Παρακλητικός Κανών εις τον Άγιο Ιερομάρτυρα Βασίλειο Πρεσβύτερος Αγκύρας
Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας
†Εορτάζεται στις 22 Μαρτίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὸ ἐξής·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν ἱερόαθλον πρεσβύτερον πάντες, Ἀγκυρανῶν τῆς Ἐκκλησίας προθύμως, Βασίλειον τιμήσωμεν βοῶντες αὐτῷ· αὔχημα περίδοξον, τοῦ σεμνείου Ῥεντίνης, σκέπε τοὺς ὑμνοῦντάς σου, τοὺς τιμίους κάματους, διὰ Χριστὸν οὓς ἔτλης Ἀθλητά, καὶ προσκυνοῦντας, τὴν πάνσεπτον κάραν σου.
Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τὸ ἀνόμημα μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιον μου ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιον Σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαι Σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσας μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι, πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπον Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου Σου καὶ τὸ Πνεῦμα Σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδοὺς Σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τὴν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσιν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τὴν Σίων καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριον Σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Βασίλειε, Ῥεντίνης ἔφορε, βοήθει μου. Χ. Μ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Βασίλειε κλέος Ἀγκυρανῶν, σεπτῆς Ἐκκλησίας, καὶ Ῥεντίνης φρουρὲ Χριστῷ, μὴ παύσῃ πρεσβεύων καταπέμψαι, τοῖς σὲ τιμῶσι κατ’ ἄμφω ὑγείαν.
Ἀκέστωρ ὑπάρχεις καὶ ἀρωγός, λαοῦ χριστωνύμου, αἰτουμένου σὰς προσευχάς, Βασίλειε μάκαρ Ἐκκλησίας, τῆς ἀμωμήτου Κυρίου πρεσβύτερε.
Στολὴν πορφυρώσας ταῖς σαῖς ῥοαῖς, ἱερατικήν σου, τῶν αἱμάτων παρὰ Θεοῦ, ἀπείληφας χάριν ἱκετεύειν, ὐπὲρ ἡμῶν Ἀθλοφόρε Βασίλειε.
Θεοτοκίον.
Ἱλέωσαι Κύριον καὶ Θεόν, ἡμῖν Θεομῆτορ, μεγαλύνουσιν εὐλαβῶς, Σὸν ἄμετρον πλῆθος θαυμασίων, καὶ θερμὴν προστασίαν Σου Δέσποινα.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Λαμπηδὼν σωφροσύνης καὶ ἀκραιφνοῦς πίστεως, ἱερεῦ Βασίλειε μάκαρ, πάντας ἐφώτισας, ἀκτῖσι σῶν διδαχῶν· διὸ σε πόθῳ τιμῶντες, τὰς θερμὰς πρεσβείαις σου, ἀπεκδεχόμεθα.
Εὐσυμπάθητε Πάτερ τοὺς σοὶ ταχὺ σπεύδοντας, καὶ ἀσπαζομένουν σὴν θείαν, κάραν Βασίλειε, ῥῦσαι δεινῶν συμφορῶν, καὶ ἀνυποίστων κινδύνων, σαῖς λιταῖς πρὸς Κύριον, τὸν πανευΐλατον.
Ἱερεῦ τοῦ Ὑψίστου περικλεὲς πρόσδεξαι, παρακλήσεις τῶν ἱκετὼν σου, Πάτερ Βασίλειε, καὶ ὡς εὐῶδες αὐτάς, Χριστῷ προσάγαγε τάχος, Ἅγιε θυμίαμα, χάριτος σκήνωμα.
Θεοτοκίον.
Ἐλεήμονος Μῆτερ Υἱοῦ Θεοῦ Δέσποινα, κεχαριτωμένη μαρία, πάντων ἐπάκουσον, Σοῦ δεομένων θερμῶς, καὶ τοῦ Υἱοῦ Σου ἐλέη, ἅπασι κατάπεμψον, Σὲ μακαρίζουσι.
Βασίλειε, Μονῆς Ῥεντίνης ὁ τάχιστος ἀντιλήπτωρ, καθικέτευε τὸν Χριστὸν ὑπὲρ τῶν τιμώντων σε, καὶ κάραν τὴν θείαν σου προσκυνούντων.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἲτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτης θερμὸς Μονῆς Ῥεντίνης πέφηνας, ὡς ὄλβον σεπτὸν ἐχούσης νῦν Βασίλειε, τὴν ἁγίαν κάραν σου, καὶ πιστῶν ἱερὸν καταφύγιον, τῶν ἐκβοώντων· Χαῖρε Ἀθλητά, Χριστοῦ Ἐκκλησίας γενναιότατε.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ῥαντισμῷ προστασίας σου, θαυμαστὲ Βασίλειε καθαγίασον, τοὺς προστρέχοντας σῇ χάριτι, καὶ ἐξαιτουμένους σὴν βοήθειαν.
Ἐπομβρίαις ἀόκνων σου, προσευχῶν Βασίλειε τῶν προσφύγων σου, τὰς ψυχὰς τρισμάκαρ πίανον, πρὸς καρποφορίαν βίου κρείττονος.
Νοῦν ἡμῶν ἀποκάθαρον, ῥύπου ἁμαρτάδων πολλῶν Βασίλειε, ἱερόαθλε πανεύφημε, τῆς Μονῆς Ῥεντίνης ἀγαλλίαμα.
Θεοτοκίον.
Τείχισόν με πρεσβείαις Σου, πρὸς τὸν μόνον πάντας σώζεις δυνάμενον, θεῖον Τόκον Σου καὶ Κύριον, Ἰησοῦν Μητρόθεε πανύμνητε.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἰουλιανοῦ, Παραβάτου τὴν σκοτόμαιναν, ὁ σκεδάσας μαρτυρίου σου βολαῖς, διασκόρπισον ὁμίχλην ἀγνωσίας μου.
Νεῦσον ταῖς ἡμῶν, οὐρανόθεν παρακλήσεσι, καταπαύων τὰ σκιρτήματα σαρκός, τὰ χαμαίζηλα Βασίλειε θειότατε.
Ἤνυσας καλῶς, τῆς ἀθλήσεως τὸ στάδιον, καὶ Μαρτύρων παῤῥησίαν εἰληφώς, ἐκπληροῖς σῶν ἱκετῶν εὐχὰς Βασίλειε.
Θεοτοκίον.
Στήριξον ἡμᾶς, κλονουμένους Μητροπάρθενε, βακτηρία Σῶν ἀόκνων προσευχῶν, πρὸς τὸν Στῦλον τῆς ζωῆς τὸν ἀμετάθετον.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἐπάκουσον, τῶν ἡμῶν Βασίλειε, προσευχῶν Ἱερομάρτυς γενναῖε, ὁ ἁγιάσας Ἀγκύρας τὴν χθόνα, τῶν σῶν αἱμάτων ῥοαῖς καὶ ἐπόμβρισον, ἡμῖν ἰσχὺν τὸν πονηρόν, θριαμβεῦσαι ἐχθρὸν τὸν ἀλάστορα.
Φωτόλαμπρε, Ἀθλητὰ Βασίλειε, ἱερέων ἀλκιφρόνων φαιδρότης, μὴ διαλίπῃς Χριστὸν ἱκετέυων, ἡμῖν βραβεῦσαι ὑψόθεν μετάνοιαν, ἵνα μελλόντων ἀγαθῶν, ἀπολαύσω ἐν πόλῳ ὁ δύστηνος.
Ὁ τάχιστος, ἀρωγὸς Βασίλειε, ὁμηγύρεως πιστῶν καὶ προστάτης, Μονῆς Ῥεντίνης τοὺς ἀσπαζομένους, τὴν παναγίαν σου κάραν κατεύθυνε, πρὸς τὴν σωτήριον ὁδόν, οὐρανῶν πρὸς σκηνώσεις τὴν ἄγουσαν.
Θεοτοκίον.
Ῥοδόπλοκον, καὶ τερπνὸν ὀσφράδιον, παρθενίας ἀγλαὴ Θεομῆτορ, τὴν δυσωδίαν παθῶν μου ὑσσώπω, τῶν πρεσβειῶν σου ἀπόπλυνον δέομαι, καὶ εὐωδίαν τοῦ Χρισοῦ, καὶ Υἱοῦ Σου μὲ δεῖξον Σὸν πρόσφυγα.
Βασίλειε, Μονῆς Ῥεντίνης ὁ τάχιστος ἀντιλήπτωρ, καθικέτευε τὸν Χριστὸν ὑπὲρ τῶν τιμώντων σε, καὶ κάραν τὴν θείαν σου προσκυνούντων.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἲτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τὸν ταῖς αἱμάτων ῥοαῖς πορφυρώσαντα, ἱερωσύνης ποδήρη χιτώνιον, Βασίλειον ὕμνοις τιμήσωμεν, καὶ τὴν αὐτοῦ κεφαλὴν ἀσπαζόμενοι, λιτὰς τὰς αὐτοῦ ἐκζητήσωμεν.
Προκείμενον.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχος. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν.
Εὐαγγέλιον.
Ἐκ τοῦ Κατά Ματθαίον
(Κέφ. ι΄ 32-33, 37-38, ιθ΄ 27-30).
Εἶπεν ὁ Κύριος· πᾶς ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς· ὅστις δ᾿ ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος. Τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ· ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν; Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι, ἐν τῇ παλιγγενεσίᾳ, ὅταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. Καὶ πᾶς ὃς ἀφῆκεν οἰκίας ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ γυναῖκα ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν τοῦ ὀνόματός μου, ἑκατονταπλασίονα λήψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει. Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι.
Δόξα.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἔνθεε πρεσβύτερε, καὶ Λειτουργὲ τοῦ Ὑψίστου, Ἀθλητὰ Βασίλειε, τῆς Ἀγκύρας καύχημα ἱερώτατον, τὸν λαμπρὸν στέφανον, ἐκ Θεοῦ ἐδέξω, ὡς Μαρτύρων ἐγκαλλώπισμα, Ὃν καθικέτευε, πάσης χαλεπῆς περιστάσεως, καὶ νόσων καὶ κακώσεων, ῥύεσθαι τοὺς σοὶ καταφεύγοντας, καὶ ἀσπαζομένους, τὴν κάραν σου τὴν θείαν καὶ σεπτήν, τὴν πᾶσι βρύουσαν νάματα, ἰαμάτων Ἅγιε.
Σῶσον ὀ Θεός τὸν λαό σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐν σοὶ γάνυται μάνδρα τῆς Ῥεντίνης ἐν κόλποις ὡς ὄλβον ἔχουσα, τὴν πάνσεπτόν σου κάραν, Βασίλειε Ἀγκύρας, ἱερόαθλε πάντιμε, ἣν ῥύου πάσης πληγῆς, κακῶν καὶ δυσχερείας.
Βοηθὸς ἐν ἀνάγκαις τῶν προσφύγων σου πέλεις σοφὲ Βασίλειε, καὶ θεῖος ἀντιλήπτωρ, τῶν πίστει ἀνυμνούντων, τὴν στεῤῥάν σου ἐνάθλησιν, δι’ ἧς Ἰουλιανοῦ, ἐπάτησας τὸ θράσος.
Ὁμοδίαιτε πάντων τῶν Ἁγίων ἐν πόλῳ κλεινὲ Βασίλειε, σὺν τούτοις ἐκδυσώπει, ὑπὲρ τῶν σὲ τιμώντων, τὸν παντάνακτα Κύριον, ἵνα ῥυσθῶμεν δεινῶν, παντοίων καὶ ἀνάγκης.
Θεοτοκίον.
Ἡ ἀκένωτος κρήνη οὐρανίων ὑδάτων Θεογεννήτρια, σωτήριόν μοι νᾶμα, ἀνάβλυσον Παρθένε, τῷ ἀχρείῳ οἰκέτῃ Σου, καὶ πότισόν μου ψυχήν, ταχέως τὴν διψῶσαν.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Θραῦσον τὰ βέλη, τὰ ἰοβόλα τοῦ πλάνου, καθ’ ἡμῶν τὰ κινούμενα Πάτερ, θείων πρεσβειῶν σου, Βασίλειε ἀσπίδι.
Ἔχει σε στέφος, καὶ πολυτίμητον γέρας, ἡ Μονὴ τῆς Ῥεντίνης θεόφρον, Ἀθλητὰ ἣν σκέπε, Βασίλειε ἀπαύστως.
Ἰσχύν μοι δίδου, κατὰ παθῶν ψυχοφθόρων, καὶ ἐκκάθαρον ἐκ νοημάτων, ἀπρεπῶν τὸν νοῦν μου, Βασίλειε παμμάκαρ.
Θεοτοκίον.
Μῆτερ τοῦ Λόγου, Θεοῦ Κυρία Παρθένε, ἐκ παθῶν σκοτασμοῦ λύτρωσαί με, ἵνα Σὲ γεραίρω, τὴν κεχαριτωμένην.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὁ λύχνος εὐψυχίας, ἄναψόν μοι πόθον, ζωῆς ἀγήρω βοῶ σοι Βασίλειε, Ἀγκυρανῶν Ἐκκλησίας φωστὴρ παμμέγιστε.
Ἱερωσύνης κέρας, καὶ Μαρτύρων εὖχος, θαυματουργὲ καὶ φωσφόρε Βασίλειε, τοὺς σοὺς ἱκέτας κατεύθυνον πρὸς τελείωσιν.
Χαρὰ ἱεροάθλων, τὴν σεπτήν σου κάραν, πανευλαβῶς οἱ πιστοὶ ἀσπαζόμενοι, τῶν λυπηρῶν τὴν ὁμίχλην ἀποδιώκομεν.
Θεοτοκίον.
Μετὰ τοῦ Βασιλείου, καὶ Ἁγίων Πάντων, εὐλογημένη Παρθένε ἱκέτευε, ὑπὲρ ἡμῶν τὸν Υἱόν Σου τῶν δοξαζόντων Σε.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξωτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις ἱερέων ὑπογραμμός, χαίροις Ἀθλοφόρων, ἁλκιφρόνων ὁ κοινωνός, χαίροις Παραβάτου, ὀφρῦν ὁ ἐδαφίσας, γενναιοτάτῃ γνώμῃ, Πάτερ Βασίλειε.
Χαίροις Ἐκκλησίας Ἀγκυρανῶν, ἄνθος πανευῶδες, εὐωδίαν ἀθλητικήν, δήμοις χριστωνύμων, ὁ διαπνεύσας Μάρτυς, Βασίλειε ἀγάπης, Κτίστου ὡς ἔπλεως.
Χαίρων καθυπέμεινας κολασμούς, ἱερεῦ παμμάκαρ, δι’ ἀγάπην τοῦ Λυτρωτοῦ, καὶ τῶν μισοθέων, τοὺς δήμους ἐτροπώσω, Βασίλειε ἐνστάσει, ἀνδρειοφρόνῳ σου.
Ἔχει ὡς ἀτίμητον θησαυρόν, κάραν σου τὴν θείαν, καὶ ἰάσεων ποταμόν, ἡ Μονὴ Ῥεντίνης, Βασίλειε ἣν σῶζε, ἐκ πάσης ἐπηρείας, τοῦ παναλάστορος.
Νόσων ἀνιάτων καὶ λοιμικῶν, πειρασμῶν παντοίων, ψυχοφθόρων δυσχερεῖν, καὶ κινδύνων ῥῦσαι, τοὺς μεγαλύνοντάς σε, ὡς Ἱερομαρτύρων, κλέος Βασίλειε.
Τῇ θερμῇ πρεσβείᾳ σου ἀκλινῶς, σπεύδει καθ’ ἑκάστην, ἡ ὁμήγυρις εὐσεβῶν, ἣν ἀεὶ συντήρει, ἀπήμαντον ἐκ πάσης, ἐπιβολῆς τοῦ πλάνου, μάκαρ Βασίλειε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεί καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Μάρτυς, Ἀθλοφόρε ἱερέ, τῆς Ἀγκυρανῶν Ἐκκλησίας, θεόφρον μυσταγωγέ, ἄλκιμε Βασίλειε, Ἀγγέλων σύσκηνε, ἐκτενῶς καθικέτευε, τῶν πάντων Δεσπότην, ὅπως πάσης θλίψεως, ἐχθροῦ κακώσεως, καὶ δυσχερειῶν λυτρωθῶμεν, κάραν οἱ τὴν σὴν προσκυνοῦντες, καὶ τὴν ἄθλησίν σου μακαρίζοντες.
Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἠμᾶς.
Ἀμήν.