας, λόγου τε δεινότητι θείᾳ ἐνεγκωμίασας, τὰς ἑορτὰς τοῦ Χριστοῦ, καὶ τῶν Ὁσίων τοὺς βίους, οἷς στοιχεῖν μακάριε, πάντας ἀξίωσον.
Νουνεχῶς ἐξανέστης ὦ Γερμανὲ πάνσεπτε, Λέοντι δεινῷ τῷ Ἰσαύρῳ, φαύλῳ προστάγματι, ἐπιχειρήσαντι, τοῦ καθελεῖν τὰς Εἰκόνας, σὺ δὲ θρόνον ἔνδοξον, ἅμα κατέλιπες.
Οὐ πτοεῖ σε γενναῖε τυραννικὴ ἔπαρσις, οὐδ’ ἐπαπειλαὶ τῶν βασάνων καὶ ὕβρεις πάνσοφε, ἀλλὰ ἐν φόβῳ Θεοῦ, Χριστοῦ εἰκόνα προπέμπεις, θαλαττίῳ ῥεύματι, Ῥώμης εἰς Πρόεδρον.
Θεοτοκίον.
Ὑμνοπλόκον σου μέγαν ἐν οὐρανοῖς Ἄχραντε, θεῖον Γερμανὸν ποιμενάρχην, καὶ σὸν θεράποντα, ὁμολογίας τε, στήλην τὴν ἄσειστον Μῆτερ, σῇ χορείᾳ τέθεικας, πάνυ ὡς ἄξιον.
Διάσωσον, αἱρετιζόντων μανίας ὦ Ἱεράρχα, ὅτι πάντες πανευλαβῶς πρὸς σὲ καταφεύγομεν, αἰτούμενοι σθένος κατ’ ἐναντίων.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Σοφίας Θεοῦ πολύτιμον ἀλάβαστρον, Χριστοῦ Ἀθλητά, καὶ ὑμνῳδῶν ἀγλάισμα, Γερμανὲ βοῶμέν σοι, ὡς φρουρὸς ἡμῶν καὶ ἑδραίωμα, μὴ διαλίπῃς τοῦ σκέπειν ἡμᾶς, καὶ πλάνης λυτροῦσθαι ἀειτίμητε.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἀκραιφνεὶς διαφύλαξον, μαθητὰς Κυρίου τοῦ πανοικτίρμονος, Γερμανὲ πατέρων κράτιστε, ἑπομένους ἴχνεσιν ἁγίοις σου.
Κεκτημένος ἀοίδιμε, τῆς θεολογίας πλοῦτον τὸν ἄσυλον, ποδηγέτει τοὺς ἱκέτας σου, πρὸς Ὀρθοδοξίας θεῖα νάματα.
Ἀσιγήτοις ἐν χείλεσιν, ὕμνους ἀναπέμπειν Πάτερ βοήθει μοι, καὶ παράσχου μοι συγχώρησιν, ἀρχιερωσύνης ἀξιώματι.
Θεοτοκίον.
Μὴ παρίδῃς Μητρόθεε, ὥρα τῆς ἐξόδου ἀχρεῖον δοῦλόν σου, ἀλλὰ σπεύσασα Θεόνυμφε, ἐξελοῦ χειρῶν τοῦ πολεμήτορος.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ψώμισον ἡμᾶς, ὡς Πατὴρ λίαν φιλόστοργος, θείῳ ἄρτῳ τῶν δογμάτων σου σοφέ, ἱεράρχα Γερμανὲ ἀειμακάριστε.
Ἴασαι ταχύ, ἀσθενούντων τὰ νοσήματα, ὅτι χάρις σοι ἐδόθη ἐκ Θεοῦ, εἰς ἀντίδοσιν στεῤῥᾶς ὁμολογίας σου.
ᾎσον τῷ Χριστῷ, Γερμανὲ φόρμιγξ τοῦ Πνεύματος, τοῦ Ἀρνίου τὴν παμπόθητον ᾠδήν, σὺν παρθένοις καὶ συνάθλοις σου μακάριε.
Θεοτοκίον.
Νῦν ἐξ οὐρανοῦ, πλησμονὴν χάριτος δώρησαι, Θεοτόκε ἀειπάρθενε ἁγνή, ὅτι πλεῖστοι οἱ ἀντίχριστοι γεγόνασι.
ᾨδὴ στ΄. Τὴν δέησιν, ἐκχεῶ.
Γεραίρουσιν, Ὀρθοδόξων ποίμνια, τὸν ποιμένα τὸν καλὸν θεοφόρε, Πατριαρχῶν δὲ σεπτὴ ἡ χορεία, ἐπὶ τῇ σῇ παῤῥησίᾳ σεμνύνεται, καὶ ἐκθειάζει Γερμανέ, τῆς ψυχῆς σου τὸ ἄκαμπτον φρόνημα.
Ἐνστάλαξον, Ἱεράρχα ὅσιε, δροσισμὸν τοῦ Παρακλήτου ἀφθόνως, ὅτι ποικίλων χαρίτων ἐπλήσθης, καὶ μυροθήκη τοῦ Πνεύματος γέγονας, εὐωδιάζων τοὺς πιστούς, τῇ πλοκῇ λιγυρῶν ὑμνημάτων σου.
Ῥυσθείημεν, τῇ θερμῇ πρεσβείᾳ σου, πειρασμῶν ἐκ ψυχικῶν ἀθλοφόρε, τῇ Ὀρθοδόξῳ ἐμμένοντες πίστει, καὶ τὰς τοῦ δαίμονος φεύγοντες ἄρκυας, ὡς λέων γὰρ καὶ ἐφορμᾷ, Ὀρθοδόξοις λαοῖς ὁ παγκάκιστος.
Θεοτοκίον.
Ἀνάστησον, ἐν ἐσχάτοις ἔτεσι, θεηγόρους ὑποφήτας Παρθένε, ἵνα λαλῶσιν ἐν Πνεύματι θείῳ, καὶ νηπτικῇ ἐνοράσει κηρύττωσι, τὸ θέλημα τοῦ σοῦ Υἱοῦ, ἵνα μὴ πλανηθῶμεν ὡς ἄκαρποι.
Διάσωσον, αἱρετιζόντων μανίας ὦ Ἱεράρχα, ὅτι πάντες πανευλαβῶς πρὸς σὲ καταφεύγομεν, αἰτούμενοι σθένος κατ’ ἐναντίων.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τὸν θρόνον τὸν ἔνδοκον καὶ τὰς προσκαίρους τιμάς, ἠρνήθης πανόλβιε καὶ ὠμοφόριον σόν, ἐνστὰς ἐναπέθηκας, ἐπὶ θείας Τραπέζης, ἱερὲ ἀθλοφόρε, κράζων τῷ δυσσεβοῦντι, βασιλεῖ θαρσαλέως· Εἰκόνα σέβω Χριστοῦ, καὶ Ἁγίων ἁπάντων τε.
Προκείμενον.
Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στίχος. Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσει ἀγαλλιάσονται.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(ι΄ 32-33, 37-38, ιθ΄ 27-30).
Εἶπεν ὁ Κύριος· πᾶς ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς· ὅστις δ᾿ ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος. Τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ· ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν; Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι, ἐν τῇ παλιγγενεσίᾳ, ὅταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. Καὶ πᾶς ὃς ἀφῆκεν οἰκίας ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ γυναῖκα ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν τοῦ ὀνόματός μου, ἑκατονταπλασίονα λήψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει. Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι.
Δόξα.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μύστα ἐνθεώτατε, τῶν ἱερῶν μυστηρίων, Γερμανὲ πανθαύμαστε, Νέας Ῥώμης ἔξοχον σεμνολόγημα, τῶν δεινῶν ῥῦσαί με, καὶ ἐπικινδύνων, σοφισμάτων τῶν αἱρέσεων, καὶ ἐν εὐθύτητι, καὶ τῇ σωφροσύνῃ πορεύεσθαι, ἀξίωσον τὸν δοῦλόν σου, πλείστοις πειρασμοῖς κινδυνεύοντα, ὡς ἂν ἐμπλησθείην, πρεσβείαις σου φωτὸς τοῦ θεϊκοῦ, καὶ Παραδείσου προσλάβοιμι, κλῆρον τὸν παμπόθητον.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἱεροῦ καταλόγου ἐκλεκτὸν ποιμενάρχην θεολογίας σεπτόν, καθηγητὴν πλουτοῦμεν, δεινόν τε ὑμνοτόκον, Γερμανὲ ἀξιάγαστε, καὶ ταχινὸν πρεσβευτήν, ἐν θρόνῳ θείας δόξης.
Ῥαντισμῷ σῶν χαρίτων Ἱεράρχα Κυρίου καὶ θεολόγε κλεινέ, ἐνίσχυσον τὴν πίστιν, λαοῦ ἠγνοηκότος, τὰ σωτήρια νάματα, καὶ δὸς πιστῷ σου λαῷ, ἀγάπησιν τὴν πρῶτην.
Ὡς πιστὸς οἰκονόμος αἰκισμοῖς ἀσιτίαις καὶ ἐν πικροῖς στεναγμοῖς, ἐν ἐγκλεισμῷ πολλάκις, διῆλθες σου τὸν βίον, Γερμανὲ πανσεβάσμιε, ἵνα μὴ παύσῃ Χριστοῦ, τιμᾶν θείαν εἰκόνα.
Θεοτοκίον.
Ἱλασμὸν τῶν πταισμάτων καὶ ψυχῆς εὐρωστίαν Μῆτερ παράσχου μοι, ἰᾶσαι γὰρ εὐσπλάγχνως, τοὺς ἐπιβοωμένους, σὴν ταχεῖαν ἀντίληψιν, καὶ ἐκπληροῖς μητρικῶς, αἰτήματα σῶν τέκνων.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Εὐλόγησόν με, ὥσπερ ηὐλόγησας τρίβον, Γερμανὲ τοῦ Στεφάνου τοῦ νέου, ὁμολογητοῦ τε, εἰκόνων τῶν ἁγίων.
Ῥερυπωμένος, ἐν ἁμαρτίαις παντοίαις, τὸν πενθήρη οὐκ ἤσκησα βίον, σὺ δὲ θεοφόρε, μετάνοιάν μοι δίδου.
Ἀδολεσχίας, Γερμανὲ ἀξιοῦνται, οἱ ἐγκύπτοντες πανσόφοις σου δέλτοις, ᾄδοντές τε θείους, ὑμνῳδιῶν σου στίχους.
Θεοτοκίον.
Ῥαθυμοτόκου, δαιμονικῆς ἀκηδίας, λυτρωθείην πανάχραντε Κόρη, ἵνα ἀνυμνῶ σε, ψυχῆς ἐν κατανύξει.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Χαρίτωσον σὰ τέκνα, θεῖε Ἱεράρχα, καὶ τὸ πτωχὸν τόδε δέξαι ἐφύμνιον, ὡς τὸ τῆς χῆρας τὸ πρόθυμον Πάτερ δίλεπτον.
Ὁδήγησόν με πάτερ Γερμανὲ παμμάκαρ, πρὸς Βασιλείαν τὴν ἄνω τὴν μένουσαν, ἐν ᾑ εὐφραίνῃ σὺν πᾶσι ἁγίοις μάρτυσι.
Ὑπέρτιμε καὶ θεῖε, ἀπειλῶν τὸ νέφος, ἀπὸ τοῦ γένους σῶν δούλων ἐκδίωξον, ὅτι πολλῆς ἐνεπλήσθημεν οὐθενώσεως.
Θεοτοκίον.
Θεόνυμφε Μαρία, κεχαριτωμένη, τὴν σκοτισθεῖσαν ψυχήν μου οἰκτείρησον, καὶ εὐωδίᾳ χαρίτων σου παραμύθησον.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ἄστρον Ἐκκλησίας ἀειλαμπές, θρόνον Νέας Ῥώμης, καταπλούτισον δαψιλῶς, τῆς θεογνωσίας, τῷ ἀσυλήτῳ ὄλβῳ, καὶ καρτερίας μέτρα, πᾶσι χορήγησον.
Γνῶσιν τοῦ ἀκτίστου φάους λαβών, ὡς τῷ θείῳ γνόφῳ, τῆς θεώσεως ἐντυχών, ἔλλαμψον πλουσίως, ἡμῶν ταῖς διανοίαις, τοῖς τῶν Συνόδων ὅροις, ἀεὶ πορεύεσθαι.
Ἴασαι τῇ χάριτι τοῦ Χριστοῦ, Γερμανὲ ὡς οἶδας, νοσημάτων ἐξ ἀλγεινῶν, ἵνα εὐφροσύνως, τιμῶ καὶ μεγαλύνω, τὴν ἱεράν σου μνήμην, πατέρων πρόεδρε.
Ἇρας σου τὰς χεῖρας πρὸς τὸν Θεόν, Γερμανὲ θεόφρον, ἐκδυσώπει ὑπὲρ ἡμῶν, ὅπως διχονοίας, ὑπέρτεροι φανῶμεν, ἐν Πνεύματι Ἁγίῳ, συμπορευόμενοι.
Μέμνησο φιλεύσπλαγχνε ἀθλητά, δούλους σου ἀχρείους, ἐπαινοῦντος γέρα τὰ σά, καὶ λαμπρῶν χαρίτων, κατάπεμψον ἀκτῖνας, σὺν τῆς ὁμολογίας, θείῳ δωρήματι.
Ἐγκλημάτων παῦσον δεινὸν λοιμόν, παιδιόθεν Πάτερ, ὁ γνωρίσας φθόνον πικρόν, καὶ κλεινοῦ πατρός σου, ὑστερηθεὶς προώρως, ἐκ φθόνου τῶν ἀρχόντων, ἀειμακάριστε.
Τὸν τῆς Νέας Ῥώμης κόσμον λαμπρόν, καὶ θεολογίας, Ὀρθοδόξου τὸν ἀετόν, θεῖον ἱεράρχην, καὶ ὑμνηγόρον μέγαν, τὸν Γερμανὸν πρεπόντως, ἀνευφημήσωμεν.
Ἐν τῇ Ἐκκλησίᾳ τῇ κιβωτῷ, Γερμανέ με τήρει, ἕως τέλους καὶ ταπεινόν, δεῖξόν με ἐργάτην, τῆς δόξης τοῦ Κυρίου· δι’ ὃν καὶ ἐνεδύθην, σχῆμα τὸ ἅγιον.
Ὡραιώθη ξένως καρδία σή, ἄβυσσον ἐλέους, ἀγαπήσασα ἐκτενῶς, καὶ διὰ τὸν ζῆλον, Εἰκόνων τῶν Ἁγίων, τὴν μαρτυρίαν δοῦσα, θεοειδέστατε.
Ῥύου ἀντιχρίστου ἐκ πειρασμῶν, Γερμανὲ στεῤῥόφρον, τὸν προσφεύγοντα σοι λαόν, ἐξαιτούμενόν γε, τὴν θείαν ἀρωγήν σου, καὶ πόθῳ προσκυνοῦντα, σεπτὴν εἰκόνα σου.
Ἀλώβητον τήρει καὶ ἀνθηράν, πολιτείαν Πάτερ, Μετεώρων τὴν ἱεράν, καὶ δεῖξον τοὺς ζήλῳ, ἐνθάδε ἀσκουμένους, τῶν οὐρανῶν πολίτας, καὶ συνυμνήτορας.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε, ἐξεδήμεις πρὸς Θεόν, θεῖε Ἱεράρχα Κυρίου, καὶ ἀθλητὰ Γερμανέ, ἐπ’ Ἀγγέλων πτέρυξι, λαμπρῶς ὀχούμενος, καὶ Χριστοῦ οὐκ ἐκτύπωμα, ἀλλ’ ἔνδοξον θρόνον, ἐνεὸς ἑώρακας, ποιμὴν γλυκύτατε, πόδας, τοῦ Χριστοῦ ὡς ἐφίλεις, ἄξια οὐκ ἧν ἀνεβόας, τὰ ὑπὲρ Αὐτοῦ ἐν γῇ παθήματα.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.