Παρακλητικός Κανών εις τον Άγιο Ιερομάρτυρα Ευσέβιον Επίσκοπο Σαμοσατών

†Εορτάζεται στις 22 Ιουνίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὸ τροπάριον·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῶν Σαμοσάτων τὸν κλεινὸν Ἱεράρχην καὶ Ὀρθοδόξων στηριγμὸν καὶ προστάτην, τῆς Ἐκκλησίας ἄγρυπνον καὶ πάνοπλον φρουρόν, πάντες εὐφημήσωμεν, οἱ πιστοί, μετὰ πόθου· χαῖρε, ὦ Εὐσέβιε, ἐκβοῶντες ἐν πίστει· ταῖς σαῖς πρεσβείαις δυσώπει τὸν Θεὸν πᾶσι δοθῆναι πταισμάτων ἄφεσιν.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα, ὁ Κανών οὗ ἡ ἀκροστιχίς ἐν τῇ θ΄ᾠδῇ· Ἰωσήφ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἀγάπης τῆς θείας,  Πάτερ, πλησθεὶς Χριστοῦ ἐμιμήσω τὸ τε πρᾶον καὶ ταπεινὸν καὶ τέλους Μαρτύρων ἠξιώθης, τῷ ἀμαράντῳ στεφάνῳ κοσμούμενος.

Τὴν δόξαν ζηλώσας τὴν θεϊκὴν ἀνέδραμες, μάκαρ, εἰς τὴν ἄληκτον χαρμονήν, λαμπρύνας στολὴν τὴν τῆς ψυχῆς σου τῷ ἐρυθρῷ τῶν αἱμάτων χιτῶνί σου.

Διωγμοὺς ὑπομείνας καρτερικῶς διήλεγξας πλάνην τοῦ Ἀρείου τὴν βδελυράν, σφραγίζων σου τὴν ὁμολογίαν βιαιοτάτῳ θανάτῳ, Εὐσέβιε.

Θεοτοκίον.
Βουλὴν προαιώνιον μυστικὴν ὑπούργησας, Κόρη, ἐξ ἀμέτρου ὑπακοῆς, δειχθεῖσα τοῦ Πνεύματος δοχεῖον καὶ τὸν Σωτῆρα τοῦ κόσμου κυήσασα.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἐγκοσμούμενος, Πάτερ μαρτυρικαῖς λάμψεσι καὶ Ἱεραρχῶν ταῖς χορείαις συναυλιζόμενος, τοὺς ἑορτάζοντας τὴν σὴν πανσέβαστον μνήμην φύλαττε, Εὐσέβιε, ἐκ πάσης θλίψεως.

Διεσκέδασας πᾶσαν τὴν ἀχλὺν τῶν αἱρέσεων λόγοις σελασφόροις καὶ ἔργοις, πάτερ Εὐσέβιε, καὶ καθυπέδειξας Ὀρθοδοξίας τὴν τρίβον, τὴν εἰς λιμένα εὔδιον ὄντως ἀπάγουσαν.

Πυρπολούμενος, μάκαρ, τῷ τοῦ Θεοῦ ἔρωτι, πάθη τῆς σαρκὸς ὑποτάξας ἀπὸ νεότητος, Πνεύματος γέγονας τὸ καθαρώτατον σκεῦος καὶ λαὸν ἐποίμανας ἐν ὁσιότητι.

Θεοτοκίον.
Χειραγώγησον πάντας τοὺς εὐσεβεῖς δούλους σου πρὸς τὸν σωτηρίας λιμένα καὶ καθοδήγησον ἐν τρικυμίαις παθῶν καὶ καταιγίσι τοῦ βίου, ὡς πυξὶς ἀλάθητος, Θεομακάριστε.

Ἐνίσχυσον τῶν Ὀρθοδόξων, Εὐσέβιε, τοὺς ἀγῶνας κατὰ δαιμόνων καὶ πάσης αἱρέσεως καὶ δίδαξον εὐσεβείας τοὺς τρόπους.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Φαιδρύνας τὸν βίον τῶν ἀρετῶν ἐλλάμψεσι ποιμὴν ἀγαστὸς ἀνηγορεύθης, ὅσιε Εὐσέβιε ἀοίδιμε, Ἱεραρχῶν τὸ κλέισμα, ὑπὲρ ἡμῶν Χριστὸν καθικέτευε, τῶν μετὰ πόθου τελούντων τὴν μνήμην σου.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὀρθοδόξων τὸ φρόνημα διδαχαῖς ὁσίαις, μάκαρ, ἐστήριξας, ὑπομένων ἐν στεῤῥότητι τὰς ὑπερορίας ὑπὲρ πίστεως.

Ἐκκλησίας ἑδραίωμα, τῆς Ὀρθοδοξίας στήλην ἀσάλευτον καὶ ἰάσεων θησαύρισμα πάντες σὲ γιγνώσκομεν, Εὐσέβιε.

Ἱεροῖς σου διδάγμασι καὶ νομοθεσίαις θείαις ἐστήριξας Ὀρθοδόξων τὴν συνείδησιν καὶ τοῦ μαρτυρίου σου τοῖς αἵμασιν.

Θεοτοκίον.
Ἡ λυχνία ἡ πάμφωτος ἡ φέρουσα τὸ θεῖον λαμπάδιον ἐγνωρίσθης, Θεονύμφευτε, σύμπαντα τὸν κόσμον καταυγάζουσα.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἄστρον φαεινὸν ἐν τῷ κόσμῳ ἐξανέτειλας, τῶν δογμάτων σου τῷ φέγγει θαυμαστὲ καταυγάζων Ὀρθοδόξων τὴν διάνοιαν.

Ἔστησας, σοφέ, τὸ κατὰ τῆς πλάνης τρόπαιον, ὑγιοῦς διδασκαλίας τῷ φωτί, φερωνύμως ἐκδιδάσκων τὴν εὐσέβειαν.

Ἴθυνας λαὸν πρὸς λιμένα τὸν σωτήριον, ἐκβυθίσας τοῦ Ἀρείου διδαχὴν τῇ πλημμύρᾳ, τῶν αἱμάτων σου, Εὐσέβιε.

Θεοτοκίον.
Χείλεσιν, Ἁγνή, καὶ καρδίᾳ μεγαλύνω σε ὡς Μητέρα τοῦ Θεοῦ καὶ Λυτρωτοῦ, δυσωπῶν σε· τὴν ψυχήν μου φωταγώγησον.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἐκήρυξας ὁμοούσιον Λόγον καὶ συνάναρχον Πατρὶ τὸν Σωτῆρα, τῆς βδελυρᾶς τοῦ Ἀρείου μανίας ἐξαφανίσας τὸ μάταιον φρόνημα, Εὐσέβιε, τῶν εὐσεβῶν ἀῤῥαγὲς καὶ στεῤῥὸν περιτείχισμα.

Ὡς ῥόδον, ὡς εὐωδέστατον κρίνον, ὡς Παράδεισος Θεοῦ ἀνεδείχθης, μέσον ζωῆς κεκτημένος τὸ ξύλον, τὸν φυτουργὸν τῶν ἁπάντων καὶ Κύριον· Εὐσέβιε, καὶ νῦν ἡμᾶς εὐωδίας πληροῖς θείου Πνεύματος.

Ῥαντίσματι τῶν σεπτῶν σου αἱμάτων, πορφυρίδα σεαυτῷ ἐπιχρώσας βασιλικὴν προσεχώρησας, Πάτερ, μετ’ εὐφροσύνης εἰς θείᾳ Βασίλεια, παρίστασθαι τῷ Βασιλεῖ τῶν αἰώνων, παμμάκαρ Εὐσέβιε.

Θεοτοκίον.
Νοήσαντες θεηγόροι Προφῆται μυστηρίου σου τὸ ἄπειρον βάθος, τοῦτο σαφῶς προεδήλωσαν, Κόρη, δι’ αἰνιγμάτων καὶ θείων προῤῥήσεων· τὸν Λόγον γὰρ τὸν τοῦ Πατρὸς ὑπὲρ λόγον, Ἁγνή, ἐσωμάτωσας.

Ἐνίσχυσον τῶν Ὀρθοδόξων, Εὐσέβιε, τοὺς ἀγῶνας κατὰ δαιμόνων καὶ πάσης αἱρέσεως καὶ δίδαξον εὐσεβείας τοὺς τρόπους.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου ῥείθροις.
Τῆς εὐσεβείας ἐνσπείρας διδάγματα, τὰ τοῦ Ἀρείου ζιζάνια ἔτεμες καὶ τῶν Μαρτύρων δεξάμενος στέφανον ὁμολογίαν τῷ αἵματι ἐπεσφράγισας· ὅθεν ὑμνοῦμέν σε, Εὐσέβιε ἔνδοξε.

Προκείμενον.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχος. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Aὐτοῦ.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. ιβ΄ 8-12).

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ, ἔμπροσθεν τῶν Ἀγγέλων τοῦ Θεοῦ. Ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων, ἀπαρνηθήσεται ἐνώπιον τῶν Ἀγγέλων τοῦ Θεοῦ. Καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν Υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ Ἅγιον Πνεῦμα βλασφημήσαντι, οὐκ ἀφεθήσεται. Ὅταν δὲ προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς, καὶ τὰς ἀρχὰς, καὶ τὰς ἐξουσίας, μὴ μεριμνᾶτε, πῶς ἢ τί ἀπολογήσησθε, ἢ τί εἴπητε· τὸ γὰρ ῞Αγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν.

Δόξα.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Τὶ σε ὀνομάσωμεν τῶν Ὀρθοδόξων οἱ δῆμοι, ἔνδοξε Εὐσέβιε· εὐσεβείας τεῖχος τὸ ἀπροσμάχητον, Ἱεράρχην ἄκακον, Ἐκκλησίας στῦλον, Ἀθλητῶν τὸ ἐγκαλώπισμα, δρεπάνην τέμνουσαν τῶν αἱρετιζόντων ζιζάνια καὶ σῖτον τὸν οὐράνιον εἰς αὐλὰς Κυρίου συνάγουσαν· δρόσον ἰαμάτων, ἐξαίρουσαν τὸν καύσωνα παθῶν, πηγὴν τὴν ὄντως ἀστείρευτον θείας ἀναψύξεως.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Ὕμνοις σχολάζων, Ἱεράρχα, καὶ δεήσεσιν ἐκοίμισας τὰ πάθη καὶ ἡμῶν τῶν πιστῶν ἄγρυπνος ὤφθης φύλαξ, τῶν εὐσεβῶς ὑμνούντων σε καὶ τελούντων σου τὴν μνήμην.

Μάρτυς δειχθεὶς καὶ Ἱεράρχης, τὰ οὐράνια ἐνθέως ἐκληρώσω καὶ τῷ θρόνῳ βοῶν παρίστασαι τοῦ Κτίστου· εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Ὄρθρος ἀνέτειλας κηρύττων τὸν ἐκλάμψαντα Πατρὸς πρὸ ἑωσφόρου Ἰησοῦν, τὸν Χριστόν, φωστὴρ τῆς Ἐκκλησίας, Ἱεραρχῶν ἀγλάισμα, Ἀθλοφόρων ὡραιότης.

Θεοτοκίον.
Νόμους τῆς φύσεως, Παρθένε, τῇ κυήσει σου καινίζεις παραδόξως καὶ φθαρέντας ἡμᾶς κακίστῃ παραβάσει ἀναχωνεύεις· ὅθεν σε κατὰ χρέος εὐφημοῦμεν.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Σὺν Ἱεράρχαις καὶ Ἀθλοφόρων χορείαις τὸν Χριστόν, Εὐσέβιε, δυσώπει πάντας Ὀρθοδόξους τυχεῖν θείου ἐλέους.

Ἐν ἀγαθῇ τῇ συνειδήσει, τρισμάκαρ, καὶ τῇ μαχαίρᾳ τῶν ἱερῶν σου λόγων κατέκοψας τὴν πλάνην δεινὴν τὴν τοῦ Ἀρείου.

Αἱρετιζόντων τὴν ματαιότητα πᾶσαν διελέγχων, Εὐσέβιε, ἀνδρείως ὡς μάρτυς ἀνῃρέθης, στεῤῥότατα ἀθλήσας.

Θεοτοκίον.
Ἀδιαφθόρως τὸν Θεὸν Λόγον τεκοῦσα, τὸν ὑψώσαντα οὐσίαν τῶν ἀνθρώπων, μακαρίζομεν σε, πανύμνητε Παρθένε.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰδεῖν κατηξιώθης, Πάτερ, τὰ μακρόθεν τῇ ἱερᾷ σου ψυχῇ ἐλπιζόμενα καὶ πρὸς ἀνέσπερον φέγγος χαίρων ἐσκήνωσας.

Ὡραῖος ἀπεφάνθης ταῖς θεηγορίαις καὶ ἀγαθαῖς ἐργασίαις, Εὐσέβιε, καὶ ταῖς παντίμοις τῶν ἄθλων, μάκαρ, λαμπρότησι.

Στησώμεθα χορείαν, ἐν ἀγγαλλιάσει τὸν ἱερὸν εὐφημοῦντες Εὐσέβιον, τῆς εὐσεβείας τῷ κάλλει, ἀγλαϊζόμενον.

Ἡ θήκη σου μυρίζει χάριν ἰαμάτων, ἡ δὲ ἁγία σου μνήμη, Εὐσέβιε, καταφωτίζει τὸν Κόσμον, ὡς μέγας ἥλιος.

Θεοτοκίον.
Φιλάγαθε Παρθένε, τὴν κεκακωμένην τῇ ἁμαρτίᾳ ψυχήν μου ἀγάθυνον, ἡ τὸν πανάγαθον Λόγον σαρκὶ κυήσασα.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις, τῆς Τριάδος μυσταγωγὲ καὶ τῶν Σαμοσάτων ποιμενάρχα καὶ ὁδηγέ· χαίροις, ὁ τοῦ Λόγου πιὼν μετ’εὐφροσύνης ποτήριον τὸ θεῖον, μάκαρ Εὐσέβιε.

Ζηλωτὴς διάπυρος καὶ θερμὸς τῆς Ὀρθοδοξίας καὶ δογμάτων τῶν ἱερῶν, ἀρετῶν ὁ μύστης καὶ ἄριστος ἐργάτης, Εὐσέβιε, ἐφάνης τῷ θείῳ βίῳ σου.

Χαίροις, τοῦ Κυρίου ὁ μιμητὴς καὶ τοῦ πρωτοάθλου ὁ ἑπόμενος τοῖς ὁδοῖς, ἀνεξικακίας διδάσκαλος ὁ μέγας καὶ ταπεινοφροσύνης λαμπὰς ἡ ἄσβεστος.

Χαίροις, εὐσεβείας καθηγητὰ καὶ τῆς ἀληθείας ἀκατάβλητε Ἀθλητά· χαίροις, τῆς Ἐώας ἀστὴρ ὁ διαλάμπων καὶ πάσης Ἐκκλησίας θεῖον ὑπόδειγμα.

Πάντα τὰ παρόντα καταλιπών, δόξης ἐφημέρου, καὶ προσκαίρου ὑπεριδών, στάδιον ὑπῆλθες διωγμῶν καὶ μαρτυρίου, εἰρήνην κατακτήσας τὴν ἀτελεύτητον.

Εὐσεβείας νάμασι ζωηροῖς ἄρδευσον καρδίας τῶν τελούντων σὴν ἑορτὴν καὶ δώρησαι ὑγίειαν ψυχῶν τε καὶ σωμάτων τοῖς ἐπικαλουμένοις τὴν σὴν ἀντίληψιν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Σοφίας τοῦ Πνεύματος καταυγασθείς τῷ φωτί, τὸν λόγον ἐτράνωσας τῆς εὐσεβείας ἡμῖν, Εὐσέβιε ἔνδοξε· σὺ γὰρ ἱεραρχήσας εὐσεβῶς τῇ Τριάδι, ἤθλησας θεοφρόνως καὶ τὴν πλάνην καθεῖλες· καὶ νῦν, Πάτερ, δυσώπησον σώζεσθαι ἅπαντας.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Χαίροις, τῶν θαυμάτων ποταμέ, νοητῆς Ἐδὲμ καταρδεύων γῆν τὴν πανεύφορον, πάνσεπτε Εὐσέβιε, ἱεραρχῶν καλλονή, ὁ κρατὴρ ὁ πληρούμενος ναμάτων ἐνθέων, φύλαξ καὶ ὑπέρμαχος τῶν Ὀρθοδόξων σοφός· σκέπε, ταῖς ἁγίαις εὐχαῖς σου, πάντας τοὺς προστρέχοντας πόθῳ τῇ θερμῇ καὶ θείᾳ ἀντιλήψει σου.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Εὐχαριστῶ θερμῶς τὸν ἐν Χριστῷ ἀδελφὸν Ἀθανάσιο,
διὰ τὴν παραχώρησιν τῆς Παρακλήσεως.

Πηγή