Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοὺς παρεστῶτας τῇ σορῷ τῶν λειψάνων σου, καὶ ἐκ ψυχῆς ὀδυνηρᾶς δεομένους σου, ἐν συμπαθείᾳ οἴκτειρον σοὺς δούλους ἡμᾶς, κράζοντας καὶ λέγοντας· τὰς ἡμῶν ἱκεσίας, δέξαι καὶ ἀνάγαγε, εἰς τὸν Κτίστην τῶν ὅλων· μὴ ἀποστρέψῃς Ἅγιε κενούς, τοὺς σὲ μεσίτην πλουτοῦντας εὐπρόσδεκτον.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα, ὁ Κανών.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ὡς ὄργανον θεῖον τοῦ Παντουργοῦ, Γρηγόριε πάτερ, ἱκετεύομεν σαῖς λιταῖς, ἀξίως ἀξίωσον ὑμνεῖν σε, τοὺς τὴν σορόν σου κυκλοῦντας τὴν πάντιμον.
Ψυχῶν καὶ σωμάτων τοὺς πειρασμούς, ἐξ ὕψους ἐλάσας, ἐν εἰρήνῃ διαβιοῦν, τὴν ποίμνην σου ταύτην ἧς προέστης, ἀδιαλείπτως Γρηγόριε πρέσβευε.
Χριστὸν ὁλοψύχως ἠγαπηκώς, παντὸς ἀντηλλάξω, μεγαλέμπορος γεγονώς· διὸ μιμητάς σου ἡμᾶς πάντας, τοὺς προσιόντας σοι πίστει ἀνάδειξον.
Θεοτοκίον.
Σωτῆρα τεκοῦσάν σε καὶ Θεόν, δυσωπῶ Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν, σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνω, καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Φωταυγίας ἐκείνης τῆς ὑπὲρ νοῦν ἄνωθεν, ἧσπερ ἐνεπλήσθης ἀῤῥήτως, καὶ ὑπερέλαμψας, ὡς ἄλλος ἥλιος, ἐν τῷ τοῦ Ἄθωνος Ὄρει, καὶ ἡμᾶς ἀξίωσον, πάτερ Γρηγόριε.
Τρικυμίαις τοῦ βίου κατακλυσθείς κράζω σοι· σοῦ τῇ μεσιτείᾳ παμμάκαρ, δεῖξον ἀνώτερον, τῆς καταιγίδος με, καὶ ἀγαθὸς κυβερνήτης, τοῦ λοιποῦ με γένοιτο, πάτερ Γρηγόριε.
Ὑψηλός σου ὁ βίος ἀσκητικῶς γέγονεν, ἡ δὲ σῇ σοφίᾳ ὑπέρλαμπρος, ὡς οὐράνιος· ὅθεν ἡ χάρις σε, εἰς τὴν λυχνίαν ἀνάγει, ὅπως φῶς τοῖς ἅπασιν, εἴης Γρηγόριε.
Θεοτοκίον.
Ἱκετεύω Παρθένε τὸν ψυχικὸν τάραχον, καὶ τῆς ἀθυμίας τὴν ζάλην, διασκεδάσαι μου, σὺ γὰρ Θεόνυμφε, τὸν ἀρχηγὸν τῆς γαλήνης, τὸν Χριστὸν ἐκύησας, Θεομακάριστε.
Διάσωσον, ἀπὸ κινδύνους τοὺς δούλους σου θεοφόρε, ὅτι πάντες ἐν τοῖς δεινοῖς τὴν σορόν σου πλουτοῦμεν, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβείαν θερμὴν καὶ κραταιὰν βοήθειαν, αἰτοῦμεν ἐκ σοῦ, οἱ θλίψεσι πυρούμενοι, ἐκτενῶς βοῶντες καὶ λέγοντες· εὐσυμπάθητε πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, τοὺς πόθῳ τιμῶντας τὴν μνήμην σου.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Σοὶ προσπίπτομεν Ἅγιε, καὶ τὴν προστασίαν σου ἐξαιτούμεθα, δίδου πᾶσι τὰ αἰτήματα, καὶ πταισμάτων λύσιν Χριστομίμητε.
Παραμύθιον ἔχει σε, ὁ Θεσσαλονίκης λαὸς καὶ καύχημα· τὴν γὰρ μνήμην σου γεραίροντες, τοὺς ἐχθροὺς τροποῦνται τοὺς τῆς Δύσεως
Ῥωμαλαίῳ φρονήματι, πρὸς τοὺς ἐκ τῆς Ἄγαρ ἀχθεὶς ἐνήθλησας, καὶ ὡς Μάρτυρα ἀναίμακτον, ὁ Χριστὸς δοξάζει σε Γρηγόριε.
Θεοτοκίον.
Ἀπολαύοντες Πάναγνε, τῶν σῶν δωρημάτων εὐχαριστήριον, ἀναμέλπομεν ἐφύμνιον, οἱ γινώσκοντές σε Θεομήτορα.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὄμβρησον ἡμῖν, ὑετοὺς τοὺς τῶν θαυμάτων σου καὶ τὰς ἀρούρας τῶν ψυχῶν ἄρδευσον, ἵνα καρπόν, προσάγωμέν σοι τὴν εὐλάβειαν.
Ξένα καὶ φρικτά, ἡ πανίερος διήγησις, ἀνακηρύττει σου τὰ θαυμάσια, ἐξ ὧν μετάδος, τοῖς δούλοις σου Δέσποτα.
Νέον σε πλουτεῖ, κατὰ Παῦλον ἀρχιτέκτονα, ὁ λογικὸς τῆς Ἐκκλησίας ναός· ὅθεν κραυγάζω σοι· θεῖον κἀμὲ δεῖξον τέμενος.
Θεοτοκίον.
Ἴασαι Ἁγνή, τῆς ψυχῆς μου τὴν ἀσθένειαν, ἐπισκοπῆς σου ἀξιώσασα, καὶ τὴν ὑγίειαν, τῇ πρεσβείᾳ σου παράσχου μοι.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Μωρίαν, τοῦ Βαρλαὰμ ἀπέδειξας, καὶ σαθρὰν τὴν ἐπιστήμην θεόφρον, τὴν ἐν Θαβώρ, καταστρέφουσαν δόξαν, καὶ τῷ φωτὶ τῶν δικαίων ἀνταίρουσαν, οὗ δέομαί σου ἐκτενῶς, τὴν ψυχήν μου ἀξίαν ἀνάδειξον.
Λαλεῖταί σου, πανταχοῦ τὸ ἔνθεον, καὶ πανίερον καὶ ἔνδοξον τέλος· καὶ γὰρ τὸ φῶς, ᾧ συνεῖπας εὐσθενῶς, τὴν σὴν σκηνὴν καταλάμψαν ἐδόξασε, καὶ ἔδειξεν ὡς ἀληθῶς, Πρωτομάρτυρος χρῶτα τὸ εἶδός σου.
Κακίστην, καὶ δυσσεβῆ ἀπήλεγξας, τὴν προσθήκην ἐν Συμβόλῳ τῷ θείῳ, θεολογῶν, καὶ δεικνύων ἀφύκτως, τὴν δυαρχίαν ἐντεῦθεν εἰσάγεσθαι· διδάσκαλον οὖν ἡ σεπτή, Ἐκκλησία πλουτεῖ σε Γρηγόριε.
Θεοτοκίον.
Ὡς τεῖχος, καταφυγῆς κεκτήμεθα, καὶ ψυχῶν σε παντελῆ σωτηρίαν, καὶ πλατυσμόν, ἐν ταῖς θλίψεσι Κόρη, καὶ τῷ φωτί σου ἀεὶ ἀγαλλόμεθα, ὦ Δέσποινα καὶ νῦν ἡμᾶς, τῶν παθῶν καὶ κινδύνων διάσωσον.
Διάσωσον, ἀπὸ κινδύνους τοὺς δούλους σου θεοφόρε, ὅτι πάντες ἐν τοῖς δεινοῖς τὴν σορόν σου πλουτοῦμεν, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Προστασίαν ἐν τοῖς πειρασμοῖς σὲ κεκτήμεθα, σὲ μεσίτην πρὸς τὸν Ποιητὴν προβαλλόμεθα, οἱ κατάκριτοι καὶ ὑπεύθυνοι κακῶν πολλῶν, καὶ νῦν πρόφθασον, θεῖε Πάτερ, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν θερμῶς κραυγαζόντων σοι· τάχυνον εἰς πρεσβείαν, καὶ ῥῦσαι παθῶν παντοίων, ποίμνην ὅλην δεομένην σου.
Προκείμενον.
Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στίχος. Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ἰωάννην.
(Κεφ. ι΄ 9-16).
Εἶπεν ὁ Κύριος· ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν ἔχωσιν. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· ὁ μισθωτὸς δὲ καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν· καθὼς γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν καὶ τῆς φωνῆς μου ἀκούσουσι καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.
Δόξα.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μέγαν ἀντιλήπτορα, σὲ κεκτημένη καυχᾶται, Γρηγόριε Δέσποτα, ἡ σὴ ποίμνη ἔχουσα, τὴν σὴν λάρνακα, καὶ πιστῶς ᾄσμασι, τὴν σεπτὴν σήμερον, καταστέφει καὶ γεραίρει σου, μνήμην τὴν πάντιμον, καὶ τὴν εὐλογίαν καρποῦταί σου, ἄνωθεν καταβαίνουσαν, διὰ τὴν τιμὴν τῶν λειψάνων σου· θεῖε Ἱεράρχα, λαμπρότατε σοφώτατε φωστήρ, μὴ νῦν παρίδῃς τὴν δέησιν, τῶν παρακαλούντων σε.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου …..
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Κραταιόν σε προστάτην, ἐκ Θεοῦ εὑραμένη ἡ θεία ποίμνη σου, κατέχει σου ἐν κόλποις, ἐχέγγυον ἀγάπης, τὴν σορὸν τῶν λειψάνων σου, ἀναβοῶσα πιστῶς· ὁ Θεὸς εὐλογητὸς εἶ.
Θελητὴν τοῦ ἐλέους, σὺ ἐκήρυξας πᾶσι Χριστὸν τὸν Κύριον, ῥυσθῆναι γοῦν κινδύνων, λοιμοῦ καὶ ἀνομβρίας, τοὺς βοῶντας ἱκέτευε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἡμέρας ἀνεσπέρου, καὶ φωτὸς ἀϊδίου υἱὸς γενόμενος, τοὺς πίστει προσιόντας, τῇ λάρνακί σου μάκαρ, ἀναμέλπειν καταύγασον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Θησαυρὸν σωτηρίας, καὶ πηγὴν ἀφθαρσίας τὴν σὲ κυήσασαν, καὶ πύργον ἀσφαλείας, καὶ θύραν μετανοίας, τοῖς κραυγάζουσιν ἔδειξας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τῆς Ἐκκλησίας, τὸν οὐρανὸν καταλάμπων, ὡς ἀστὴρ ἀπλανὴς διασώζεις, τοὺς ὑπερυψοῦντας, Χριστὸν εἰς τοὺς αἰῶνας.
Τῶν ἰαμάτων, σὲ ἐνεργὸν πᾶς τις ἔγνω, τῶν θερμῶς αἰτούντων σου τὴν χάριν, καὶ πιστῶς τιμώντων, τὰ λείψανά σου Πάτερ.
Θεσσαλονίκη, σὲ ὡς ποιμένα γεραίρει, Ἐκκλησία δὲ πᾶσα κηρύττει, καὶ ἀνακροτεῖ σοι, τοὺς θείους σου ἀγῶνας.
Θεοτοκίον.
Τὰς ἀσθενείας μου, τῆς ψυχῆς ἰατρεύεις, καὶ σαρκὸς τὰς ὀδύνας Παρθένε· ὅθεν Σὲ δοξάζω, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἐῤῥέτωσαν καθάπαξ, οἱ θεομαχοῦντες, καὶ τὴν σὴν δόξαν ἐκδίκως ἐκβάλλοντες· ὁ γὰρ Χριστὸς σὲ δοξάζει, φρικτοῖς ἐν θαύμασι.
Λαμπρῶς ἡ Ἐκκλησία, ἄγει σου τὴν μνήμην, τῶν γὰρ ἐχθρῶν ἀπελέγχει τὸ δύσφημον, ὡς προτιθεῖσα τὴν λάρνακα, τῶν λειψάνων σου.
Ἑκάστῳ τὰς αἰτήσεις, τὰς πρὸς σωτηρίαν, τῶν σὲ τιμώντων ἐξ ὕψους κατάπεμψον, καὶ τῶν λυπούντων τὴν ποίμνην σου, ἐλευθέρωσον.
Θεοτοκίον.
Φωτός σου ταῖς ἀκτῖσι, λάμπρυνον Παρθένε, τὸ ζοφερὸν τῆς ἁγνοίας διώκουσα, τοὺς εὐσεβῶς Θεοτόκον, σὲ καταγγέλλοντας.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τὸν θεῖον Γρηγόριον οἱ πιστοί, πάντες συνελθόντες, εὐφημήσωμεν εὐσεβῶς, ὡς ὄντως ποιμένα, τοῖς πράγμασι φανέντα, καὶ στόμα ἀληθείας, καὶ φωτὸς κήρυκα.
Προσέλθωμεν ἄνθρωποι ἐκ ψυχῆς, ἁψώμεθα πάντες, μετὰ πίστεως τῆς σοροῦ, τῶν θείων λειψάνων, τὴν λύσιν ἐξαιτοῦντες, παντοίων ἀλγηδόνων, καὶ πάσης θλίψεως.
Φρούρησον τὴν ποίμνην σου ὁ καλός, ἄγρυπνος προστάτης, τὴν κυκλοῦσάν σου τὴν σορόν, καὶ ῥῦσαι κινδύνων, καὶ πάσης ἐπηρείας, Γρηγόριε τρισμάκαρ, ἀξιοθαύμαστε.
Ἵλεως γενοῦ μοι σοὶ ἐκβοᾷ, Θεσσαλονικέων, ὁ πιστότατός σου λαός, Γρηγόριε πάτερ, ταῖς ἱεραῖς λιταῖς σου, μετὰ τοῦ Μυροβλήτου, ἡμᾶς περίσωζε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν το ἑξῆς.
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ἱεραρχῶν τὸ θεῖον κειμήλιον, πάτερ Ὅσιε, παμμάκαρ Γρηγόριε, τὴν ἱερὰν θήκην τῶν λειψάνων σου, ἐν τῇ μνήμῃ σου αἴροντας σήμερον, μὴ καταισχύνῃς ἡμᾶς, ἀναξίους ὄντας τῆς σῆς ἁγιότητος, ἀλλ’ ἀξίωσον ἀκατακρίτως αὐτῆς ἐφάπτεσθαι, τὸν πόθον ἀφοσιουμένους, ὃν πρὸς σὲ ἀνατείνομεν πάντες, ἐκλιπαροῦντες καὶ λέγοντες· μὴ παύσῃ πρεσβεύων Ἱεράρχα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.


