Δύο Παρακλητικοί Κανόνες εις τον Άγιο Ιερομάρτυρα Σεραφείμ

  1. Ποίημα Γερασίμου μοναχού Μικραγιαννανίτου

  2. Ποίημα Διονυσίου Ἱερομονάχου τοῦ Γορδίου

Παρακλητικός Κανών εις τον Άγιο Ιερομάρτυρα Σεραφείμ Αρχιεπίσκοπο Φαναρίου και Νεοχωρίου τον Θαυματουργόν

Ποίημα Γερασίμου μοναχού Μικραγιαννανίτου

†Εορτάζεται στις 4 Δεκεμβρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα άναγινώσκοντες τόν ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησιν μου ἐν τῆ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῆ δικαιοσύνη σοῦ καί μή εἰσέλθῃς εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σου πᾶς ζῶν. Ὂτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσον μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου μή ἀποστρέψῃς τό πρόσωπον σου ἀπ’ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοί ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μοῦ ἐξελοῦ μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. Δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μοῦ τό πνεῦμα σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματος σου, Κύριε, ζήσεις μέ, ἐν τῆ δικαιοσύνη σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος σου εἰμι.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ
ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὸ τροπάριον.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς κεκτημένος τῶν θαυμάτων τὴν χάριν, Ἱερομάρτυς Σεραφεὶμ θεοφόρε, τοῖς ἐν ἀνάγκαις βοηθεῖς ἑκάστοτε· ὅθεν ἡμᾶς λύτρωσαι, συμφορῶν καὶ κινδύνων, καὶ τῆς πικρᾶς μάστιγος, λοιμικῶν νοσημάτων· σὺ γὰρ προστάτης μέγιστος ἡμῶν· διὸ τῇ θείᾳ σου, κάρᾳ προσπίπτομεν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς
Σεραφείμ, δέχου ἡμῶν δεήσεις. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Συνέχομαι κλύδωνι χαλεπῷ, παθῶν ἀκαθάρτων, ὧν με λύτρωσαι τῆς φθορᾶς, τῇ σῇ ὀξυτάτῃ ἀντιλήψει, θαυματουργὲ Σεραφεὶμ ἱκετεύω σε.

Ἐν πόνοις σε ἔχοντες ἰατρόν, καὶ ἐν τοῖς κινδύνοις, ἑτοιμότατον βοηθόν, πάσης ἐκλυτρούμεθα ἀνάγκης, θαυματουργὲ Σεραφεὶμ τῇ πρεσβείᾳ σου.

Ῥυσθῆναί με πάσης ἐπιβουλῆς, καὶ νόσου καὶ βλάβης, καθικέτευε Σεραφείμ, τὸν σὲ θαυμαστώσαντα Δεσπότην, καὶ τῶν πταισμάτων διδόναι μοι ἄφεσιν.

Θεοτοκίον.
Ἀφράστως τεκοῦσα μετὰ σαρκός, τὸν ἄναρχον Λόγον, ἐξ αἱμάτων Σου τῶν ἁγνῶν, ἁγνόν με συντήρει Θεοτόκε, καὶ τῇ ψυχῇ καὶ τῷ σώματι δέομαι.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Φωταυγῆ ὡς ἀστέρα ἀρτιφανῶς λάμψαντα, ἄθλοις μαρτυρίου σε Πάτερ, καταπλουτήσαντες, σκότους τῶν θλίψεων, τῇ πρὸς Θεόν σου πρεσβείᾳ, Σεραφεὶμ λυτρούμεθα, ὑμνολογοῦντές σε.

Ἐκ πηγῶν οὐρανίων ἡ θαυμαστὴ κάρα σου, ἐπαρδευομένη ἀΰλως, βλύζει τοῖς χρήζουσι, χύδην τὰς χάριτας, φθοροποιῶν νοσημάτων, Σεραφεὶμ ξηραίνουσα, ἅπαντα βόρβορον.

Ἱλασμὸν ἡμῖν αἴτει καὶ τῶν παθῶν λύτρωσιν, καὶ δυσχερειῶν τῶν ἐν βίῳ, λύσιν ἑκάστοτε· σὲ γὰ κεκτήμεθα, πρὸς τὸν Θεὸν μέγαν πρέσβυν, Σεραφεὶμ τὴν χάριν σου, ἐπιβοώμενοι.

Θεοτοκίον.
Μητρικαῖς Σου πρεσβείαις πρὸς τὸν ἐκ Σοῦ λάμψαντα, Κεχαριτωμένη Παρθένε, ὑπὲρ κατάληψιν, δίδου ἑκάστοτε, χαρὰν καὶ φῶς καὶ εἰρήνην, τοῖς ὡς Θεοτόκον Σε, ἁγνὴν δοξάζουσιν.

Διάσωσον, Ἱερομάρτυς Κυρίου ἐκ πάσης βλάβης, τοὺς ἐν πίστει τῇ προστασίᾳ σου σπεύδοντας, ὡς δεδεγμένος θεόθεν πλουσίαν χάριν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αῖτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Προστάτης θερμὸς καὶ βοηθὸς ἐν θλίψεσιν, ἐδόθης ἡμῖν, παρὰ Θεοῦ μακάριε· διὸ ἡμᾶς φύλαττε, ἀσινεῖς ἀπὸ πάσης κακώσεως, Σεραφεὶμ καὶ ἐκ πάσης πληγῆς, τοὺς μέλποντας Πάτερ τοὺς ἀγῶνάς σου.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Δωρεῶν τῶν τοῦ Πνεύματος, Σεραφεὶμ πηγάζων χάριν τὴν ἄφθονον, θεραπεύεις τὰ νοσήματα, καὶ ὑγείαν νέμεις τοῖς αἰτοῦσί σε.

Ἱλαρῷ Πάτερ ὄμματι, ἴδε ἀοράτως τοὺς καταφεύγοντας, Σεραφεὶμ τῇ προστασίᾳ σου, καὶ παράσχου τούτοις τὰ αἰτήματα.

Χαλεπῶν περιστάσεων, καὶ ἀλλεπαλλήλων πόνων καὶ θλίψεων, ἀνωτέρους ἡμᾶς φύλαττε, Σεραφεὶμ ὡς θεῖος ἡμῶν ἔφορος.

Θεοτοκίον.
Ὀδυνώμενον ῥῦσαί με, συνοχῆς Παρθένε τῆς ἐπελθούσης μοι, καὶ γαλήνην τῇ καρδίᾳ μου, δίδου Θεοτόκε ἱκετεύω Σε.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὕπερθεν ἡμᾶς, ἐποπτεύοις Πάτερ ἵλεως, Σεραφεὶμ θαυματουργὲ ἀποσοβών, ἀφ’ ἡμῶν τοῦ πολεμίου τὰ βουλεύματα.

Ἤθλησας στεῤῥῶς, καὶ θαυμάτων χάριν εἴληφας, καὶ παρέχεις Σεραφεὶμ θαυματουργέ, τοῖς αἰτοῦσι τὰς αἰτήσεις συμπαθέστατα.

Μέγας ἀρωγός, καὶ προστάτης καὶ ὑπέρμαχος, ἀνεδείχθης Σεραφεὶμ θαυματουργέ, τοῖς ἐν πίστει καταφεύγουσι τῇ κάρᾳ σου.

Θεοτοκίον.
Ὤφθης τοῦ Θεοῦ, Θεοτόκε Μήτηρ ἄφθορος· δὸ λύτρωσαι παθῶν φθοροποιῶν, τοὺς δοξάζοντας τὰ θεῖα μεγαλεῖά Σου.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Νοσήματα, λοιμικὰ θεραπεύεις, καὶ παρέχεις τοῖς νοσοῦσιν ὑγείαν, λαβὼν θεόθεν ἐξαίρετον χάριν, θαυματουργὲ Σεραφεὶμ ἀξιάγαστε· διὸ τῆς λύμης τῆς αὐτῶν, ἀνωτέρους ἡμᾶς ἀεὶ φύλαττε.

Δυνάμει, τοῦ Παρακλήτου πηγάζει, ἡ ἁγία σου καὶ πάντιμος κάρα, ἁγιασμόν, καὶ ἰάματα πλεῖστα, καὶ λοιμικὰ καταπαύει νοσήματα, ὧν τῆς φθορᾶς καὶ προσβολῆς, ἀνωτέρους ἡμᾶς Πάτερ φύλαττε.

Ἐκ πάσης, ἐπιφορᾶς ὀλεθρίου, καὶ πικρῶν δυσπραγιῶν καὶ κινδύνων, καὶ συνοχῆς, πονηρᾶς καὶ μανίας, τῶν ἀκαθάρτων πνευμάτων ἀπάλλαξον, Ἱερομάρτυς Σεραφείμ, τοὺς προστάτην σε μέγιστον ἔχοντας.

Θεοτοκίον.
Ἡ πύλη, ἡ κεκλεισμένη καὶ θεία, ἣν διώδευσεν ὁ πάντων Δεσπότης, κεκλεισμένην αὐτὴν καταλείψας, τῆς μετανοίας μοι πύλας διάνοιξον, Θεογεννῆτορ Μαριάμ, τῶν παθῶν τὰς εἰσόδους μοι κλείουσα.

Διάσωσον, Ἱερομάρτυς Κυρίου ἐκ πάσης βλάβης, τοὺς ἐν πίστει τῇ προστασίᾳ σου σπεύδοντας, ὡς δεδεγμένος θεόθεν πλουσίαν χάριν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αῖτησις καί τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Ὡς Ἱεράρχης καὶ Μάρτυς ἀήττητος, θαυματουργὲ Σεραφεὶμ ἀξιάγαστε, παρέχεις ἀπαύστως βοήθειαν, τοῖς προσιοῦσιν ἐν πίστει τῇ κάρᾳ σου, ἣν Πάτερ Χριστὸς ἐθαυμάστωσε.

Προκείμενον
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.

Εὐαγγέλιον. Ἐκ τοῦ κατά Ματθαῖον. (Κεφ.  ι’ 1 και ι’ 5-8)
Τῷ καιρῷ ἐκείνῳ, προσκαλεσάμενος ὁ ᾿Ιησοῦς τοὺς δώδεκα Μαθητὰς αὐτοῦ, ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτὰ, καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τούτους ἀπέστειλεν ὁ ᾿Ιησοῦς, παραγγείλας αὐτοῖς λέγων· Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε. Πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου ᾿Ισραήλ. Πορευόμενοι δὲ κηρύσσετε, λέγοντες· Ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.

Δόξα.
Ταῖς τοῦ Ἱεράρχου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στιχ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Ὤφθης ἐνθεώτατος, ὡς Ἱεράρχης θεόφρον, καὶ Μάρτυς στεῤῥότατος, Ὡς ἀθλήσας Ἅγιε ἀνδρικώτατα· ὅθεν νῦν πρέσβευε, πάσης ἁμαρτίας, καὶ παθῶν ἐπαναστάσεως, ῥύεσθαι πάντοτε, καὶ ἀῤῥωστημάτων καὶ θλίψεων, καὶ τῆς πανώλους ἔνδοξε, τῆς ἐπιφερούσης τὸν ὄλεθρον, τοὺς ἐν κατανύξει, τιμῶντάς σε παμμάκαρ Σεραφείμ, καὶ προσκυνοῦντας ἐκ πίστεως, τὴν ἁγίαν κάραν σου.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Σωτηρίαν ἐξαίτει καὶ παθῶν ἀκαθάρτων τὴν ἀπολύτρωσιν, καὶ πάσης ἀθυμίας, ἀπαλλαγὴν ταχεῖαν, Σεραφεὶμ ἱερώτατε, τοῖς προσιοῦσι θερμῶς, τῇ θείᾳ σου πρεσβείᾳ.

Ἐκ λοιμοῦ τοῦ πανώλους ἀπαλλάττει ταχέως χάρις ἡ ἔνθεος, τῆς θείας κεφαλῆς σου, σοφὲ Ἱερομάρτυς, δοξασθείσης ἐν Πνεύματι, τοὺς προσιόντας αὐτῇ, θερμῇ ἐν εὐλαβείᾳ.

Ἰατρεῖον πλουτοῦντες καὶ προσφύγιον μέγα τὴν θείαν κάραν σου, ῥυσθείημεν κινδύνων, καὶ νόσων πανωδύνων, τῇ αὐτῆς θείᾳ χάριτι, θαυματουργὲ Σεραφείμ, οἱ σὲ ὑμνολογοῦντες.

Θεοτοκίον.
Σαρκωθεὶς ἀποῤῥήτως ἐξ ἀχράντου γαστρός Σου ὁ ὑπερούσιος, ἐθέωσε τὴν φύσιν, ἡμῶν δι’ εὐσπλαγχνίαν, Θεοτόκε πανύμνητε· Ὃν ἐκδυσώπει ἀεί, ὑπὲρ παντὸς τοῦ κόσμου.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Γενοῦ παμμάκαρ, τοῖς ἐν κινδύνοις τελοῦσι, καταφύγιον καὶ ῥύστης καὶ προστάτης, Σεραφεὶμ κουφίζων, ὀδύνας τε καὶ πόνους.

Ἔχοντες Πάτερ, σὲ βοηθὸν ἐν ἀνάγκαις, λυτρωθείημεν τῇ σῇ ἐπιστασίᾳ, Σεραφεὶμ ἐκ πάσης, κακίστης ἐπηρείας.

Ῥῶσιν παράσχου, καὶ θλιβερῶν συμπτωμάτων, τοῖς προσπίπτουσι τῇ θείᾳ κεφαλῇ σου, Σεραφεὶμ τρισμάκαρ, ὡς συμπαθὴς τὴν λύσιν.

Θεοτοκίον.
Ἁγνὴ Παρθένε, τὴν ἐναγῆ μου καρδίαν, ἀποκάθαρον τοῦ Σοῦ ἐλέους ῥείθροις, καὶ τοῦ νοός μου πᾶσαν, ἀπέλασον σκοτίαν.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Συνόμιλος Ἀγγέλων, Σεραφεὶμ τυγχάνων, σὺν αὐτοῖς πάντοτε πρέσβευε Ἅγιε, ὑπὲρ ἡμῶν τῷ πλουσίως σε θαυμαστώσαντι.

Ἰάτρευσον τὸ ἄλγος, Πάτερ τῆς ψυχῆς μου, καὶ τῶν θλιβόντων δεινῶν με ἀπάλλαξον, οἷα θερμός μου προστάτης Σεραφεὶμ ἔνδοξε.

Μαστίγων ὀλεθρίων, καὶ ἐπερχομένων, δυσχερειῶν ἀνωτέρους διάσωζε, Ἱερομάρτυς τοὺς πόθῳ σὲ μακαρίζοντας.

Ὁ μέγας πολιοῦχος, ἡμῶν καὶ μεσίτης, πρὸς τὸν Χριστὸν Σεραφεὶμ παμμακάριστε, μὴ διαλίπῃς παρέχων ἡμῖν τὴν χάριν σου.

Θεοτοκίον.
Ὑμνοῦμέν Σου τὴν δόξαν, κεχαριτωμένη, καὶ ἐκ βαθέων καρδίας βοῶμέν Σοι· σκέπε Παρθένε καὶ σῷζε ἡμᾶς τοὺς δούλους Σου.

Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα μεγαλυνάρια,
Χαίροις Φαναρίου θεῖος ποιμήν· χαίροις Ἐκκλησίας, ἡ νεόφωτος λαμπηδών· χαίροις ὁ ἀθλήσας, στεῤῥῶς ὑπὲρ Κυρίου, ὦ Σεραφεὶμ τρισμάκαρ, ἀξιοθαύμαστε.

Ἤθλησας ἀνδρείως ὑπὲρ Χριστοῦ, καὶ αἱμάτων ῥείθροις, τὴν στολήν σου τὴν ἱεράν, Σεραφεὶμ φοινίξας, εἰσῆλθες μετὰ δόξης, πρὸς τὸν ναὸν Κυρίου, τὸν ὑπερκόσμιον.

Ὤφθη ἰατρεῖον θείᾳ ῥοπῇ, ἡ σεπτή σου κάρα, Ἱεράρχα πᾶσι πιστοῖς· βρύει γὰρ ἀπαύστως, ἰάσεων τὰ ῥεῖθρα, καὶ τὴν λοιμώδη νόσον, ἐλαύνει τάχιστα.

Χώρα τῶν Ἀγράφων χαίρει ἐν σοί, καὶ σὺν τῇ Κορώνῃ, τὸ Φανάριον ἀληθῶς, καὶ Καρδίτσα Πάτερ, προστάτην σε πλουτοῦσαι, ὦ Σεραφεὶμ ἃς σκέπε, τῇ ἀντιλήψει σου.

Ἐν ξύλῳ πασσάλου θανατωθείς, τῆς ζωῆς τῷ ξύλῳ, ἀνελήλυθας ἐν χαρᾷ, καὶ ἀθανασίας, καρποὺς πλουσίως δρέπῃ, ὦ Σεραφεὶμ παρέχων, ἡμῖν τὰ κρείττονα.

Πάντας τοὺς ὑμνοῦντάς σε εὐλαβῶς, πικρῶν νοσημάτων, καὶ κινδύνων καὶ πειρασμῶν, Σεραφεὶμ ἀτρώτους, καὶ ἀβλαβεῖς συντήρει, καὶ τῇ σῇ ποίμνῃ δίδου, τὴν εὐλογίαν σου.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας, τοὺς προσπίπτοντας πιστῶς, τῇ σῇ πρὸς Θεὸν ἱκεσίᾳ, καὶ ἀντιλήψει θερμῇ, Σεραφεὶμ μακάριε, Ἱερομάρτυς Χριστοῦ, πάσης θλίψεως λύτρωσαι, καὶ πόνων καὶ νόσων, πᾶσι παρεχόμενος, τὴν εὐλογίαν σου, λύσιν δὲ πταισμάτων ἐξαίτει, καὶ πειρατηρίων παντοίων, τοῖς εἰλικρινῶς σε μακαρίζουσι.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν έλέησον ἡμᾶς.
’Ἀμήν.

Χαιρετισμοί εις τον εν Άγίοις Πατέρα ημών και Ιερομάρτυρα Σεραφείμ Αρχιεπίσκοπο Φαναρίου

Παρακλητικός Κανών εις τον Άγιο Ιερομάρτυρα Σεραφείμ Αρχιεπίσκοπο Φαναρίου και Νεοχωρίου τον Θαυματουργόν

Ποίημα Διονυσίου Ἱερομονάχου τοῦ Γορδίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα άναγινώσκοντες τόν ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησιν μου ἐν τῆ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῆ δικαιοσύνη σοῦ καί μή εἰσέλθῃς εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σου πᾶς ζῶν. Ὂτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσον μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου μή ἀποστρέψῃς τό πρόσωπον σου ἀπ’ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοί ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μοῦ ἐξελοῦ μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μοῦ τό πνεῦμα σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματος σου, Κύριε, ζήσεις μέ, ἐν τῆ δικαιοσύνη σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος σου εἰμι.

Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τά ἔθνη ἐκύκλωσαν με, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὑτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρά Κυρίου ἐγένετο αὕτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

καί τά ἐξῇς Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.
Ὁσίως τὸν βίον σου διεκπεράσας σοφέ, ποδήρει κεκόσμησαι ἱερωσύνης φαιδρῷ, Σεραφεὶμ ἀξιάγαστε· ὅθεν δικαιοσύνης τὸν χιτῶνα φορέσας, νῦν ἐν ἀγαλλιάσει, τῷ Χριστῷ συναγάλλῃ, πρεσβεύων ὑπὲρ πάντων ἡμῶν τῶν εὐφημούντων σε.

Δόξα Πατρί…Τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου.
Ἦχος α΄. Τῆς Ἐρήμου πολίτης.
Τῶν Ἀγράφων τὸν γόνον, Φαναρίου τὸν Πρόεδρον, καὶ Μονῆς Κορώνης τὸ κλέος, Σεραφεὶμ εὐφημήσωμεν· ἀθλήσας γὰρ λαμπρῶς ὑπὲρ Χριστοῦ, θαυμάτων ἐπομβρίζει δωρεάς, καὶ λυτροῦται νοσημάτων φθοροποιῶν, τοὺς πίστει ἀνακράζοντας· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.

Καὶ νῦν.Θεοτοκίον
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμὸς ν΄ (50)
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ψάλλομεν τὸν κανόνα.

Ἦχος πλ. δ΄. Ὠδὴ α΄. Ὑγρὰν διοδεύσας.
Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν αἰγυπτίαν μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα· Τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ἄσωμεν.

Τροπάρια
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Πολλοῖς συνεχόμενον πειρασμοῖς, καὶ σοὶ προσδραμόντα, ἐλευθέρωσον, ἀθλητά, ἐμὲ τὸν ἱκέτην σου τῆς τούτων, ἐκδυσωπῶ τυραννίδος, ὦ Σεραφείμ.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Παθῶν με ἐκύκλωσαν προσβολαί, ὦ Ἱερομάρτυς, καὶ κινδύνων ἐπαγωγαί, λύτρωσαί με τούτων τάχος κράζω, σαῖς πρὸς Θεὸν εὐπροσδέκτοις δεήσεσι.

Δόξα Πατρί…
Νοσοῦντά με πάθεσι χαλεποῖς, ὦ Σεραφεὶμ μάρτυς, τῷ φαρμάκῳ σῶν πρεσβειῶν, ἴασαι τὸν ἄθλιον νοσοῦντα, ὁ ἰατρός, δυσωπῶ, ὁ ὀξύτατος.

Καὶ νῦν καὶ ἀεί….Θεοτοκίον.
Σωτῆρα τεκοῦσάν σε καὶ Θεόν, δυσωπῶ, Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν· σοὶ γὰρ νῦν προσφεύγων, ἀνατείνω καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν.

Ὠδὴ γ΄. Ὁ Εἱρμός.
Οὐρανίας ἁψῖδος ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.

Τροπάρια
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Προστασίαις σου θείαις, ὦ Σεραφείμ, ρῦσαί με, κείμενον ἐν νόσοις καὶ παντοίαις κακώσεσι, καὶ γὰρ σε κέκτημαι μετὰ Θεὸν σωτηρίαν, ὁ θερμῶς τῇ σκέπῃ σου προστρέχων πάντοτε.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἱκετεύω σε πόθῳ, τὴν ψυχικὴν κάκωσιν, καὶ τὰς τῆς σαρκὸς ἀσθενείας μου ἐξιάσασθαι˙ σὺ γὰρ τὸν ἄραντα, τὰς ἀσθενείας τοῦ κόσμου, Σεραφεὶμ ἐκήρυξας, Χριστὸν φιλάνθρωπον.

Δόξα Πατρί…
Χαλεπαῖς ἀῤῥωστίαις, καὶ λυπηροῖς πάθεσιν, ὅλον με κακῶς, ἀθλοφόρε, κατατρυχόμενον, ταῖς πρὸς τὸν Κύριον, ταῖς ἀκοιμήτοις
πρεσβείαις, Σεραφείμ, θεράπευσον, ὅπως γεραίρω σε.

Καὶ νῦν καὶ ἀεί….Θεοτοκίον.
Εὐεργέτην τεκοῦσα, τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον πᾶσιν ἀνάβλυσον· πάντα γὰρ δύνασαι, ὡς δυνατὸν ἐν ἰσχύι, τὸν Χριστὸν κυήσασα, Θεομακάριστε.

Διάσωσον ἀπὸ κινδύνων τοὺς πίστει σοι προσιόντας, ὅτι πάντες ἱκετικῶς πρὸς σὲ καταφεύγομεν, ὡς μέγιστον, Σεραφείμ, πρὸς Θεὸν ἡμῶν πρέσβυν.

Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Εἶτα μνημονεύει ὁ Ἱερεὺς·
Καὶ εὐθὺς λέγομεν.
Ἦχος β΄.

Προστάτης θερμὸς, φρουρὸς τε ἀκαταίσχυντος, ὑπάρχων πατήρ, τῶν πίστει ἀνυμνούντων σε ἐκ ψυχῆς βοῶμέν σοι· Σεραφεὶμ μακάριε, τάχυνον καὶ τῶν κινδύνων λύτρωσαι ἡμᾶς, τοὺς πόθῳ περιπτυσσομένους τὴν θείαν Κάραν σου.

Ὠδὴ δ΄ Εἱρμός.
Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον· κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα.

Τροπάρια
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Τῶν παθῶν μου τὸν βόρβορον, καὶ κηλίδας πάσας νῦν εὐωδίασον, θεραπεύσας ταῖς πρὸς Κύριον, ἱερομάρτυς, ἱκεσίαις σου.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἀπολαύοντες πάντοτε, τῶν θαυμάτων, μάρτυς, τῶν ἐκ τῆς Κάρας σου, προϊόντων τὸν χαρίσμασι ταύτην στέψαντα μεγαλύνομεν.

Δόξα Πατρί…
Ἐπὶ κλίνης με κείμενον, συμφορῶν παντοίων, Σεραφείμ, ἔγειρον, ταῖς πρὸς Κύριον πρεσβείαις σου, τεταρταῖον Λάζαρον τὸν ἐγείραντα.

Καὶ νῦν καὶ ἀεί….Θεοτοκίον.
Εὐσπλαγχνίας τὴν ἄβυσσον, ἐπικαλουμένῳ τῆς σῆς παράσχου μοι, ἡ τὸν εὔσπλαγχνον κυήσασα, καὶ σωτῆρα πάντων τῶν ὑμνούντων σε.

Ὠδὴ ε΄. Ὁ Εἱρμός.
Φώτισον ἡμᾶς, τοῖς προστάγμασί σου, Κύριε, καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ, τὴν σὴν εἰρήνην, παράσχου ἡμῖν φιλάνθρωπε.

Τροπάρια
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἔμπλησον ἡμῶν, τὰς καρδίας θείας χάριτος, ταῖς πρὸς τὸν Κτίστην ἱκεσίαις σου, τῶν προσιόντων τῇ Κάρᾳ σου, ἀξιάγαστε.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Λύτρωσαι ἡμᾶς, Σεραφείμ, ταῖς ἱκεσίαις σου, λοιμοῦ, λιμοῦ, παντοίας θλίψεως, καὶ ἀρρωστίας, ὅπως πίστει εὐφημῶμέν σε.

Δόξα Πατρί…
Ἴασαι ψυχῶν, καὶ σωμάτων πάθη πάμπολλα, ὦ Σεραφεὶμ ἀξιοθαύμαστε, τῶν νῦν προσελθόντων τῇ σεπτῇ σου Κάρᾳ μετὰ πίστεως.

Καὶ νῦν καὶ ἀεί….Θεοτοκίον.
Λῦσον τὴν ἀχλύν, τῶν πταισμάτων μου, Θεόνυμφε, τῷ φωτισμῷ τῆς σῆς λαμπρότητος, ἡ φῶς τεκοῦσα τὸ θεῖον καὶ προαιώνιον.

Ὠδὴ ς΄. Ὁ Εἱρμός.
Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις· ὅτι κακῶν, ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ἅδῃ προσήγγισε· καὶ δέομαι ὡς Ἰωνᾶς· Ἐκ φθορᾶς ὁ Θεός με ἀνάγαγε.

Τροπάρια
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Θανάτου, καὶ συμφορῶν ἀπάλλαξον, κοσμικῶν καὶ ἀλγηδόνος παντοίας, ὦ Σεραφείμ, τοὺς τῇ θείᾳ σου Κάρᾳ, ἐν κατανύξει ψυχῆς
προσιόντας νῦν, ἐκ πάσης νόσου χαλεπῆς, καὶ δεινῶν συνεχῶν περιστάσεων.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ὡς ὅπλον ἐν πειρασμοῖς ἀήττητον, τὴν πρεσβείαν σου πλουτοῦντες τὴν θείαν, τῶν λυπηρῶν ἐκλυτρούμεθα τάχος, καὶ σὲ σωτῆρα καὶ ῥύστην ἀκοίμητον, μετὰ Θεόν, ὦ Σεραφείμ, ἐκ ψυχῆς ὀνομάζομεν μέγιστον.

Δόξα Πατρί…
Ἐν κλίνῃ τῶν νοσημάτων πάντοτε, κατακείμενος, ὦ ἱερομάρτυς, ἀντιβολῶ, Σεραφείμ, τὴν σεπτήν σου, μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ ἀντίληψιν· ἀλλ’οἴκτειρόν με συμπαθῶς, καὶ λοιμώδους νοσήματος λύτρωσαι.

Καὶ νῦν καὶ ἀεί….Θεοτοκίον.
Προστάτην σε τῆς ζωῆς ἐπίσταμαι, καὶ φρουρὰν ἀσφαλεστάτην, Παρθένε, τῶν πειρασμῶν διαλύουσαν ὄχλον καὶ ἐπηρείας δαιμόνων
ἐλαύνουσαν· καὶ δέομαι διὰ παντός, ἐκ φθορᾶς τῶν παθῶν μου ῥυσθῆναί με.

Διάσωσον ἀπὸ κινδύνων τοὺς πίστει σοι προσιόντας, ὅτι πάντες ἱκετικῶς πρὸς σὲ καταφεύγομεν, ὡς μέγιστον, Σεραφείμ, πρὸς Θεὸν ἡμῶν πρέσβυν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Εἶτα μνημονεύει ὁ Ἱερεύς·
Μετὰ δὲ τὴν Ἐκφώνησιν
Κοντάκιον. Ἦχος β΄.

Προστασία τῶν πιστῶν ἑτοιμότατος, ἱκεσία πρὸς Θεὸν ἀκαταίσχυντος, μὴ παρίδῃς δέησιν τῶν δούλων σου οἰκτράν, ἀλλὰ πρόφθασον ὡς συμπαθής, πρὸς ἐξιλέωσιν Θεοῦ, τοῖς πιστῶς περιπτύσσουσι, Κάραν σου τὴν ἁγίαν, τὴν πάντιμόν τε καὶ θείαν· σὺ γὰρ προστάτης ἡμῶν, Σεραφείμ, τῶν τιμώντων σε.

Καὶ εὐθὺς τὸ Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ (δίς).
Στίχ. Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.

Ὁ Ἱερεύς·
Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου
Εὐαγγελίου, Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν.
Ὁ Χορός· Κύριε, ἐλέησον. (ἐκ γ΄)
Ὁ Ἱερεύς·
Σοφία· ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. Εἰρήνη πᾶσι.
Χορὸς· Καὶ τῷ Πνεύματί σου.
Ὁ Ἱερεύς·
Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου, τὸ Ἀνάγνωσμα. Πρόσχωμεν.
Χορὸς· Δόξα σοι, Κύριε, δόξα σοι.
Ἱερεύς·
(Ματθ. ι΄ 1-9)

Τῷ καιρῷ ἐκείνῳ, προσκαλεσάμενος ὁ Ἰησοῦς τοὺς δώδεκα μαθητὰς αὐτοῦ, ἔδωκεν αὐτοῖς ἐξουσίαν κατὰ πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτά, καὶ θεραπεύειν πᾶσαν νόσον, καὶ πᾶσαν μαλακίαν· τούτους ἀπέστειλεν ὁ Ἰησοῦς, παραγγείλας αὐτοῖς, λέγων· εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ· πορευόμενοι δὲ κηρύττετε, λέγοντες ὅτι ἤγγικεν ἡ Βασιλεία τῶν οὐρανῶν· ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.

Ὁ Χορός· Δόξα σοι, Κύριε, δόξα σοι.
Καὶ εἶτα:
Ἦχος β΄.
Δόξα Πατρί…
Ταῖς τοῦ Ἱεράρχου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν καὶ ἀεί….
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
τὸ ἰδιόμελον. Ἦχος πλ. β΄.

Οὐδεὶς προστρέχων ἐπὶ σοί, κατῃσχυμμένος ἀπό σοῦ ἐκπορεύεται, Σεραφεὶμ ἀθλοφόρε· ἀλλ’ αἰτεῖται τὴν χάριν, καὶ λαμβάνει τὸ δώρημα, παρὰ Θεοῦ ταῖς ἱκεσίαις σου.

Ὁ Ἱερεύς· Σῶσον, ὁ Θεός…
Καὶ ἡμεῖς τό· Κύριε, ἐλέησον (12άκις).
Ὁ Ἱερεύς· Ἐλέει καὶ οἰκτιρμοῖς…
Ὁ Χορός· Ἀμήν.
Καὶ ἀποπληροῦμεν τὰς λοιπὰς Ὠδὰς τοῦ Κανόνος.

Ὠδή ζ΄. Εἰρμός.
Οἱ ἐκ τῆς Ἰουδαίας, καταντήσαντες παῖδες ἐν Βαβυλῶνι ποτέ, τῇ πίστει τῆς Τριάδος, τὴν φλόγα τῆς καμίνου, κατεπάτησαν ψάλλοντες· ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Τροπαρια
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Τὴν ὀργὴν τοῦ Ὑψίστου, εἰς γαλήνην, Παμμάκαρ, σὺ μεταποίησον, πρεσβείᾳ σου τῇ θείᾳ, αὐτὸν καθιλαρύνων, ὑπὲρ ἡμῶν τοῖς βοῶσιν αὐτῷ· εὐλογητὸς ὁ Θεὸς ὁ τῶν πατέρων ἡμῶν.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Θελητὴν τοῦ ἐλέους, ἐν σταδίῳ τυράννων ἐκήρυξας, Ἅγιε, Χριστὸν τὸν ζωοδότην, ᾧ πάντων ὑπερεύχου, τῶν ἐν πίστει βοώντων σοι· ἐξ ἀναγκῶν χαλεπῶν ῥῦσαι ἡμᾶς, Σεραφείμ.

Δόξα Πατρί…
Σωμάτων ἰατῆρα, καὶ ψυχῶν σε σωτῆρα πάντες κεκτήμεθα, σοφὲ Ἱερομάρτυς, διάσωσον οὖν πάντας, Σεραφείμ, τοὺς κραυγάζοντας· ὁ τῶν πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

Καὶ νῦν καὶ ἀεί….Θεοτοκίον.
Θησαυρὸν σωτηρίας, καὶ πηγὴν ἀφθαρσίας τὴν σὲ κυήσασαν, καὶ πύργον ἀσφαλείας, καὶ θύραν μετανοίας, τοῖς κραυγάζουσιν ἔδειξας· ὁ τῶν πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

Ὠδή η΄. Εἰρμός
Τὸν Βασιλέα τῶν Οὐρανῶν, ὅν ὑμνοῦσι, στρατιαὶ τῶν Ἀγγέλων, ὑμνεῖτε καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τροπάρια
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Τοὺς προσφοιτῶντας τῇ πανσέπτῳ σου νῦν Κάρᾳ, ἐκ παντοίων λύτρωσαι κινδύνων, νόσου τε παντοίας, σοφὲ Ἱερομάρτυς.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Τῶν πειρασμῶν, τῶν πολυειδῶν λύτρωσαί με, σαῖς πρεσβείαις πρὸς τὸν πάντων Δεσπότην, σὺ τῶν ἀθλοφόρων, ὦ Σεραφείμ, ἡ δόξα.

Δόξα Πατρί…
Τῶν νοσημάτων, σὺ ἰατρεία τελεία, ἀνεδείχθης, μάρτυς, τοῖς ὑμνοῦσι, καὶ ὑπερυψοῦσι, Χριστὸν εἰς τοὺς αἰῶνας.

Καὶ νῦν καὶ ἀεί….Θεοτοκίον.
Τὰς ἀσθενείας μου τῆς ψυχῆς ἰατρεύεις, καὶ σαρκὸς τὰς ὀδύνας, Παρθένε, ἵνα σὲ δοξάζω τὴν κεχαριτωμένην.

Ὠδή θ΄. Εἰρμός
Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι, Παρθένε, ἁγνή, σὺν Ἀσωμάτων χορείαις, σὲ μεγαλύνοντες.

Τροπάρια
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ῥοήν μου τῶν δακρύων, πρόσδεξαι ἐκ πόθου, ἐκπεμπομένην, καὶ πάντα τὸν βόρβορον, τῶν νοσημάτων μου πλῦνον, Σεραφεὶμ μέγιστε.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Χαρᾶς αἰωνιζούσης, Μάρτυς, σὺν Ἀγγέλοις, ἐπαπολαύων νυνὶ διασκέδασον, τὴν ἀθυμίαν τῶν νόσων ἡμῶν καὶ θλίψεων.

Δόξα Πατρί…
Ἡ σεπτή σου Κάρα, ἰατρεῖον πέλει, Σεραφείμ· ἐν αὐτῇ γὰρ προσφεύγοντες, τῶν ψυχικῶν ἀλγηδόνων ἀπολυτρούμεθα.

Καὶ νῦν καὶ ἀεί….Θεοτοκίον.
Φωτός σου ταῖς ἀκτῖσι, λάμπρυνον, Παρθένε, τὸ ζοφερὸν τῆς ἀγνοίας διώκουσα, τοὺς εὐσεβῶς Θεοτόκον σὲ καταγγέλλοντας.

Καὶ εὐθύς, τό·
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Τὸν Ἱερομάρτυρα τοῦ Χριστοῦ, καὶ τὸν τῶν Ἀγράφων ἀπροσμάχητον βοηθόν, φύλακα καὶ ῥύστην τῶν ἐπικαλουμένων, τὸν Σεραφεὶμ τὸν θεῖον, ὕμνοις τιμήσωμεν.

Τὸν Φωστῆρα πάντες τὸν φαεινόν, τὸν ἐκ τῶν Ἀγράφων, ἀπαστράψαντα νοητῶς, Ποιμένων τὴν δόξαν, καὶ τῶν Μαρτύρων κλέος, τὸν
Σεραφεὶμ τὸν θεῖον ὕμνοις τιμήσωμεν.

Δέησιν προσάγαγε τῷ Θεῷ, Σεραφεὶμ Τρισμάκαρ, ὑπὲρ ποίμνης τῆς σῆς Σοφέ, τῆς κεκακωμένης ὑπὸ τῶν ἀσεβούντων, τῶν σὲ μαρτυρησάντων, καὶ ταύτην λύτρωσαι.

Τοῖς ἱερομάρτυσι καὶ σεπτοῖς, θείοις Ἱεράρχαις, συγχορεύων ἐν οὐρανοῖς, Σεραφεὶμ παμμάκαρ, ὁσίοις καὶ δικαίοις, καὶ πᾶσι τοῖς ἁγίοις, ἡμῶν μνημόνευε.

Πᾶς ὁ τῶν Μαρτύρων θεῖος χορός, καὶ Ἀρχιερέων, ἡ ὁμήγυρις Σεραφείμ, θεῖε σοῦ τὸ πνεῦμα, ἐδέξαντο σὺν πάσῃ, χαρᾷ ἐν τοῖς ὑψίστοις, ὡς τούτων σύσκηνον.

Σεραφεὶμ τοῖς ἄνω συμπαρεστώς, θρόνῳ τῆς Τριάδος, καὶ σὺν Θρόνοις καὶ Χερουβείμ, Σεραφεὶμ παμμάκαρ, ἡμῶν τῶν ἐκτελούντων, σοῦ μνήμην τὴν ἁγίαν, πρόστηθι πάντοτε.

Λοιμῷ τηκομένους φθοροποιῷ, καὶ σοῦ τὴν τιμίαν, εὑρηκότας Κάραν σοφέ, Σεραφεὶμ τρισμάκαρ, βοήθειαν μεγίστην, ταῖς σαῖς πρεσβείαις τάχος ἡμᾶς διάσωσον.

Κάραν σου τὴν θείαν ὡς θησαυρόν, ἄσυλον πλουτοῦσα, Θεομήτορος ἡ Μονή, ῥύεται ποικίλων, νόσων καὶ πάσης βλάβης· ταύτῃ οὖν καυχωμένη, χαίρει τιμῶσά σε.

Δεῦτε ἀσπασώμεθα οἱ πιστοί, Κάραν τὴν Ἁγίαν, τοῦ τρισμάκαρος Σεραφείμ, τὴν τῶν ὀλεθρίων παντοίων νοσημάτων, ἐκ τῶν προσερχομένων ὀσμὴν διώκουσαν.

Ὦ Τριὰς Ἁγία σῶσον ἡμᾶς, τοὺς πίστει τιμῶντας, τὴν σεβάσμιον Κεφαλήν, τὴν ἀποτμηθεῖσαν, ὑπὸ τῶν ἀλλοφύλων, τοῦ Σεραφεὶμ τοῦ θείου, τοῦ σὲ δοξάσαντος.

Δέσποινα δυσώπει τὸν σὸν Υἱόν, ἀξίους γενέσθαι, βασιλείας τῶν Οὐρανῶν, τοὺς πίστει τιμῶντας τὴν σεβάσμιον Κάραν, τοῦ Σεραφεὶμ τοῦ θείου, τοῦ σοῦ θεράποντος.

Εἶτα τὸ Μεγαλυνάριο τῆς Ἱερᾶς Μονῆς.
Εἰς τὸ Γενέθλιον τῆς Θεοτόκου

Σήμερον γεννᾶται περιφανῶς, ἐξ ἐπαγγελίας, ἡ Θεόνυμφος Μαριάμ, ἡ προορισθεῖσα, τῷ Λόγῳ πρό αἰώνων· ὑμνήσωμεν οὖν πάντες ταύτης τήν γέννησιν.

Καὶ τέλος τό·
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Ὁ Ἀναγνώστης τὸ Τρισάγιον·
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὁ Ἱερεύς·
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

Οἱ Ψάλται τὰ Τροπάρια ταῦτα.
Ἦχος πλ. β΄.

Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς· πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ
προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί…
Κύριε, ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν· μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν, ἀλλ’ ἐπίβλεψον καὶ νῦν, ὡς
εὔσπλαγχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός σου· πάντες ἔργα χειρῶν σου, καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν καὶ ἀεί…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε· ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσαιμεν· ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων· σὺ γὰρ εἶ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ὁ Ἱερεύς·
Ἐλέησον ἡμᾶς ὁ Θεός… καὶ τέλος ποιεῖ μικρὰν Ἀπόλυσιν·

Ἦχος β΄ Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τοὺς προσπίπτοντας πιστῶς, τῇ σῇ πρὸς Θεὸν ἱκεσίᾳ, καὶ ἀντιλήψει θερμῇ, Σεραφεὶμ μακάριε, Ἱερομάρτυς Χριστοῦ, πάσης θλίψεως λύτρωσαι, καὶ πόνων καὶ νόσων, πᾶσι παρεχόμενος, τὴν εὐλογίαν σου· λύσιν δὲ πταισμάτων ἐξαίτει, καὶ πειρατηρίων παντοίων, τοῖς εἰλικρινῶς σε μακαρίζουσι.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν έλέησον ἡμᾶς.
’Ἀμήν.

Πηγή