Παρακλητικός Κανών εις τον Άγιο Ιερομάρτυρα Κύριλλο Στ΄ Πατριάρχη Κωσταντινουπόλεως

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

†Εορτάζεται στις 18 Απριλίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὸ ἑξῆς·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Βασιλευούσης Ποιμενάρχα θεόφρον, ὁ εὐσεβείᾳ τὸν σὸν βίον κοσμήσας, καὶ μαρτυρίου σκάμμασι σφραγίσας αὐτόν, Κύριλλε μακάριε, μὴ ἐλλίπῃς πρεσβεύων, τῷ σοφῷ Παντάνακτι, χρεωλύτῃ Κυρίῳ, πταισμάτων δοῦναι ἄφεσιν ἡμῖν, τοῖς μελῳδοῦσι, τὴν θείαν σου ἄθλησιν.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Κύριλλε Ἱερομάρτυς, σκέπε με οὐρανόθεν. Χ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Κυρίων τὸν Κύριον καὶ Θεόν, νεόφωτε λύχνε, Ἐκκλησίας ὁ ἀστραπαῖς, ἐκλάμψας ἀγώνων σου δυσώπει, ψυχῆς εἰρήνην διδόναι μοι Κύριλλε.

Ὑμνῶν σου τὴν ἄθλησιν ἐκτενῶς, σοφὲ Ἱεράρχα, Βυζαντίου ὑπὲρ ἡμῶν, ἱκέτευε Κύριλλε ἀπαύστως, τὸν Λυτρωτὴν καὶ Σωτῆρα κραυγάζω σοι.

Ῥιφὲν ἐν τῷ Ἕβρῳ τῷ ποταμῷ, τὸ σκῆνός σου Πάτερ, προσωρμίσθη τῷ εὐκλεεῖ, Πυθίου χωρίῳ οὗ προστάτης, τετιμημένος ὦ Κύριλλε πέφηνας.

Ἰδοὺ Ὀρθοδόξων σοι οἱ χοροί, προστρέχομεν πόθῳ, τῷ αἰσχύναντι τοὺς ἐχθρούς, ἐνστάσει σου Κύριλλε ἀτρέπτῳ, ἵνα ῤυσθῶμεν μανίας τοῦ δράκοντος.

Θεοτοκίον.
Λυτρώσασα πάντας τοὺς γηγενεῖς, τῷ θείῳ Σου Τόκῳ, χαριτόβρυτε Μαριάμ, ἰσχύν μοι παράσχου τοῦ πατεῖν με, τὰς μηχανὰς τοῦ δεινοῦ πολεμήτορος.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Λαμπρυνόμενος φέγγει πανευλαβῶν πράξεων, ἅμα καὶ ῥημάτων ἐνθέων, ἄριστε Κύριλλε, χάριν ἡμῶν τῶν παθῶν, εὗρες ἀχλὺν διαλύειν, ταῖς πυρφόροις λάμψεσι, τῶν σῶν ἐντεύξεων.

Ἐν ἀγχόνῃ τὸ σῶμα τὸ σὸν σεπτὲ Κύριλλε, δέδωκας διὰ τὴν ἀγάπην, τοῦ Παντοκράτορος· ὅθεν κᾀμοῦ τὴν ψυχήν, ἀγάπης πλήρωσον θείας, ὅπως εὕρω ἔλεος, ἐν ὥρᾳ Κρίσεως.

Ἱκετεύω σε Μάρτυς Πατριαρχῶν καύχημα, τὴν πολυνοσοῦσαν ψυχήν μου, τάχος θεράπευσον, ἐν ταῖς πληγαῖς ἐπιθείς, αὐτῆς λιτῶν σου ἀόκνων, φάρμακα σωτήρια, ἄκακε Κύριλλε.

Εὐλαβῶς σοι προσπίπτων ἀναβοῶ· Κύριλλε, τῆς ἀοργησίας ταμεῖον, ὄντως ἀσύλητον, ὀργῆς ζοφώδους ἀχλύν, τὴν ψυχοφθόρον πρεσβείαις, σαῖς θερμαῖς ἀπέλασον, ἐκ τοῦ σοῦ πρόσφυγος.

Θεοτοκίον.
Ῥυπωθεὶς οἴμοι Μῆτερ τοῦ Λυτρωτοῦ ἄσπιλε, τοῖς ἁμαρτωλοῖς λογισμοῖς μου, καὶ ἔργοις κράζω Σοι· ταῖς ῥυπτικαῖς Σου εὐχαῖς, πρὸς τὸν Υἱόν Σου τὸν νοῦν μου, κάθαρον καὶ σῶσόν με, Θεοχαρίτωτε.

Διάσωσον, Ἱερομάρτυς ἐκ θλίψεων δυσφορήτων, αἰτουμένους τὴν ἀρωγὴν τὴν θείαν σου Κύριλλε, πανάριστε Πρόεδρε Βυζαντίου.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Χοροῖς Ἀθλητῶν τῶν πάλαι συνηρίθμησαι, ἐν τοῖς οὐρανοῖς ποιμένων κλέος Κύριλλε· διὸ χάριν εἴληφας, ἐκτενῶς πρεσβεύειν πρὸς Κύριον, ὑπὲρ ἡμῶν τῶν πίστει ἀκλινεῖ, τιμώντων τὴν πάντιμόν σου ἄθλησιν.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὀρθοδόξων ἑδραίωμα, Ἀδριανουπόλεως ἐγκαλλώπισμα, καὶ Πυθίου μέγα καύχημα, χεῖρα ἀντιλήψεώς μοι ἔκτεινον.

Μύστα χάριτος γνήσιε, ἀξιοσυμπάθητε μάκαρ Κύριλλε, ῥῶσιν δίδου μοι ἑκάστοτε, καὶ παθῶν ἀτόπων ἀπολύτρωσιν.

Ἀδοξίας τοῦ χείρονος, ῥῦσαι τοὺς τιμῶντάς σε Μάρτυς Κύριλλε, ἱερεῖον ὥσπερ ἄμωμον, καὶ ἀμνὸν τῆς πίστεως νεόθυτον.

Θεοτοκίον.
Ῥώμῃ θείᾳ Παντάνασσα, τοὺς ὑμνολογοῦντάς Σε ἐνδυνάμωσον, ἵνα ἅπαντα πατήσωμεν, τὰ τοῦ μιαροῦ βελίαρ ἔνεδρα.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Τεῖχος ἱερόν, ἀκακίας καὶ συνέσεως, ἐλευθέρωσον ἡμᾶς ἐκ συμφορῶν, αἰτουμένος τὴν σὴν χάριν θεῖε Κύριλλε.

Ὕμνοις τοὺς σεπτούς, ἄθλους ᾄδομέν σου Κύριλλε, δι’ ὧν ᾔσχυνας βουλὰς Ἀγαρηνῶν, τῶν ἐν κλύδωσι τοῦ βίου ναῦ θεότευκτε.

Σβέσον τοῦ ἐχθροῦ, τὰ πυρίφλεκτα τοξεύματα, ὁ ἀγχόνῃ ἀπηνῶς αἰωρηθείς, καθ’ ἡμῶν Ἱερομάρτυς τὰ κινούμενα.

Θεοτοκίον.
Σκέδασον Ἁγνή, τὴν μανίαν τοῦ ἀλάστορος, τοῦ ζητοῦντος Θεονύμφευτε ἡμᾶς, ἀπολέσαι τοὺς γεραίροντας τὸν Τόκον Σου.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Καλλώπισμα, Βυζαντίου μέγιστον, τὴν ὀφρῦν τοῦ ἀλαζόνος τυράννου, ὁ κατασπάσας εὐψύχως καὶ πλάνον, ἀπαγχονίσας ἐχθρὸν καθυπέμεινας, ἀγχόνην πάντων τῶν πιστῶν, βοηθὸς οὐρανόθεν γενόμενος.

Ἐμπέπτωκα, θεοφόρε Κύριλλε, ἐν ζοφώσει λάκκῳ ἀμπλακημάτων, ἀλλὰ θαῤῥῶν, ταῖς σαῖς θείαις πρεσβείαις, ἐκτείνω χεῖρας δεόμενος· Ἅγιε, ἀνάγαγέ με καὶ πρὸς φῶς, σωτηρίας ταχὺ χειραγώγησον.

Πραότητος, ἐκμαγεῖον Κύριλλε, καὶ ῥητόρων δεινοτάτη ἀκρότης, ἐν τοῖς ἐσχάτοις τοῖς χρόνοις προθύμως, ὑπὲρ Χριστοῦ, ὁ ἀγχόνην δεξάμενος, δυνάμωσον τοὺς εὐσεβεῖς, ἀντικροῦσαι ἐχθρὸν φρυαττόμενον.

Θεοτοκίον.
Ἐλέησον, Θεοτόκε Δέσποινα, ἡ τὴν ἄβυσσον ἐλέους τεκοῦσα, καὶ τῆς ἀρᾶς ῥυσαμένη τὸν κόσμον, τοὺς βαρουμένους μυρίοις ἐγκλήμασιν, ἁμαρτιῶν καὶ τῇ θερμῇ, μητρικῇ ἀρωγῇ Σου προστρέχοντας.

Διάσωσον, Ἱερομάρτυς ἐκ θλίψεων δυσφορήτων, αἰτουμένους τὴν ἀρωγὴν τὴν θείαν σου Κύριλλε, πανάριστε Πρόεδρε Βυζαντίου.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τοῦ Βυζαντίου θεόφρονα Πρόεδρον, βλαστὸν κλεινὸν τῆς Ἀδριανουπόλεως, καὶ τοῦ Πυθίου προστάτην θερμότατον, ἀνευφημοῦντες τιμήσωμεν κράζοντες· Μαρτύρων κρηπὶς χαῖρε Κύριλλε.

Προκείμενον.
Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτης τῆς καρδίας μου σύνεσιν.
Στίχος. Οἱ Ἱερεῖς Σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσονται.

Εὐαγγέλιον
Ἐκ κατά Ματθαίον
(Κεφ. ι΄ 32-33, 37-38, ιθ΄ 27-30).
Εἶπεν ὁ Κύριος· πᾶς ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς· ὅστις δ᾿ ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος. Τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ· ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν; Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι, ἐν τῇ παλιγγενεσίᾳ, ὅταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. Καὶ πᾶς ὃς ἀφῆκεν οἰκίας ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ γυναῖκα ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν τοῦ ὀνόματός μου, ἑκατονταπλασίονα λήψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει. Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι.

Δόξα.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Τὸ σεπτόν σου λείψανον, προσορμισθὲν ἐν Πυθίῳ, εὗρεν ἐν τῷ ῥεύματι, Ἕβρου θείᾳ χάριτι, καὶ ἐξήγαγεν, ἐξ αὐτοῦ Ἕλλην τις, τοῦ Πυθίου γόνος, ὃς κηδεύσας ἐναπέθετο, τρισμάκαρ Κύριλλε, ἐν αὐτοῦ τῷ οἴκῳ ὡς ἄσυλον, θησαύρισμα ὑπέρμαχε, πάσης Ὀρθοδόξου ὑπάρξεως· ὅθεν σοι κραυγάζω· διάλυσον ψυχῆς μου σκοτασμόν, καὶ ἀθυμίας τὴν ζόφωσιν, ὅπως μεγαλύνω σε.

Σῶσον, ὁ Θεός, τὸν λαόν Σου….

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Μαρτυρίου προθύμως, ὑπεισῆλθες παμμάκαρ τὸ θεῖον στάδιον, ἐν Ἀδριανουπόλει· διὸ παρακαλῶ σε, πολιτείας τῆς κρείττονος, βοήθησον εἰσελθεῖν, κᾀμοὶ καλῶς τὰς πύλας.

Εὐεξίαν σωμάτων, καὶ ψυχῶν εὐτονίαν φωσφόρε Κύριλλε, χορήγησον λιταῖς σου, τοῖς σὲ ὑμνολογοῦσιν, ὡς Ποιμένα θεόσδοτον, ἐμπρέποντα ἱερῷ, καὶ θεαρέστῳ βίῳ.

Ὁλοφώτιστε πύργε, ἀρετῶν οἱ τῆς Ἄγαρ υἱοὶ ἀνεῖλόν σε, ἀγχόνῃ· ὅθεν Μάρτυς, Ἀγγέλων συμπολίτης, γεγονὼς χάριν εἴληφας, ἐλαύνειν ἐκ τῶν πιστῶν, τὸν ζόφον ἀγνωσίας.

Θεοτοκίον.
Ὑπερύμνητε Κόρη, τὰς ἐφόδους τοῦ πλάνου ἐχθροῦ ἐκδίωξον, καὶ ἄνοιξόν μοι πύλας, γνησίας μετανοίας, καὶ ζωῆς καθαρότητος, ἵνα ὑμνῶ Σε ἀεί, τὴν Κεχαριτωμένην.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ῥοὴν δακρύων, εἰς ἀναψύχουσαν δρόσον, μεταποίησόν μου σαῖς ἱκεσίαις, ταῖς θερμαῖς πρὸς Κτίστην, σεπτὲ Ἱερομάρτυς.

Ἀπὸ σκανδάλων, καὶ συμφορῶν ὀλεθρίων, ἐλευθέρωσον σὲ τοὺς τιμῶντας, Κύριλλε ὡς ἄνθος, νεόδρεπτον Κυρίου.

Νεομαρτύρων, πανιερώτατον ἄγγος, μάκαρ Κύριλλε μὴ διαλλίπῃς, δυσωπῶν τὸν Κτίστην, ὑπὲρ τῶν σὲ ὑμνούντων.

Θεοτοκίον.
Ὅλῃ καρδίᾳ, Σὲ μεγαλύνω Παρθένε, καὶ προσφεύγω τῇ θείᾳ Σου σκέπῃ, ἐν δεινοῖς τοῦ βίου, καὶ συμφοραῖς τοῦ βίου.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Θεόφρον Ἱεράρχα, πάσης δυσπραγίας, τοὺς προσιόντας Κύριλλε λύτρωσαι, καὶ ἐκζητοῦντας ἀπαύστως τὸ θεῖον ἔλεος.

Εἰσάκουσόν μου Μάρτυς, ἔφορε Πυθίου, ὁ ἐν ὑστέροις ἀθλήσας τοῖς ἔτεσι, καὶ τὴν ὑγείαν δίδου μοι ἄμφω Κύριλλε.

Νῦν συμπολίτης πέλων, Κύριλλε Μαρτύρων, μὴ διαλίπῃς πρεσβεύων ἑκάστοτε, ὑπὲρ τοῦ τόδε ἐφύμνιον σοι ὑφάναντος.

Θεοτοκίον.
Χαρὰ τῶν θλιβομένων, τῶν νοσούντων ἄκος, καὶ πλουτισμὸς τῶν πενήτων Μητρόθεε, ὑπάρχεις· ὅθεν ἀπαύστως Σὲ μεγαλύνομεν.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις ὁ προθύμως ἀποκτανθείς, ὡς Ποιμὴν θεόφρον, Ἐκκλησίας Χριστοῦ καλός, Κύριλλε τρισμάκαρ, ὑπὲρ τοῦ σοῦ ποιμνίου, Ἀγαρηνῶν πατάσσων, τὴν ἰταμότητα.

Χαίροις Ἱεράρχα θεοφιλές, Βυζαντίου κλέος, καὶ προστάτα περιφανές, κώμης τοῦ Πυθίου, ἀπίστων καθαιρέτα, ὁ τῆς πικρᾶς ἀγχόνης, πεῖραν γευσάμενος.

Μιμητὴς γενόμενος τοῦ Χριστοῦ, τῆς ἱεραρχίας, θεῖον ἔνδυμα ἱεροῖς, ἔργοις σου καὶ λόγοις, ἐφαίδρυνας φωσφόρε, συνόμιλλε Μαρτύρων, πάντιμε Κύριλλε.

Τὸν Ἱερομάρτυρα τοῦ Χριστοῦ, Κύριλλον τὸν θεῖον, ἀνυμνήσωμεν οἱ πιστοί, τὸν αἰωρηθέντα, ἐν Ἀδριανουπόλει, ἀγχόνῃ ὡς ἐν Ξύλῳ, ὁ πολυεύσπλαγχνος.

Ἄστρον Ἐκκλησίας νεολαμπές, Κύριλλε μὴ παύσῃ, ἱκετεύων τὸν Λυτρωτήν, δοῦναι τὴν κατ’ ἄμφω, ὑγείαν τοῖς πόθῳ, τιμῶσί σου τὴν μνήμην, τὴν ἀεισέβαστον.

Κωνσταντινουπόλεως τὸν πυρσόν, ῥύστην τοῦ Πυθίου, καὶ προστάτην πανσθενουργόν, τὸν αἱμάτων ὄμβρους, ἐν Ἀδριανουπόλει, ἐκχύσαντα ἀσμένως, Κύριλλον μέλψωμεν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Κύριλλε, Μαρτύρων καλλονή, ὁ ἐν τοῖς ἐσχάτοις τοῖς χρόνοις, δεινῶς ἀπαγχονισθείς, σκέπε καὶ διάσωζε, τοὺς σοὶ προστρέχοντας, ἀπὸ πάσης κακώσεως, ὀργῆς τοῦ βελίαρ, δυσπραγίας θλίψεων, καὶ δυσφορήτου λιμοῦ· σύ γὰρ βοηθὸς ἐν ἀνάγκαις, πέλεις Ὀρθοδόξων ἁπάντων, τῶν ἀνευφημούντων σε ἐν ᾄσμασι.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

 

Πηγή