Παρακλητικός Κανών εις τον Άγιον Ιερομάρτυρα Αγάπιον εκ Γαλατίστης Χαλκιδικής εν Θέρμη Θεσσαλονίκης Αθλήσαντα.

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

†Εορτάζεται στις 12 Αυγούστου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὸ ἑξῆς·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἱερομάρτυρα τῆς πίστεως Νέον, ἐκ Γαλατίστης τὸν ὁρμώμενον ὕμνοις, Ἀγαπίον, τιμήσωμεν πιστοὶ ευλαβῶς· ὡς σεπτὸν διδάσκαλον Ἐκκλησίας καὶ ἄστρον, νεαυγὲς σεμνότητος τῶν ἠθῶν ἐκζητοῦντες, αὐτοῦ θερμὰς πρὸς Κύριον λιτὰς, πᾶσι θεόθεν τὸν πέμποντα ἔλεος.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ἀγάπιε Μάρτυς, Γαλάτισταν περίσκεπε. Χ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἀγάπιε, Μάρτυς περιφανές, φρουρὲ Γαλατίστης, ἀντιλῆπτορ καὶ ἀρωγέ, περίσκεπε πάντας οὐρανόθεν, τοὺς καταφεύγοντας χάριτι Θείᾳ σου.

Γαλάτιστα γάνυται καὶ τιμᾷ, τὴν θείαν σου μνήμην, ἱερόαθλε εὐσθενές, Ἀγάπιε, κράζουσα δυσώπει, ὑπὲρ ἡμῶν Ἰησοῦν τὸν εὐΐλατον.

Ἀγάπιε Μάρτυς, ὁ τῶν ῥευστῶν, ὀφθεὶς ὑπερόπτης, ἱερόαθλε θαυμαστέ, ἀῤῥεύστων ἡμᾶς καὶ αἰωνίων, ἐν οὐρανοῖς ἀπολαύειν ἀξίωσον.

Θεοτοκίον.
Πανύμνητε Μῆτερ Λόγου Θεοῦ, Κυρία παρθένε, ἐκδυσώπει τὸν σὸν Υἱόν, ἡμιν καταπέμψαι Θείαν χάριν, καὶ τὰ ἐλέη Αὐτοῦ, εὐσυμπάθητε.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἱερόαθλε μάκαρ, Χαλκιδικῆς βλάστημα, ἴον Γαλατίστης ἡδύπνουν, μάρτυς Ἀγάπιε, τὴν δυσωδίαν ἡμῶν, τῆς ἐμπαθείας καὶ μίσους, εὐωδίᾳ χάριτος, λῦσον τῆς θείας σου.

Εἰληφὼς οὐρανόθεν φωτολαμπῆ στέφανον, οἷάπερ Χριστοῦ Νεομάρτυς, σῶφρον Ἀγάπιε, στέψον ἡμᾶς σῶν εὐχῶν, τῷ χρυσοπλόκῳ στεφάνω, σὲ τοὺς μακαρίζονας, ὡς ἱερόαθλον.

Μαρτυρήσας ἐν Θέρμῃ χερσὶν ἐχθρῶν πίστεως, ἐν ἔσχατοις χρόνοις στεφάνους, αἰωνιότητος, ἐδέξω ἐκ τῶν χειρῶν, τοῦ Παντοκράτορος Λόγου, ὃν τοῖς εὐφημοῦσί σε πόθῳ ἱλέωσαι.

Θεοτοκίον.
Ἀγαπίου πρεσβείαις, τοῦ νεαυγοῦς Μάρτυρος, πίστεως Κυρία παρθένε, Θεογεννήτρια, ῥῦσαι ἡμᾶς πειρασμῶν, καὶ συμφορῶν καὶ παγίδων, ζοφερῶν Πανάχραντε, τοῦ παναλάστορος.

Ἀνάδειξον, διπλῆς ἀγάπης πρὸς Κύριον καὶ πρὸς πάντας, τοὺς πλησίον καὶ τοὺς μακρὰν ἡμᾶς σκεύη εὔχρηστα, Ἀγάπιε, νέε Ἱερομάρτυς.

Ἐπίβλεψον, ἐν εὐμενεία, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ἀγάπης πυρσέ, Ἀγάπιε νεόαθλε, βλαστὲ ἱερὲ τῆς Γαλατίστης, πρέσβευε τῷ Χριστῷ διδόναι μοι ἀγαπᾶν πάντας δύναμιν ἄφθονον καὶ τὴν ἰσχὺν λατρεύειν ἀκλινῶς Αὐτόν, πᾶσι νέμοντα τὸ ἔλεος.

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Ῥαντισμῷ σῶν δεήσεων, Μάρτυς ἱερόαθλε, καθαγίαζε, τοὺς τιμῶντάς σε, Ἀγάπιε, πίστεως ὡς βάθρον ἀδιάσειστον.

Τηλαυγέστατον πύρσευμα, διδασκάλων Μάρτυς, Χριστοῦ Ἀγάπιε, τῶν παθῶν ἡμῶν διάλυσον, ζόφωσιν ἀκτῖσι σῶν δεήσεων.

Ὑπερεύχου Ἀγάπιε, τῶν τιμώντων ἄθλους τοῦ μαρτυρίου σου, ἐν τῇ Θέρμῃ καὶ τὴν μνήμην σου, ἐν τῇ Γαλατίστῃ, ἱερόαθλε.

Θεοτοκίον.
Σοὺς οἰκέτας, ἐπόπτευε, κεχαριτωμένη Θεογεννήτρια, οὐρανόθεν καὶ ἁγίαζε, βίον τὸν ἡμῶν σαῖς παρακλήσεσι.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Γέρας ἱερόν, Γαλατίστης τοὺς προστρέχοντας, σαῖς πρὸς Κύριον Ἀγάπιε, λιταῖς, ῥύου θλίψεων, κινδύνων καὶ στενώσεων.

Αὔξησον ἡμῶν, πόθον τῆς αἰωνιότητος, σὲ ὑμνούντων ὡς νεόαθλον στεῤῥόν, Γαλατίστης, ἐγκαλλώπισμα Ἀγάπιε.

Λάμψον φῶς ἡμῖν, ἐπιγνώσεως Ἀγάπιε, ὁ φωτίσας τῆς νεότητος ψυχάς, ἀστραπαῖς, διδασκαλίας θεοσόφου σου.

Θεοτοκίον.
Αἴγλης θεϊκῆς, ἀπολαῦσαι καταξίωσον, Θεοτόκε τοὺς ἐν ὕμνοις μελιχροῖς, μεγαλύνοντας, πληθὺν τῶν θαυμασίων σου.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Τὸν Κύριον, καὶ Θεὸν ἱκέτευε, ὑπὲρ πάντων τῶν τιμώντων σὴν μνήμην, Ἱερομάρτυς βλαστὲ Γαλατίστης, ὁ ἐν τῇ Θέρμῃ ἐσχάτοις ἐν ἔτεσι, χερσὶ στυγνῶς ἀποκτανθεὶς, μιαιφόνοις τρισμάκαρ Ἀγάπιε.

Ἱλέωσαι, εὐσεβέσι Κύριον, συναχθεῖσιν εὐλαβῶς εὐφημῆσαι, ἐν Γαλατίστῃ σὴν πάνσεπτον μνήμην, Ἱερομάρτυς στεῤῥόφρον Ἀγάπιε, ὁ δι’ ἀγάπην τοῦ Χριστοῦ, ἀκλινῶς ὑπομείνας μαρτύριον.

Σοφώτατε, καὶ σεμνὲ διδάσκαλε, τῆς Σχολῆς Ἀθωνιάδος ἐξάρχων, ὡς Γαλατίστης Ἀγάπιε γόνον, καὶ ἱερὸν Νεομάρτυρα πίστεως, σὲ ἀνυμνοῦντες ἐκτενεῖς, σοῦ λιτὰς πρὸς Θεὸν ἐκδεχόμεθα.

Θεοτοκίον.
Τὸν εὔσπλαγχνον, Ἰησοῦν ἡ τέξασα, ὑπὲρ λόγον Θεοτόκε παρθένε, Χριστιανῶν ταχινὴ προστασία, καὶ ἀντιλῆπτορ θερμὴ τῶν ὑμνούντων σε, Αὐτὸν δυσώπει ἐκτενῶς, δοῦναι πᾶσιν ἡμῖν θεῖον ἔλεος.

Ἀνάδειξον, διπλῆς ἀγάπης πρὸς Κύριον καὶ πρὸς πάντας, τοὺς πλησίον καὶ τοὺς μακρὰν ἡμᾶς σκεύη εὔχρηστα, Ἀγάπιε, νέε Ἱερομάρτυς.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ἱερομάρτυρα νέον τιμήσωμεν, τῆς Γαλατίστης βλαστὸν εὐθαλέστατον, ἀποκτανθέντα ἐν Θέρμῃ ὡς πρότυπον τῆς τοῦ Σωτῆρος ἀγάπης, Ἀγάπιον, καὶ πρὸς Αὐτὸν ἡμῶν πρέσβυν ἀκοίμητον.

Προκείμενον.
Θαυμαστός, ὁ Θεός, ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ἰωάννην.
(Κεφ. ιε΄ 17-27, ιστ’ 1-2).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Ταύτᾳ ἐντέλλομαι ὑμῖν, ἶνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμέ πρῶτον ὑμῶν μεμίσηκεν. εἰ ἐκ τοῦ κόσμου ἤτε, ὁ κόσμος ἀν τό ἴδιον ἐφίλει· ὅτι δε ἐκ τοῦ κόσμου οὑκ ἐστέ, ἀλλ’ ἐγώ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διά τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. Μνημονεύετε τοῦ λόγου οὐ ἐγώ εἶπον ὑμῖν· οὑκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὑτοῦ. εἰ ἐμέ ἐδίωξαν, καί ὑμᾶς διώξουσιν· εἰ τόν λόγον μου ἐτήρησαν, καί τόν ὑμέτερον τηρήσουσιν. ἀλλά ταύτᾳ πάντα ποιήσουσιν ὑμῖν διά τό ὄνομα μου, ὅτι οὑκ οἴδασι τόν πέμψαντα με. εἰ μή ἦλθον καί ἐλάλησα αὑτοῖς, ἁμαρτίαν οὑκ εἶχον· νῦν δε πρόφασιν οὑκ ἔχουσι περί τῆς ἁμαρτίας αὑτῶν. ὁ ἐμέ μισῶν καί τόν πατέρα μου μισεῖ. εἰ τά ἔργα μή ἐποίησα ἐν αὑτοῖς ἀ οὐδείς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὑκ εἶχον· νῦν δε καί ἑωράκασι καί μεμισήκασι καί ἐμέ καί τόν πατέρα μου. ἀλλ’ ἶνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὑτῶν, ὅτι ἐμίσησαν με δωρεάν. ὅταν δε ἔλθῃ ὁ παράκλητος ὀν ἐγώ πέμψω ὑμῖν παρά τοῦ πατρός, τό Πνεῦμα τῆς ἀληθείας ὁ παρά τοῦ πατρός ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περί ἐμοῦ· καί ὑμεῖς δε μαρτυρεῖτε, ὅτι ἀπ’ ἀρχῆς μετ’ ἐμοῦ ἐστε. Ταύτᾳ λελάληκα ὑμῖν ἶνα μή σκανδαλισθῆτε. ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ’ ἔρχεται ὤρα ἶνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῶ.

Δόξα.
Ταῖς τοῦ Σοῦ Ἁγίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Αὔγασμα νεόφωτον, τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, Μάρτυς ἱερόαθλε, διδασκάλων ἔκτυπον καὶ ἐκσφράγισμα, ἀθλητῶν πίστεως, τῶν πορφυρωσάντων, τὸν ποδήρη ῥείθροις αἵματος σοῦ τὸν ὑπέρσεπτον τῆς ἱερωσύνης ἐν ἔτεσιν ἐσχάτοις, εὐφημοῦμέν σε ὡς τῆς εὐσεβείας προπύργιον, καὶ τῆς Γαλαστίστης, φουρὸν καὶ ἀντιλήπτορα σεπτόν, ἐν πειρασμοῖς καὶ στενώσεσι, θαυμαστὲ Ἀγάπιε.

Σῶσον, ὁ Θεός, τὸν λαόν Σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀστραπαῖς ὁ φωτίσας, διδαχῶν σου ἐνθέων, σοφὲ Ἀγάπιε, Σχολῆς Ἀθωνιάδος, τοὺς μαθητάς εὐχῶν σου, φέγγει ζόφον διάλυσον, ἡμῶν παθῶν ἀθλητά, Νεομαρτύρων γέρας.

Νεολαίας ἰθῦντορ, πρὸς σκηνὰς σωτηρίας, σεμνὲ Ἀγάπιε, κοσμῆτορ Γαλατίστης, καὶ Θέρμης ἀντιλῆπτορ, μετανοίας τὴν σῴζουσαν, δεῖξον ἡμῖν ἀτραπόν, τοῖς μακαρίζουσί σε.

Παμφαές Νεομάρτυς, ἄστρον χρηστοηθείας, πιστοὺς ἁγίαζε, ἐξ οὐρανίων δόμων, τοὺς σπεύδοντας ὑμνῆσαι, σοῦ τὴν μνήμην Ἀγάπιε, τὴν φωταυγῆ καὶ λαμπράν, ἐν Γαλατίστης κώμῃ.

Θεοτοκίον.
Εὐσεβῶν ἐν κινδύνοις, ἀντιλῆπτορ ταχεῖα, καὶ καταφύγιον, Κυρία Θεοτόκε, λιταῖς τοῦ Ἀγαπίου, τοῦ κλεινοῦ Νεομάρτυρος, ῥύου ἡμᾶς συμφορῶν, καὶ βλάβης ἀνεικέστου.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ῥοαῖς αἱμάτων, ὁ Θέρμην καθαγιάσας, σαῖς πανσέπτοις, Ἀγάπιε Μάρτυς, νάμασιν εὐχῶν σου, παθῶν μου ῥύπον πλῦνον.

Ἱερομάρτυς, μαρτυρικὴν παῤῥησίαν, πρὸς Θεὸν ὡς κατέχων θεόθεν, πέμψον μοι σὴν χάριν, Ἀγάπιε στεῤῥόφρον.

Συνέτισόν με, καὶ τῆς ἀγάπης μοι δεῖξον, ἀτραπὸν νῦν Ἀγάπιε μάκαρ, τὴν εὐθεῖαν εὖχος, τῆς Γαλατίστης νέον.

Θεοτοκίον.
Κόπασον σάλον, ἡμῶν παθῶν Θεοτόκε, ποντουμένων ἐν βίου ταῖς δίναις, Κεχαριτωμένη, πιστῶν παραμυθία.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἐξ ὕψους οὐρανίου, ἔνθα συγχορεύεις, Ἀγγέλων δήμοις, Ἀγάπιε πάντιμε, τήρει ἐχθροῦ ἐπηρείας, ἡμᾶς ἀπήμονας.

Παντοίων ἀλγηδόνων, ἀνωτέρους τήρει, σοὺς ὑμνηπόλους Ἀγάπιε ἄλκιμε, Νεομαρτύρων φαιδρότης, καὶ ἀγαλλίαμα.

Εὐλόγει Γαλατίστης, δήμους σε ὑμνοῦντας, ὡς ἀντιλήπτορα θεῖον Ἀγάπιε, ἐν συμφοραῖς καὶ ἀνάγκαις καὶ περιστάσεσι.

Θεοτοκίον.
Χαρὰ καὶ εὐφροσύνη, πάντων Χριστωνύμων, Θεογεννῆτορ ἡμῶν λῦσον θλίψεων, τὴν σκοτομήνην ἐν ὕμνοις, μακαριζόντων σε.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις, Ἱερέων ἡ χαρμονή, χαίροις Ἀθλοφόρων, νεοάθλων ἡ καλλονή, χαίροις Γαλατίστης τὸ καύχημα τὸ μέγα, καὶ διδασκάλων γέρας, Μάρτυς Ἀγάπιε.

Χαίροις, ὁ φερώνυμος τῆς διπλῆς, πρὸς Θεὸν ἀγάπης, καὶ πρὸς ἔγγιστα καὶ μακράν, χοϊκούς τρισμάκαρ Ἀγάπιε Μαρτύρων, ἱεροάθλων νέων γέρας καὶ σέμνωμα.

Χαίροις, Γαλατίστης γόνος σεπτός, τῆς Ἀθωνιάδος, διδασκάλων ἡ λαμπηδών, χαίροις, Ἱερέων καὶ Ἀθλοφόρων νέων, σεμνότης εὐσεβείας βάθρον, Ἀγάπιε.

Χαίροις, ὁ ἐν Θέρμῃ μαρτυρικῶς, δόλιχον ἀνύσας, τῆς προσκαίρου σου βιοτῆς, καὶ διπλοῦς στεφάνους, λαβὼν παρὰ Ὑψίστου, ὡς Ἱερεὺς καὶ Μάρτυς θεῖος, Ἀγάπιε.

Σκέπε τὴν Γαλάτισταν ἀκλινῶς, τὴν σεμνυνομένην, τοῖς σπαργάνοις σου ἀθλητά, Ἱερομαρτύρων τῶν νέων κοσμιότης, Ἀγάπιε ἀλκίφρον, πίστεως σέμνωμα.

Φώτιζε χορείας τῶν μαθητῶν, καὶ τῶν διδασκάλων, ὁμηγύρεις νεοφανὲς Μάρτυς, ὁ διδάξας ἐν τῷ Ἀθωνιάδι ἐν χρόνοις τοῖς ἐσχάτοις, Μάρτυς Ἀγάπιε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον.Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Γαλατίστης κοσμῆτορ καὶ φύλαξ ἄγρυπνε, Ἱερομάρτυς γενναῖε, ἐν Θέρμῃ ἀποκτανθεὶς ἀπηνῶς, ἠθῶν χρηστότητος διδάσκαλε, ἄρτι, μὴ παύσῃ δυσωπῶν, τὸν εὐΐλατον Θεὸν ἐμπλῆσαι ἡμῶν καρδίας, ἀγάπης καὶ ὁδηγῆσαι, ἡμᾶς πρὸς δόμους ἀφθαρτότητος.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Γόνε Γαλατίστης εὐθαλές, διδασκάλων Ἀθωνιάδος Σχολῆς φωστὴρ νεαυγές, Ἱερέων καύχημα καὶ πολυτίμητον νεοάθλων καλλώπισμα, ὁ χθόνα φοινίξας Θέρμης τοῖς σοῖς αἵμασι, στεῤῥὲ Ἀγάπιε, ῥύου συμφορῶν κατωδύνων, θλίψεων παντοίων καὶ βλάβης, ἐχθρικῆς τοὺς πόθῳ εὐφημοῦντάς σε.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον.
Χρυσοστόμου φύλαξ γενοῦ, Ἀγάπιε,
Γαλατίστης γόνε, βοᾷ Χαραλάμπης.

 

Πηγή