Δύο Παρακλητικοί Κανόνες εις τον Άγιο Γρηγόριο τον Θεολόγο

  1. Ποίημα Γερασίμου μοναχού Μικραγιαννανίτου

  2. Ποίημα Γεωργίου Γαλανόπουλου

Παρακλητικός Κανών εις τον εν Αγίοις Πατέρα ημών Γρηγόριο τον Θεολόγο Αρχιεπίσκοπο Κωσταντινουπόλεως

Ποίημα Γερασίμου μοναχού Μικραγιαννανίτου

†Εορτάζεται στις 25 Ιανουαρίου

Εῦλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὂτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. Δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὀνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

καὶ τὰ παρόντα τροπάρια·

Ἦχος δ’’. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῶ.
Ὡς Ἱεράρχης καί σοφός θεηγόρος, πρός τόν Σωτῆρα παρρησίαν μεγίστην, πεπλουτηκώς Γρηγόριε πατήρ ἡμῶν, πρέσβευε ἑκάστοτε, ἀπό πάσης ἀνάγκης, καί παντοίων θλίψεων, καί δεινῶν νοσημάτων, ἀπολυτροῦσθαι πάντας τούς πιστῶς, τῷ ἱερῶ σου λειψάνῳ προστρέχοντας.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμεν ποτέ, Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ανάξιοι˙ ειμή γάρ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο, ἐκ τοσούτων κινδύνων; Τίς δε διεφύλαξεν ἕως νῦν ἐλευθέρους; οὑκ ἀποστῶμεν Δέσποινα ἐκ σου˙ σούς γας δούλους σῴζεις ἀεί ἐκ παντοίων δεινῶν.

Εἶτα ὁ Ν’ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Σαῖς Γρηγόριε λιταῖς με σῷζε. Γερασίμου.

ᾨδῇ ἀ’. Ἦχος πλ. δ’. Ὑγράν διοδεύσας.
Σοφίας ἐκφάντωρ τῆς θεϊκῆς Γρηγόριε Πάτερ, σοφιστείας τοῦ πονηροῦ, καί πάσης ἐκλύτρωσε μανίας, τούς εὐλαβῶς προσιόντας τῆ σκέπη σου.

Ἀκοίμητον σχοῦσα σε ἀρωγόν, Καρβάλης ἡ κώμη, ἐγκαυχᾶται τῆ σή σορώ˙ ἤν σῷζε Γρηγόριε παμμάκαρ, ἐκ πολυτρόπων κινδύνων καί θλίψεων.

Ἰλέω σου ὄμματι εὐμενῶς, ἐπίβλεψον Πάτερ, ἐπί πάντας τούς εὐλαβῶς, τῆ θεία σορῷ σου προσιόντας, καί πᾶσιν δίδου ἡμῖν τά αἰτήματα.

Θεοτοκίον.
Σαρκός μου τάς νόσους καί τῆς ψυχῆς, θεράπευσον Κόρη, τῆ θερμή σου ἐπισκοπή, καί δίδου ἰσχύν μοι τοῦ βαδίζειν, Παρθενομῆτορ ὀδόν τήν σωτήριον.

ᾨδῇ γ’. Οὐρανίας ἁψῖδος.
Γρηγορεῖν ἐν τοῖς τρίβοις, τῶν ἐντολῶν Ἅγιε, κα καλῶς ἀνύτειν τόν βίον, φόβῳ τῷ κρείττονι, ἡμᾶς ἐνίσχυσον, τούς σε προστάτην πλουτοῦντας, καί μεσίτην μέγιστον, πρός τόν Φιλάνθρωπον.

Ῥωστική σου πρεσβεία τήν τῶν παθῶν ἴασιν, καί τῶν πειρασμῶν Θεολόγε, τήν ἀπολύτρωσιν, δίδου ἑκάστοτε, τοῖς προσιοῦσιν ἐν πίστει, ἅγιε Γρηγόριε, τῷ θείω σκήνει σου.

Ἡ ἀγία σορός σου, ὡς θησαυρός ἅγιος, πρόκειται Γρηγόριε Πάτερ, καθαγιάζουσα, Ἁγίῳ Πνεύματι, τούς ἐν Καρβάλη οἰκοῦντας, ἅπασιν κηρύττοντας, τήν θείαν χάριν σου.

Θεοτοκίον.
Γεννηθείς ἀπορρήτως, ὁ τοῦ παντός αἴτιος, ἐκ τῶν σῶν ἀχράντων αἱμάτων, δι’ ἀγαθότητα, κόσμον διέσωσε, καί σωτηρίας σε πύλην, Θεοτόκε, έδειξεν˙ ὅθεν ὑμνοῦμεν σε.

Διάσωσον Ἀρχιερέα Γρηγόριε Θεολόγε, πάσης βλάβης καί πειρασμῶν τε καί θλίψεων, τούς καταφεύγοντας Πάτερ τῆ σή πρεσβεία.

Ἐπίβλεψον ἐν εὐμενεία πανύμνητε Θεοτόκε ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.

Αἴτησις καί τό κάθισμα.
Ἦχος β’. Πρεσβεία θερμή.
Προστάτης θερμός, καί πρέσβυς πρός τόν Κύριον, ὑπάρχων ἡμῶν, Γρηγόριε πολύσοφε, διά παντός ἱκέτευε, τῶν ἐν βίῳ δεινῶν περιστάσεων, καί ἐπηρείας πάσης τοῦ ἐχθροῦ, ἀτρώτους ἡμᾶς διαφυλάττεσθαι.

ᾨδή δ’’. Εἰσακήκοα Κύριε.
Ὁ ναός σου Γρηγόριε, ὡς λιμήν ἀχείμαστος πᾶσιν πρόκειται, ὡς προστρέχοντας ῥυόμεθα, τῶν τρικυμιῶν τοῦ βίου πάντοτε.

Ῥῶσιν δίδου καί ἴασιν, τήν κατά ψυχήν καί σῶμα Γρηγόριε, καί πταισμάτων τήν συγχώρησιν, τοῖς ἐν τῆ σή πρεσβεία Πάτερ σπεύδουσι.

Ἱλαστήριον δείκνυται, τῆ ἐπισκιάσει τῆς θείας χάριτος, ἡ σορός ἡ τοῦ λειψάνου σου, πᾶσιν Πάτερ νέμουσα τά κρείττονα.

Θεοτοκίον.
Ἐκ γαστρός σου ἀνέτειλε, τῆς δικαιοσύνης Κόρη ὁ Ἥλιος, οὐ αἱ αἶγλαι καταλάμπρυνον, τήν εἐσκοτισμένην μου διάνοιαν.

ᾨδή ἕ’. Φώτισον ἡμᾶς.
Λύτρωσαι ἡμᾶς, Θεολόγε ἱερώτατε, τῶν ἐν βίῳ χαλεπῶν δυσχερειῶν, καί εἰρήνην ἡμῖν δίδου καί ὁμόνοιαν.

Ἴδε συμπαθώς, τούς τῷ θείω Πάτερ οἴκῳ σου, καταφεύγοντας Γρηγόριε σοφέ, καί παράσχου τούτοις πᾶσιν τά αἰτήματα.

Ταύτην τήν πιστῶς προσκειμένην κώμην Ἅγιε, τῆ θερμή σου ἀντιλήψει καί θερμή, ἐπευλογεῖ ἀοράτῳ ἐπισκέψει σου.

Θεοτοκίον.
Ἄχραντε Ἁγνή, Θεοτόκε Ἀειπάρθενε, προστασία τῶν πιστῶν Χριστιανῶν, μή ἐλλείπῃς προστατεύειν ἡμῶν πάντοτε.

ᾨδή στ’. Τήν δέησιν.
Ἰσχύν μέν, κατά παθών ὀλεθρίων, καί δεινῶν ἐπινοιῶν τοῦ Βελίαρ, δίδου ἡμῖν ὦ Γρηγόριε Πάτερ, εἰρηνικήν δε ζωήν καί ἀνώλεθρον, πεπληρωμένην ἀγαθῶν, τοῖς πλουτοῦσιν προστάτιν σε μέγιστον.

Σωμάτων, τάς χαλεπάς ἀσθενείας, τῆ θερμή σου πρός Θεόν ἱκεσία, καί τῶν ψυχῶν τάς ὀδύνας καί πόνους, παῦσον Γρηγόριε Πάτερ δεόμεθα, τῶν προσιόντων εὐλαβῶς, τῷ σεπτῷ καί ἁγίῳ λειψάνῳ σου.

Μή παύσῃ, ὡς συμπαθής Θεολόγε, ἐφορῶν καί εὐλογῶν καθ’ ἑκάστην, ἀπ’ οὐρανοῦ νοερά ἐπισκέψει, καί κυβερνῶν τήν ζωήν αὑτῶν ἅγιε, εὐλαβῶς, ἀνυμνούντων τά σά προτερήματα.

Θεοτοκίον.
Ἐκ σάλου, ἁμαρτιῶν καί κινδύνων, πρός λιμένα μετανοίας ἀγίας, καί πρός γαλήνην Ἁγνή σωτηρίας, τόν χειμαζόμενον δοῦλον σου ἴθυνον, Θεογεννήτορ Μαριάμ, προστασία ἡμῶν καί βοήθεια.

Διάσωσον Ἀρχιερέα Γρηγόριε Θεολόγε, πάσης βλάβης καί πειρασμῶν τε καί θλίψεων, τούς καταφεύγοντας Πάτερ τῆ σή πρεσβεία.

Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.

Αἴτησις καί τό κοντάκιον.
Ἦχος β’. Ταῖς τῶν αἱμάτων σου.
Ὡς Θεολόγος καί μέγας διδάσκαλος, τῆς Ἐκκλησίας Γρηγόριε πάνσοφε, μεγάλων κινδύνων καί θλίψεων, τῆ σή μεγίστη πρεσβεία διάσῳζε, ἡμᾶς τούς ἐν πίστει τιμῶντας σε.

Προκείμενον.
Τό στόμα μου λαλήσει σοφίαν καί ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στίχ. Ἀκούσατε ταύτᾳ πάντα τά έθνη…

Εὐαγγέλιον, Ἐκ τοῦ κατά Ιωάν. (Κεφ. ί’ 9-16).
Εἶπεν ὁ Κύριος˙ ἐγώ εἰμί ἡ θύρα˙ δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καί εἰσελεύσεται καί ἐξελεύσεται, καί νομήν εὑρήσει. Ὁ κλέπτης οὑκ ἔρχεται εἰ μή ἶνα κλέψῃ καί θύσῃ καί απολέση˙ ἐγώ ἦλθον ἶνα ζωήν ἔχωσι καί περισσόν ἔχωσιν. Ἐγώ εἰμί ὁ ποιμήν ὁ καλός. Ὁ ποιμήν ὁ καλός τήν ψυχήν αὑτοῦ τίθησιν ὑπέρ τῶν προβάτων. Ὁ μισθωτός δε καί οὑκ ὤν ποιμήν, οὐ οὑκ εἰσί τά πρόβατα ἴδια, θεωρεῖ τόν λύκον ἐρχομενόν καί ἀφίησι τά πρόβατα καί φεύγει˙ καί ὁ λύκος ἁρπάζει αὑτά καί σκορπίζει τά πρόβατα. Ὁ δε μισθωτός φεύγει, ὅτι μισθωτός ἐστί καί οὐ μέλει αὑτῷ περί τῶν προβάτων. Ἐγώ εἰμί ὁ ποιμήν ὁ καλός, καί γινώσκω τά ἐμά καί γινώσκομαι ὑπό τῶν ἐμῶν. Καθώς γινώσκει με ὁ πατήρ κἀγώ γινώσκω τόν πατέρα, καί τήν ψυχήν μου τίθημι ὑπέρ τῶν προβάτων. Καί ἄλλα πρόβατα ἔχω, ἆ οὑκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης˙ κακείνα με δεῖ ἀγαγεῖν, καί τῆς φωνῆς μου ἀκούσουσι, καί γενήσεται μία ποίμνη, εἰς ποιμήν.

Δόξα.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καί Νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. Ἐλεῆμον, Ελέησόν με ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.
Γλῶσσαν θεορρήμονα, πεπλουτηκώς Ἱεράρχα, ἐπιπνοίᾳ κρείττονι, Θεολόγος ἔνθεος ἐχρημάτισας. Ὅθεν νῦν ἅγιε, ὡς μεγίστην ἔχων, παρρησίαν πρός τόν Κύριον, ἡμᾶς ἀπάλλατε, πάσης δυσχερείας καί θλίψεως, καί πόνων καί κακώσεων, καί ὀδυνηρῶν περιστάσεων, πᾶσαν εὐπραγίαν παρέχων καί χαράν τήν ἀληθῆ, καί πολιτείαν ἀκίβδηλον, πάνσοφε Γρηγόριε.

Σῶσον ὁ Θεός τόν λαόν Σου…

ᾨδή ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.
Σωτηρίαν ἐξαίτει, καί παθών θεραπείαν ψυχῆς καί σώματος, εἰρήνην ἐν τῷ βίῳ, καί ἄφεσιν πταισμάτων, Θεολόγε Γρηγόριε, τοῖς προσιοῦσιν πιστῶς, τῷ ἱερῶ ναῶ σου.

Ὡς προστάτην σε θεῖον, ἀντιλήπτορα μέγαν καί γέρας ἔνθεον, Καρβάλη μακαρίζει, Γρηγόριε, παμμάκαρ, ἤν περίεπε πάντοτε, ἐξ ἐπηρείας ἐχθρῶν, καί πάσης ἀσθενείας.

Ζηλωτάς θείων ἔργων, ὡς ζωῆς ἐναρέτου μέγας διδάσκαλος, ἀνάδειξον παμμάκαρ, ἡμᾶς τούς σούς ἱκέτας, καί ἀπέχειν ἐνίσχυσον, ἐξ ἀκαθάρτων παθών, καί πάσης ἁμαρτίας.

Θεοτοκίον.
Ἐκ ζωῆς ἀκαθάρτου, καί πικράς συνηθείας˙ Κόρη με λύτρωσαι, καί δίδου τῆ ψυχή μου τόν φόβον τοῦ Κυρίου, ὅπως ζήσω Θεόνυμφε, ἐν μετανοίᾳ θερμή, τῷ τέλει κἀν τοῦ βίου.

ᾨδή ἡ’. Τόν Βασιλέα.
Γέρας σε Πάτερ, κώμη Καρβάλης κατέχει˙ ἔνθεν γάνυται τῷ θείω λειψάνῳ, καί τήν σήν κηρύττει βοήθειαν καί χάριν.

Ἐκ τῶν σκανδάλων, τῶν ἐν βίῳ ἀτρώτους ἡμᾶς φύλαττε Γρηγόριε τρισμάκαρ, καί πταισμάτων λύσιν, ἡμῖν ἐξαίτει Πάτερ.

Ῥάβδῳ ἀγία, τῶν πρεσβειῶν σου θεόφρον, καθοδήγησον πρός τρίβον σωτηρίας, τούς ὑμνολογοῦντας, ὡς θεῖον σε ποιμένα.

Θεοτοκίον.
Ανερμηνεύτως, τόν Ζωοδότην τεκοῦσα Κόρη σῶσον πλουσία χάριτι σου, τήν νενεκρωμένην, ψυχήν μου ἁμαρτίαις.

ᾨδή θ’. Κυρίως Θεοτόκον.
Σοφία τῶν σῶν λόγων, σόφισον τόν νοῦν μου, ἶνα σοφῶς τοῦ ἐχθροῦ τά σοφίσματα, Πάτερ παρέλθω καί δόξης τύχω τῆς κρείττονος.

Ἰλύος ἁμαρτίας, καί στενοχωρίας, καί ἀρρωστίας ἀπᾴσῃς καί θλίψεως, ἡμᾶς ἀτρώτους διάσῳζε Πάτερ Ὅσιε.

Μονάς τάς οὐρανίους, νῦν περιπολεύων, τούς τῷ ἁγίῳ ναῶ σου προστρέχοντας, ἀεί εὐλόγει Γρηγόριε παμμακάριστε.

Ὁ μέγας Ἱεράρχης, Γρηγόριε Πάτερ, δίδου κάμοι τῷ ἀχρείῳ ἱκέτῃ σου, φώς οὐρανόθεν καί χάριν καί θεῖον ἔλεος.

Θεοτοκίον.
Ὑμνοῦμεν Θεοτόκε, τά σά μεγαλεία˙ ὅτι Θεόν μετά σώματος τέξασα, τήν εὐλογίαν πηγάζεις τοῖς σε δοξάζουσι.

Ἄξιον ἐστίν ὡς ἀληθῶς μακαρίζειν σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέρα τῶν Χερουβείμ, καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον σε μεγαλύνομεν.

Καὶ τὰ παρόντα μεγαλυνάρια,
Χαίροις ὁ οὐράνιος θεῖος νοῦς, καί θεολογίας, θεηγόρος μυσταγωγός˙ χαίροις Παρακλήτου, τό ὄργανον τό μέγα, Γρηγόριε παμμάκαρ ἀξιοθαύμαστε.

Τήν σοφίαν Πάτερ ἀπό ψυχῆς, θερμῶς ἀγαπήσας, ἐπτερώθης πρός οὐρανόν, καί τῶν ἀπορρήτων, τήν μύησιν ἐδέξω, ὡς ἀρετῶν δοχεῖον, θεῖε Γρηγόριε.

Χαίροις, τῶν Πατέρων ἡ καλλονή, καί τῆς ἐκκλησίας Ἱεράρχης θεοειδής˙ χαίροις εὐσεβείας ὁ ῥήτωρ ὁ πυρίπνους, καί τῆς Τριάδος μύστης, Πάτερ Γρηγόριε.

Πάντας τούς προστρέχοντας εὐλαβῶς, τῷ σεπτῷ ναῶ σου, ῥύου πάσης ἐπιφοράς, καί ἐν τῷ βίῳ δεινῶν πειρατηρίων, τῆ σή θερμή πρεσβεία Πάτερ Γρηγόριε.

Σκέπε ὡς μερίδα σου ἐκλεκτήν, ταύτην σου τήν κώμην, ἀπό πάσης ἐπιβουλῆς καί τοῖς προσφοιτῶσιν, τῷ ἱερῶ ναῶ σου Γρηγόριε παράσχου, τήν εὐλογίαν σου.

Πάσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου Ἀποστόλων ἡ δωδεκάς, οἱ ἅγιοι Πάντες μετά τῆς Θεοτόκου ποιήσατε πρεσβείαν, εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ και τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τό Ἀπολυτίκιον. Ἦχος α’.
Ὁ ποιμενικός αὐλός τῆς θεολογίας σου, τάς τῶν ῥητόρων ἐνίκησε σάλπιγγας˙ ὡς γάρ τά βάθη τοῦ πνεύματος ἐκζητήσαντι, καί τά κάλλη τοῦ φθέγματος προσετέθη σοι. Ἀλλά πρέσβευε Χριστῷ τῷ Θεῶ, πάτερ Γρηγόριε, σωθῆναι τάς ψυχάς ἡμῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τούς προστρέχοντας πιστῶς, Πάτερ τῆ ἀγία σορῷ σου καί ἐξαιτοῦντας θερμῶς, ἅγιε, Γρηγόριε, τήν σήν βοήθειαν, πάσης ῥῦσαι κακώσεως, καί ἀσθενημάτων, καί ποικίλων θλίψεων, καί περιστάσεων, ὅπως ὡς θερμόν ἡμῶν ῥύστην, καί πρός τόν Χριστόν σε μεσίτην, μέλπωμεν ἀεί καί μακαρίζωμεν.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.

Δίστιχον·
Γρηγόριε γρήγορσιν θείαν μοι δίδου
Γερασίμῳ σπεύδοντι τῆ ἀρωγή σου.

Χαιρετισμοί εις τον εν Αγίοις Πατέρα ημών Γρηγόριο τον Θεολόγο Αρχιεπίσκοπο Κωσταντινουπόλεως

Παρακλητικός Κανών εις τον εν Αγίοις Πατέρα ημών Γρηγόριο τον Θεολόγο Αρχιεπίσκοπο Κωσταντινουπόλεως

Ποίημα Γεωργίου Γαλανόπουλου

Εὐλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τά Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοῖς ἱεροῖς τοῦ Γρηγορίου λειψάνοις, νῦν ἀσπασώμεθα πιστοὶ ἐκ καρδίας, ὀρθόδοξοι φιλέορτοι, βοῶντες τρανῶς· σπεῦσον εἰς βοήθειαν, τῶν τιμώντων σε Πάτερ, ῥῦσαι πάσης θλίψεως, σὸν ἐπικαλουμένους, ὦ Θεολόγε ὄνομα σεπτόν, φρικτῇ τε δ’ ὥρᾳ, γενοῦ ἡμῖν ἵλεως.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν’ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Πόθῳ τῷ σοφῷ Γρηγορίῳ ἀνυμνῶ.
Ἐν δὲ τοῖς Θεοτοκίοις· Γεωργίου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Παθῶν μὲ ἀπάλλαξον καὶ δεινῶν, καὶ δός μοι σὴν χάριν, ἀνυμνεῖν σε ἀεὶ πιστῶς, Γρηγόριε θεῖε ἱεράρχα, καὶ ἀθυμίας τὰ νέφη διάλυσον.

Ὀδῦναι τοῦ σώματος καὶ ψυχῆς, παθῶν ἀνιάτων, καὶ χρονίων ἀσθενειῶν, κυκλοῦσί με Πάτερ Θεολόγε· διὸ προστρέχοντα δέξαι καὶ σῶσόν με.

Θεράπευσον τάχυ ἡμᾶς σοφέ, ἐξ ἀῤῥωστημάτων, πειρασμῶν τε δαιμονικῶν, καὶ ῥῦσαι ἐκ βλάβης ἱεράρχα, τοὺς σὴν εἰκόνα φιλοῦντας καὶ λείψανα.

Θεοτοκίον.
Γεώργησον σπόρον τῶν ἀρετῶν, ψυχῇ καὶ καρδίᾳ, ἀειπάρθενε Μαριάμ, καὶ κάθαρον πάντων μετανοίᾳ, τὸν λογισμὸν πρὸς ἐγκράτειαν σώματος.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὡραιότητος οἶκον ἐμὴν ψυχὴν ποίησον, πρὸς ὑποδοχὴν τοῦ Δεσπότου, Πάτερ Γρηγόριε, ἁμαρτημάτων παθῶν, καὶ λογισμῶν ψυχολέθρων, ἐξομολογούμενον, κάθαρον πάνσοφε.

Τῇ μορφῇ σου προστρέχω περιχαρῶς Ἅγιε, καὶ τοῖς σοῖς λειψάνοις ἐν πίστει, κατασπαζόμενος, καὶ πόθῳ δέομαι, ὦ Ἱεράρχα Κυρίου, τῶν δεινῶν ἐκλύτρωσαι, καὶ τῆς κολάσεως.

Ὢ σοφὲ Θεολόγε ὡς Σιλωὰμ νάματα, τοῖς σὲ ἀνυμνοῦσιν ἀπαύστως, βλύζει σὰ λείψανα· ὅθεν τὰ σκάνδαλα, καὶ πειρασμοὺς κακοδόξων, καὶ ἀθέων δόγματα, πόῤῥῳ ἀφάνισον.

Θεοτοκίον.
Εὐλογία ὑπάρχεις τῶν ἀγαθῶν πρόξενον, ἡ ἐλπὶς ἁπάντων καὶ σκέπη, Μῆτερ ἡ βλύζουσα, μῦρα χαρίτων σου, τοῖς εὐλαβῶς Σῇ εἰκόνι, μετὰ πόθου σπεύδουσι, πίστει ἀσπάσασθαι.

Διάσωσον, ὦ Ἱεράρχα Γρηγόριε ἐκ κινδύνων, πάντας τοὺς σὲ ὑμνοῦντας, καὶ πίστει προσπίπτοντας, ἀσπαζομένους εἰκόναν καὶ λείψανά σου.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἲτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πιστῶν στηριγμός, καὶ πάντων καταφύγιον, ὑπάρχεις σοφέ, Γρηγόριε πανόλβιε, τῶν ἀεὶ βοώντων σοι· Θεολόγε πρόφθασον τάχιστα, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, τοὺς θήκην προσπίπτοντας λειψάνων σου.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Στηριγμὸς καὶ ὀχύρωμα, πέλεις Ἱεράρχα· διὸ δυσώπησον, τὸν Χριστὸν γεέννης ῥύσασθαι, καὶ πυρὸς ἀσβέστου τοὺς ὑμνοῦντάς σε.

Ὁλοφύρομαι Ἅγιε, καὶ θρηνῶν στενάζω ὅ,τι ἡμάρτηκα, καὶ τὸν εὔσπλαγχνον ἐλύπησα, ἀλλὰ πρέσβυς πάρεσο λυτρούμενον.

Φῶς ὁρῶν τὸ ἀθέατον, μῦστα τῶν ἀῤῥήτων σοφὲ Γρηγόριε, πάντας ἔμπλησον τοὺς μέλποντας, μνήμην σου φωσφόρον θείας χάριτος.

Θεοτοκίον.
Ὢ ἁγνὴ Μητροπάρθενε, πάντων τῆς Ἑλλάδος τὸ καταφύγιον, τοὺς πιστῶς ἀσπαζομένους σε, θλίψεων καὶ νόσων ἐλευθέρωσον.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὤφθης φαεινόν, Ἐκκλησίας μάκαρ κάτοπτρον, ἀκτίνων δόξης Ἡλίου νοητοῦ, Φῶς προσλαμβάνων, καὶ ἡμᾶς φωτὸς καταύγασον.

Γράφεις καὶ λαλεῖς, Θεολόγε θεῖα ῥήματα, τρανῶς Τριάδος τὰ δόγματα σαφῶν, σοῖς δὲ λειψάνοις, ἁγιάζεις τοὺς τιμῶντάς σε.

Ῥῦσαι πειρασμῶν, ἀλγηδόνων τοὺς ὑμνοῦντάς σε, ὦ θεοῤῥῆμον ἱερώτατε ποιμήν, καὶ τὴν ὑγείαν, τοῖς νοσοῦσιν ἄμφω βράβευσον.

Θεοτοκίον.
Ῥᾶνον δωρεῶν, καὶ χαρίτων Σου Θεόνυμφε, τοὺς Σὴν εἰκόνα ῥαίνοντας τοῖς ἄνθεσι, καὶ μελιῤῥύτοις, ᾠδαῖς Σε νῦν μεγαλύνοντας.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἠμαύρωσα, τῆς ψυχῆς Γρηγόριε, τὸν πρωτόκτιστον Φωτὸς θεῖον κάλλος, ταῖς ἡδοναῖς, βιοτεύσας ἀσώτως, καὶ κατεσπίλωσα ῥύποις καὶ πάθεσιν, ἁγνότητος αὐτῆς λευκόν· διὸ χάριτι σῇ ἀποκάθαρον.

Γρηγόρησον, καὶ λιταῖς σου Σωτῆρα, ἐξευμένισον Πάτερ ὑπὲρ πάντων, τῶν πειρασμῶν, λογισμῶν τε κινήσεις, καὶ τῶν παθῶν τὰς ὁρμὰς καταπράϋνον, καὶ ῥώμην χάρισαι ψυχῆς, καὶ νοὸς ὀλισθήματα στήριξον.

Ὀφρὺν σατάν, Θεολόγε ἐλαύνων, θαυμαστῇ ἐνεργείᾳ σῶν λειψάνων, τοῖς ἀσθενοῦσι δωρεῖ τὰς ἰάσεις, τοῖς παρὰ σοὶ αἰτουμένοις ἐκ πίστεως· διὸ βοῶμεν ἐκ ψυχῆς· ῥῦσαι πάντας κινδύνων καὶ θλίψεων.

Θεοτοκίον.
Γλυκύτητος, πλημμυροῖ τὴν ψυχήν μου, τῆς εἰκόνος Σου ἡ θέα καὶ μόνον, ὁ ἀσπασμός, ἀγαλλίασιν θείαν, καὶ εὐφροσύνην καρδίᾳ χαρίζεται, καὶ ταῖς αἰσθήσεσι χαρά, νῦν δωρεῖ τοῖς πιστοῖς Θεονύμφευτε.

Διάσωσον, ὦ Ἱεράρχα Γρηγόριε ἐκ κινδύνων, πάντας τοὺς σὲ ὑμνοῦντας, καὶ πίστει προσπίπτοντας, ἀσπαζομένους εἰκόναν καὶ λείψανά σου.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἲτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Προστασία πέλεις εὐσεβῶν ὦ Γρηγόριε, Ὀρθοδόξων φύλαξ τε φρουρὸς καὶ ὑπέρμαχος, πάντας σκέπεις τοὺς ἀνυμνοῦντάς σε περιχαρῶς, εἰκόναν καὶ λείψανα πιστῶς, ἀσπαζομένους σου σοφέ, καὶ βοώντων πανεύφημε· χαῖρε θερμὴ πρεσβεία, καὶ πρὸς Θεὸν ἱκεσία, Πάτερ ἡ ἄγουσα ὁδός, σωτηρίας πρὸς Παράδεισον.

Προκείμενον.
Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί σου ἀγαλλιάσονται.
Στίχ. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Εὐαγγέλιον, Ἐκ τοῦ κατά Ιωάν. (Κεφ. ί’ 9-16).
Εἶπεν ὁ Κύριος˙ ἐγώ εἰμί ἡ θύρα˙ δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καί εἰσελεύσεται καί ἐξελεύσεται, καί νομήν εὑρήσει. Ὁ κλέπτης οὑκ ἔρχεται εἰ μή ἶνα κλέψῃ καί θύσῃ καί απολέση˙ ἐγώ ἦλθον ἶνα ζωήν ἔχωσι καί περισσόν ἔχωσιν. Ἐγώ εἰμί ὁ ποιμήν ὁ καλός. Ὁ ποιμήν ὁ καλός τήν ψυχήν αὑτοῦ τίθησιν ὑπέρ τῶν προβάτων. Ὁ μισθωτός δε καί οὑκ ὤν ποιμήν, οὐ οὑκ εἰσί τά πρόβατα ἴδια, θεωρεῖ τόν λύκον ἐρχομενόν καί ἀφίησι τά πρόβατα καί φεύγει˙ καί ὁ λύκος ἁρπάζει αὑτά καί σκορπίζει τά πρόβατα. Ὁ δε μισθωτός φεύγει, ὅτι μισθωτός ἐστί καί οὐ μέλει αὑτῷ περί τῶν προβάτων. Ἐγώ εἰμί ὁ ποιμήν ὁ καλός, καί γινώσκω τά ἐμά καί γινώσκομαι ὑπό τῶν ἐμῶν. Καθώς γινώσκει με ὁ πατήρ κἀγώ γινώσκω τόν πατέρα, καί τήν ψυχήν μου τίθημι ὑπέρ τῶν προβάτων. Καί ἄλλα πρόβατα ἔχω, ἆ οὑκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης˙ κακείνα με δεῖ ἀγαγεῖν, καί τῆς φωνῆς μου ἀκούσουσι, καί γενήσεται μία ποίμνη, εἰς ποιμήν.

Δόξα.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ Νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μὴ οὖν ἀποῤῥίψῃς με, σαρκὸς τὸν μεμολυσμένον, καὶ φρενῶν τὸν ἄστατον, σὲ νῦν καταφεύγοντα ὦ Γρηγόριε, Ἅγιε σῶσόν με, πιστῶς προσπίπτοντα, τῇ Εἰκόνι καὶ λειψάνοις σου, ἴασιν χάρισαι, ἄμφω καὶ κινδύνων ἀπάλλαξον, θλίψεων ἐξαιρούμενον, καὶ τῶν συμφορῶν καὶ κακῶν τοῦ βίου, ὅπως ἀνυμνῶ σου, ἀμέτρων θαυμασίων τὴν πληθύν, καὶ μεγαλύνω ἐν ᾄσμασιν, Ἱεράρχα μνήμην σου.

Σῶσον ὀ Θεός τὸν λαό σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥᾶνον πιστοῖς σὴν χάριν καὶ θεόφροσι πόθῳ τοὺς ἀνυμνοῦντας πιστῶς, εἰκόνα σου τὴν θείαν, καὶ θήκην τῶν λειψάνων, Θεολόγε καὶ λέγοντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἱκεσίαις Σωτῆρι ἱερώτατε δίδου ὑπὲρ ἡμῶν ἐκτενῶς, τιμώντων τὴν σὴν μνήμην, καὶ ἐν ᾠδαῖς μελπώντων, Ἱεράρχα καὶ ψάλλοντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ὡς χρυσὸν ἐν καμίνῳ δεδοκίμακε Πάτερ Χριστὸς ἐν θλίψει πολλῇ, ἀλλὰ σῆς καρτερίας, μανίας τῶν ἀθέων, καὶ σατὰν ὑπερίσχυσας, καὶ νῦν ἡμᾶς ἐξελοῦ, τῆς τούτων κακουργίας.

Θεοτοκίον.
Ἱλασμὸς πρὸς Δεσπότην Ὃν ἐγέννησας Μῆτερ γενοῦ πρεσβεύουσα, ἁμαρτιῶν ῥυσθῆναι, τοὺς σὲ παρακαλοῦντας, ἐκ ψυχῆς καὶ κραυγάζοντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἀμπλακημάτων, καὶ πάσης θλίψεως ῥῦσαι, τοὺς πιστῶς τιμῶντας σὴν εἰκόναν, καὶ ἀσπαζομένους, τὰ λείψανά σου Πάτερ.

Νενοσηκότας, σῇ θαυμαστῇ ἐνεργείᾳ, πᾶσιν ἴασιν παράσχου τάχυ, καὶ ὑγείαν ἄμφω, δώρησαι Θεολόγε.

Ὑπερυψοῦμεν, τὸν Βασιλέα τῆς δόξης, σὺν Ἀγγέλων χοροῖς μυστολέκτα, σὲ παρακαλοῦντες, κινδύνων λυτρωθῆναι.

Θεοτοκίον.
Ὄλισθον πάντα, νοὸς ψυχῆς Θεοτόκε, εὐθυγράμμισον χάρισι θείοις, καὶ ἀνόρθωσόν με, ἐκ φαύλης συνηθείας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μνημόνευσον ἐν ὥρᾳ, κρίσεως τὸν Κτίστην, ὑπὲρ ἡμῶν Θεολόγε Γρηγόριε, ὅπως πταισμάτων τὴν λύσιν δῶ ὁ Φιλάνθρωπος.

Νοσοῦσι δὸς ὑγείαν, πλεόυσί τε σῶσον, πεινῶσι Μάννα σὸν θρέψον οὐράνιον, τῆς σωτηρίας τὸ νέκταρ κιρνῶν Γρηγόριε.

Ὢ θεοφόρε Πάτερ, πόλιν κεκτημένη, σεπτά σου λείψανα φρούρει ἀλώβητον, καὶ πάντας σκέπε καὶ φρούρει ἀπήμονας.

Θεοτοκίον.
Ὑμνοῦμέν Σου Παρθένε, χάριτας θαυμάτων, σὺν μεγαλείοις καὶ πρόνοιαν ἄφραστον, ταῖς Σαῖς πρεσβείαις αἰτοῦντες ἀειμακάριστε.

Άξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σε μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τῆς θεολογίας ὕψη πετῶν, δόγματα Τριάδος, διεσάφησας εὐκρινῶς, Πάτερ Ἱεράρχα, Ναζιανζοῦ τὸ ἄνθος, Βασιλευούσης κλέος, πιστῶν διάσωσμα.

Ῥῦσαι τοὺς ὑμνοῦντάς σε ἱερῶς, λοιμικῶν κινδύνων, καὶ παράσχου σὴν δαψιλῆ, χάριν σωτηρίας, τοῖς πίστει αἰτουμένοις, ἄμαχον προστασίαν, Πάτερ Γρηγόριε.

Ἴασαι νοσοῦντας Πάτερ ταχύ, σῶσον ἐκ κινδύνων, τοὺς προσπίπτοντας εὐλαβῶς, σῇ ἱερωτάτῃ, εἰκόνι Θεολόγε, καὶ ἀγαθῶν τοὺς οἴκους, ἔμπλησον ἔνδοξε.

ᾌσμασιν ὑμνήσωμεν καὶ ᾠδαῖς, ψαλμοῖς τε καὶ ὕμνοις, τὸν Γρηγόριον οἱ πιστοί, θείαν του δ’ εἰκόναν, καὶ θήκην τῶν λειψάνων, δακρύοις καταβρέξομεν, ὦ φιλέορτοι.

Δίδου δωρεῶν σου πλοῦτον ἡμῖν, εἰρήνην καὶ χάριν, καὶ ἀπάλλαξον χαλεπῶν, ψυχῆς μολυσμάτων, παθῶν καὶ ἀλγηδόνων, Γρηγόριε παρέχων, ὑγείαν ἄμισθον.

Ὢ πῶς εὐφημήσωμεν εὐκλεῶς, σὲ νῦν ἀποροῦμεν, ἀλλὰ δέχου Πάτερ θερμήν, ἡμῶν ἱκεσίαν, βοώντων σοι ἐκ πόθου· χαίροις ὦ θεοῤῥῆμον, μῦστα Γρηγόριε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Δέξαι, Θεολόγε ἱερόν, ὕμνον σὺν ψαλμοῖς καὶ ᾠδαῖς τε, πρὸς σὲ νῦν περιχαρῶς, ῥόδα μῦρα δάκρυα, ἐν μετανοίᾳ θερμῇ, κατανύξει καὶ πόθῳ τε, πιστῶς σὴν εἰκόναν, κατασπαζομένων σου, σὺν τοῖς λειψάνοις ὁμοῦ, Πάτερ, σκέπε πάντας βοῶντας· ῥῦσαι ἐκ κινδύνων καὶ νόσων, σώζων καὶ φρουρῶν ἡμᾶς ἐκ θλίψεων.

Δέσποινα, πρόσδεξαι τάς δεήσεις τῶν δούλων Σου καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Τήν πᾶσαν ἐλπίδα μου εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην Σου.

Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.

Χαιρετισμοί εις τον εν Αγίοις Πατέρα ημών Γρηγόριο τον Θεολόγο Αρχιεπίσκοπο Κωσταντινουπόλεως