Παρακλητικός Κανών εις τον Άγιο Γρηγόριο τον Νεοκαισαρείας τον Θαυματουργόν
Ποίημα Αθανασίου Ιερομονάχου Σιμωνοπετρίτου
†Εορτάζεται στις 17 Νοεμβρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα άναγινώσκοντες τόν ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὸ τροπάριον.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Θαυματουργίας σε πηγὴν ἐπιγνόντες, πρὸ τοῦ τιμίου σου λειψάνου βοῶμεν, θαυματουργὲ Γρηγόριε γρηγόρως τὰς φωνάς, τῶν σοὶ μετὰ πίστεως, προστρεχόντων προσδέχου, ταύτας δὲ πρὸς Κύριον, ἀναβίβαζε Πάτερ, ὅπως ῥυσθῶμεν τῶν ἀσθενειῶν, ψυχῶν σωμάτων, Αὐτὸν μεγαλύνοντες.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς
Γρήγορος φάνηθι, Πάτερ, τῇ παρακλήσει. Ἀ(θανάσιος).
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Γρηγόριε Πάτερ θαυματουργέ, ὡς τῆς ἀληθείας, παιδόθεν ὢν ἐραστής, καὶ ταύτην ἐν βίῳ ἐξασκήσας, κἀμὲ δυσώπει ἀεὶ ταύτης ἔχεσθαι.
Ῥοώδη τὴν φύσιν καταμαθών, Πάτερ τῶν προσκαίρων, ἡδονὴν τὴν πνευματικήν, συνέζευξας θείᾳ σωφροσύνῃ, ἣν δώρησαί μοι βοῷ καθαρώτατε.
Ἡγήσω ὡς σκύβαλα καὶ οὐδέν, πάντα τὰ παρόντα, Θεῷ μόνῳ προσκολληθείς, κρατῶν τῆς κοιλίας ἐγκρατείας, ἧς με ἐργάτην ἐναπόδειξον.
Θεοτοκίον.
Γρηγόρως Παρθένε τῷ Σῷ Υἱῷ, ἱκέτευε ὅπως, ἐποφθῇ μοι τῷ ταπεινῷ, καὶ δῷ μοι ὡς θείῳ Γρηγορίῳ, θεολογίας ὑπέρτατον χάρισμα.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὁ τὸ θεῖον φορέας τῆς ταπεινώσεως ἔνδυμα, Πάτερ ταπεινότατε πάντα, ἡμῶν ἀλλοίωσον, φρόνημα ἔπαρσιν, κενοδοξίαν ἀπάτην, ἐγκαινίζων ἄριστα, πνεῦμα τὸ μέτριον.
Ῥυπωθέντας τοῦ βίου τοῖς χαλεποῖς πταίσμασιν, κάθαρον πρεσβείαις σου θείαις, Πάτερ Γρηγόριε, πάθη δὲ ἅπαντα, ἄπωθεν δίωξον μάκαρ, ὥσπερ ἀπεδίωκες, ψυχῶν τοὺς δαίμονας.
Οὐχὶ μόνον σοφία ἐγκατοικεῖ ἔνδον μου, φίλε τῆς Σοφίας τῆς ὄντως, ἀλλἀ ἡ ζόφωσις, ἥνπερ διάλυσον, καὶ ἐπιλάμψαι εὐχαῖς σου, Ἥλιος ἀνέσπερος, Χριστὸς ὁ Κύριος.
Θεοτοκίον.
Σὺ γινώσκεις Παρθένε τὸ δυσειδὲς πρόσωπον, ὅπερ ἡ ψυχή μου ἡ τάλαινα νῦν ἐπενδέδυται· ὅθεν Σου δέομαι, τῇ μητρικῇ Σου θωπείᾳ, τοῦτο ἀποκάθαρον, ἁγνὴ ἀμόλυντε.
Διάσωσον, γρηγόρως Πάτερ ταῖς σαῖς πρεσβείαις, σοὺς δούλους ὅτι πόθῳ πολλῷ πρὸς σὲ καταφεύγομεν, ὡς πρέσβυν τε ἀκαταίσχυντον καὶ μεσίτην.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἲτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Θαυμάτων κρουνός, φιλανθρωπίας πέλαγος, ὑπάρχεις ἀεί, Γρηγόριε θεσπέσιε· διὸ πόθῳ βοῶμέν σοι· τῷ Δεσπότῃ ἱκέτευε δωρήσασθαι, ἁμαρτιῶν τὴν ἄφεσιν ταχύ, ἀσθενειῶν τε, τὴν γρήγορον λύτρωσιν.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Φύλαξόν με τρισόλβιε, ἀπὸ συμπτωμάτων τῆς γλώττης δέομαι, τῆς δεινῆς συκοφαντίας τε, ὡς συντρίψας ταύτην πώποτε.
Ἀληθῆ με ἀνάδειξον, Πάτερ μαθητὴν τοῦ Κυρίου μου, ὡς ὑπάρξας Εὐαγγέλιον, ἔμπνουν χαριέστατον καὶ ἰσόβιον.
Νέκρωσόν μου πᾶν φρόνημα, ἔρωτα φιλόγειόν τε ἀπόσβεσον, ὁ νεκρώσας τὰ σκιρτήματα, τῆς πηλοῦ σου πάναγνε Γρηγόριε.
Θεοτοκίον.
Ἡ παρέχουσα πάντοτε, τὰ τῶν αἰτημάτων τὰ συμφέρωτερα, δὸς κἀμοὶ δέομαι Δέσποινα, νοῦν ἁγνὸν καρδίαν ὅλως ἄτυφον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Θείῳ φωτισμῷ, ὁδηγούμενος Γρηγόριε, τὴν σὴν καρδίαν ἀπεκάθηρας, συγγενῶν καὶ ἐπικτήτων παθῶν, ὧν κἀμὲ εὐχαῖς σου ἀποκάθαρον.
Ἱερατικήν, ἁλουργίδα ὡς ἐφόρεσας, θύτης καὶ θῦμα Πάτερ γέγονας, Χριστὸν μὲ θύνων καὶ Αὐτῷ, θνήσκων τὴν προαίρεσιν.
Πνεῦμα ἐπὶ σέ, τὸ Πανάγιον ἐκκέχυται, καὶ οἶκον τούτου σὲ ἐποίησεν, ὅπερ εὐχαῖς σου, τοῖς ἐγκάτοις μου ἐγκαίνισον.
Θεοτοκίον.
Ἄγρυπνον τὸ νοῦν, Θεοτόκε μου συντήρησον, ἵνα Υἱοῦ Σου δοῦλος φρόνιμος, ὀφθῷ Παρθένε, καὶ μὴ κολασθήσωμαι.
ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Τὸ ὄρος ὡς Μωϋσῆς, τῆς θεωρίας κατέλαβες, δογμάτων δὲ μυηθείς, γνῶσιν ἀκριβέστατα· ὅθεν σου δεόμεθα, μύησον εὐχαῖς σου, τῶν δογμάττων τὴν ἀλήθειαν.
Ἐδιωκες τὴν πληθύν, τῶν δαιμονίων Γρηγόριε, τῇ κλήσει τοῦ Ἰησοῦ, ἀλλὰ καὶ νῦν δίωξον, πάθη τὰ δυσέκληπτα, ἀπὸ τῶν τιμώντων, σοῦ τὴν μνήμην τὴν πανίερον.
Ῥημάτων σου τῇ φωνῇ, ὁ λίθος Πάτερ ὑπήκουσεν, ὡς δοῦλος δὲ εὐπειθής, εὐθὺς μετετόπισεν, λίθον δ’ ὃς ἐπίκειται τῆς ἀναισθησίας, ἐκ ψυχῶν ἡμῶν ἀφάρπασον.
Θεοτοκίον.
Τὴν εὔνοιαν ἀγαθή, ἣν πρὸς τὸν δοῦλόν Σου ἔδειξας, Γρηγόριον τὸν σεπτόν, δεῖξον καὶ τοῖς δούλοις Σου, εἰ γὰρ καὶ ἡμάρτομεν, ὅμως Μῆτερ τέκνα, Σοῦ καλεῖσθαι οὐκ ἀρνούμεθα.
Διάσωσον, γρηγόρως Πάτερ ταῖς σαῖς πρεσβείαις, σοὺς δούλους ὅτι πόθῳ πολλῷ πρὸς σὲ καταφεύγομεν, ὡς πρέσβυν τε ἀκαταίσχυντον καὶ μεσίτην.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἲτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἐν κινδύνοις πολλοῖς προστάτην σε εὑράμενοι, ταῖς εὐχαῖς σου εὐθὺς Γρηγόριε στομούμεθα, καὶ τῶν κακῶν ἐπιφορὰς διώκομεν τῇ κλήσει σου, ὡς τῶν θαυμάτων σε πηγήν, γνωρίζοντες τρισόλβιε· παῦσον τὰς τρικυμίας, σβέσον ἐχθροῦ τὰ βέλη, καὶ τοὺς τιμῶντας τὴν σεπτήν, σοῦ μνήμην Πάτερ φύλαττε.
Προκείμενον
Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στίχ. Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ἰωάννην. (Κεφ. Ι΄, 9-16).
Εἶπεν ὁ Κύριος· ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν ἔχωσιν. ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· ὁ μισθωτὸς δὲ καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα. ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν, καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι, καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.
Δόξα.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στιχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Λείψανόν σου τίμιον, πλουτοῦντες Πάτερ τιμῶμεν, τὴν ἁγίαν μνήμην σου, καὶ θερμῶς προσπίπτοντες, ἐκβοῶμέν σοι· πάντας ἡμᾶς φύλαττε, ἀνεπηρεάστους, τῶν βελῶν τοῦ πολεμήτορος, καὶ ῥῶσιν χάριζαι, θείαν ταῖς ψυχαῖς καὶ τοῖς σώμασι, πρεσβείαις σου ὀχύρωσον, πάντα λογισμὸν καὶ πᾶν φρόνημα· ἵνα σε ἐκ πόθου, προσάγωμεν εὐχάριστον φωνήν, καὶ εὐεργέτην γνωρίζομεν, γρήγορε Γρηγόριε.
Σῶσον ὀ Θεός τὸν λαό σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἡ μισάδελφος ῥῆξις διεῤῥάγη τὴν λίμνην σοῦ ἐκξηράνατος· διό σε ἱκετεύω, ἐκ τῆς ἐμῆς καρδίας, τὸ μισάδελφον ἔκβλαλε, ἵνα βοῷ τῷ Θεῷ· Σὺ ὁ εὐλογητὸς εἶ.
Παλαιότης ἠθῶν τε καὶ μανίας ἀγνοίας πόῤῥω ἐκβέβλησο, πρεσβείαις Γρηγορίου, ἐγείροντος Κυρίῳ, προσευχῆς ἐργαστήρια, ἐν οἷς βοῶμεν αὐτῷ· Θεὸς εὐλογητὸς εἶ.
Ἀνθρακέα γνωρίσας δεκτικὸν θείας Χάριτος προεχείρισας, διάκονον Κυρίου· διὸ ἡμᾶς βοῶντας, ἀποσμήξας χαρίτωσον, ἵνα βοῶμεν Θεῷ· Σὺ ὁ εὐλογητὸς εἶ,
Θεοτοκίον.
Ῥάβδος οὖσα Παρθένε Ἀαρὼν παραδόξως ἡ ἐκβλαστήσασα, ἱκέτευε Κυρίῳ, ἅμα τῷ Γρηγορίῳ, ἵνα τάμῃ τὰ σύῤῥιζα, ἐκ τῶν ὑμνούντων θερμῶς· Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἄγρυπνον ὄμμα, ἀναδειχθεὶς θεοφόρε, τοὺς τιμῶντάς σε δεῖξον γρηγοροῦντας, ὅπως συναφθῶμεν, Χριστῷ εἰς τοὺς αἰῶνας.
Κεκαρωμένους, ἐν ταῖς μερίμναις τοῦ βίου, διανάστησον Πάτερ ταῖς εὐχαῖς σου, ἵνα μελετῶμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.
Λύκου ὡς στήσας, τὸ ἀκατάσχετον ῥεῦμα, νοουμένου λύκου στῆσον ὕδωρ, ἵνα σε τιμῶμεν, Πάτερ εἰς αἰῶνας.
Θεοτοκίον.
Ἤδη τοῦ τέλους, ἐνισταμένου Παρθένε, τοῦ θανάτου τὴν μνήμην δώρησαί μοι, ὅπως Σε δοξάζω, ἁγνὴ εἰς τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Σημείων πληρωθέντα, ἔγνωμεν σὸν βίον, θαυματουργὲ καὶ πανθαύμαστε Ὅσιε· ὅθεν ἡμᾶς μὴ παρίδῃς, ποτὲ ὑμνοῦντάς σε.
Ἐν ξένῳ κατετέθης, Πάτερ σὺ μνημείῳ· ὅθεν διδάσκεις ἡμᾶς τὴν ἀκτήμονα, διαγωγήν τε καὶ τρόπον, τὸν παρεπίδημον.
Ἱκέτευε τρισμάκαρ, τὴν φανερωθεῖσαν, ὑπερφυῶς Σοι Τριάδα τὴν πάντιμον, ὑπὲρ τῶν ὅσοι προσδράμομεν τῇ πρεσβείᾳ σου.
Θεοτοκίον.
Ἀγάλλου Θεοτόκε, βλέπουσα τὸ πλῆθος, τῶν Σῶν ἐγγόνων δοξάζον τὸν Κύριον, Ὃν ἐσωμάτωσας Κόρη, καὶ Ὃν ἱκέτευε.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα μεγαλυνάρια,
Τῇ φιλοσοφίᾳ πρὸς ἀληθῆ, γνῶσιν κεχρημένος, οἷα κλίμακι νοητῇ, πρὸς θεολογίας, ἀνέδραμες τὸ ὕψος, Γρηγόριε πραγμάτων, καινῶν διάκονε.
Τοὺς προσπτυσσομένους τὴν ἱεράν, καὶ ἀσπαζομένους, κάραν σοῦ τὴν θεοπρεπῆ, φρούρει ἐκ παντοίων, δεινῶν ἀῤῥωστημάτων, καὶ πανοικεὶ τὴν θείαν, Χάριν μετάδιδε.
Παροικίας Πάτερ οἶκον τὸν σόν, βρύσιν ἰαμάτων, τοῖς προστρέχουσιν ἐν ψυχῆς, δεῖξον καὶ πλημμύραν, ἔκχεε τῶν θαυμάτων, ἵνα ὑμνῶμεν πάντες, σὲ ἀσπαζόμενοι.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς
Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πᾶσα, ἐκδιώκεται πληθύς, τῶν ἀῤῥωστημάτων τῇ κλήσει, τοῦ σοῦ ὀνόματος, πάντιμε Γρηγόριε, καὶ Ἱεράρχα κλεινέ· ὅθεν πίστει προσπίπτομεν, καὶ πόθῳ καρδίας, σοῦ κατασπαζόμεθα τίμια λείψανα· ἵνα τὴν σὴν χάριν λαβόντες, εὔθυμοι βοῶμεν Κυρίῳ· θαυμαστὸς Σὺ ἐν τοῖς Ἁγίοις Σου.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.