Δύο Παρακλητικοί Κανόνες εις τον Άγιο Ιερομάρτυρα Χρυσόστομο

  1. Ποίημα Πορφυρίου Μοναχού Σιμωνοπετρίτου

  2. Ποίημα Ισιδώρας Μοναχής Αγιεροθεϊτίσσης

Παρακλητικός Κανών εις τον Άγιο Ιερομάρτυρα Χρυσόστομο Μητροπολίτη Σμύρνης

Ποίημα Πορφυρίου Μοναχού Σιμωνοπετρίτου

†Εορτάζεται την Κυριακή μεταξύ 7 και 13 Σεπτεμβρίου προ της Υψώσεως του Τιμίου και Ζωοποιού Σταυρού

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ παρόντα Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.
Ἐν κατανύξει ἀδελφοὶ καὶ ἐκ πόθου, προσπεφευγότες τῇ εἰκόνι προφρόνως, τοῦ Ἰεράρχου σπεύσωμεν καραυγάζοντες· ἅγιε Χρυσόστομε, ἱερώτατε μάρτυς, σκέπασον ταῖς πτέρυξι τῆς θερμῆς σου πρεσβείαις, τοὺς ἐκβοώντας Πάτερ ἐκτενῶς, Ἰερομάρτυς δεινῶν ἡμὰς φύλαττε.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εῖτα ὀ Κανῶν·

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Σεμνύομαι Πάτερ περὶ τὴν σήν, εικόνα χορεύων, καὶ εὐχᾶς ἱκετευτικῶς, προσφέρων Χρυσόστομε θεόφρον, ἱερομάρτυς Χριστοῦ πανσεβάσμιε.

Μαρτύρων στεφάνω σὴν κεφαλήν, κοσμήσας παμμάκαρ ὤσπερ πρώην χριστοπρεπῶς, ἐν μήτρᾳ δικαίως ἐκοσμήθης, ἀρχιερέων θυσία γενόμενος.

Υπέγραψε πάλαι προφητικῶς, Δαβίδ, ϑεοφόρε, τὸ σὸν τέλος ϑαυμαστικῶς, τὰς σάρκας ἀγρίως τῶν ὁσίων, σπαραττομένας προβλέπων, Χρυσόστομε.

Θεοτοκίον.
Ῥυπούμενος, Μῆτερ, καὶ πολεμῶν λογισμοῖς ἀνάνδροις καὶ δειλία καρτερικῶς, ἐνίσχυσον τάχει τὸν σὸν δοῦλον, ἵνα ὑμνῶ σε ἀεί, Θεονύμφευτε.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Νεαρὰ ἡλικία, ἀρχιερεὺς ἔννομος, ἐν Βασιλευούσῃ ἐδείχϑης, πάτερ Χρυσόστομε, ὅϑεν καὶ γέγονας Δράμας ἐπίσκοπος μάκαρ, πᾶσαν κακοπάθειαν ποϑῶν ἐν πνεύματι.

Ἠλλοιώϑη τῷ πάϑει, καὶ τοῖς δαρμοῖς, Ὅσιε, κάλλος τοῦ προσώπου σου πάτερ, ὅϑεν ἐνίσχυσον, τὸν ἁμαρτίαις νῦν, ἀλλοιωϑέντα παντοίαις, καὶ ἀτόποις πράξεσι, πάτερ Χρυσόστομε.

Σελασφόρος ἡ μνήμη, τῆς σῆς τιμῆς γέγονεν, ὥσπερ Πάτερ αὔρα δροσίζουσα, πάντα πρόσφυγα, πόϑῳ προστρέχοντα τῇ πατρικῇ σου πρεσβεία, προσκυνοῦντα χαίρων δέ, ϑεία εἰκόνι σου.

Θεοτοκίον.
Ἀπελαύνεις τὰ πάϑη, ἀπὸ τῶν σῶν δούλων Παρϑένε ἄχραντε, τῆς Ἐκκλησίας γάρ, ἐγένου μήτηρ, δι᾿ ὅπερ, προσβολὰς αἱρέσεων τάχει διάλυσον.

Αἴτησις καί τό Κάθισμα.
Ἧχος β΄. Πρεσβεία ϑερμή.
Προστάτης ϑερμὸς πενήτων ἀναδέδειξαι, προσφύγων λιμὴν καὶ παίδων, Πάτερ, στήριγμα, ἐν τῇ Σμύρνῃ πλούσιος, τοῖς χαρίσμασι δεικνύμενος, Χρυσόστομε, μαρτύρων ἱερῶν τὸ ἐγκαλλώπισμα.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἐκκλησίαν ἐκόσμησας, Σμύρνης τῇ σφαγῇ σου, Χρυσόστομε, καὶ ἐνίκησας τὸν τύραννον, δαίμονα τῷ πάϑει σου πανόλβιε.

Τροπαιοῦχος τῆς χάριτος, Πάτερ, ἐπεφάνης ὁ Σμύρνης πρόεδρος, τὴν ψυχὴν γὰρ σὺν τῷ σώματι, θῦμα τῷ ποιμνίῳ σου προσέφερες.

Οὐρανοῦ τὰ ὑπερκόσμια, κάλλη ϑεωρῶν, θεῖε Χρυσόστομε, τοῖς οἰκέταις σου τοῖς κάμνουσιν, Πάτερ, ἀνταπόδος σὴν παράκλησιν.

Θεοτοκίον.
Ὑπερτέρα ὡς πέφυκας, Μῆτερ, γυναικῶν Παρϑένε πανάσπιλε, ὁ Χρυσόστομος ἐτράνωσεν, πᾶσαν γλωσσαλγίαν ἐκκρουόμενος.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Δέομαι πυκνῶς, ἵνα τύχω παρακλήσεως καὶ ἐκφύγω, Πάτερ, τοῦ ἐχϑροῦ, τὰς πανουργίας, τῇ πρεσβείᾳ σου Χρυσόστομε.

Ἔρχου πρὸς ἡμᾶς, ὥσπερ δρόσος πρὸς τοὺς κάμνοντας, ἀπαντῶν πρὸς τὰς δεήσεις τῶν πιστῶν, ἀρχιερέων, νέον Πάτερ, ἐγικαλλώπισμα.

Ὅλος θεϊκός, τῶν χειλέων σου, Χρυσόστομε, φαρμακεῖον λόγος σωστικός, πόνων καὶ πάσῆς, ἀναδέδεικται κακώσεως.

Θεοτοκίον.
Μέλαιναν, πικράν, τὴν καρδίαν μου, Πανάμῶμε, ἐκ φρικτοῦ τοῦ ὄφεως ἰοῦ, αὔγασον φέγγει, νοητῷ ἐκ τοῦ προσώποι; σου.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἀγάλλεται, πᾶς ὁ δῆμος Ἅγιε, τῶν προσφύγων γῆς τῆς Ἰωνίας, καὶ ϑαυμαστῶς τῇ εἰκόνι προσπίπτει τῇ σῇ παμμάκαρ Χρυσόστομε, ψάλλων σοι, βραβεῖα ὕμνους καὶ ᾧδάς, ὡς στεφάνῳ κοσμῶν σε τρισόλβιε.

Ἰάτρευσον πολυπόϑητε Πάτερ, τὴν καρδίαν μου ἀλγοῦσαν ταῖς βασάνοις, ἵνα χαρᾶς ἐπειτύχω μαρτύρων, ὑπομονῇ καὶ ἀνδρείᾳ στομούμενος, καὶ κράζω σοι ὡς ἐκ ψυχῆς, εὐχαρίστους εὐχὰς ἀγαλλόμενος.

Χαρίτωσον, παραμύϑιον ϑεῖον, τὰς ἀλγούσας ψυχὰς ἐκριζωϑέντων, ἐκ πατρικῆς καὶ προγόνῶν ἑστίας, ἄνευ αἰτίας τῷ πάλαι Χρυσόστομε, ὑπὲρ ἐκείνων γὰρ σφαγεῖς, καλλιστέφανος μάρτυς διέπρεψας.

Θεοτοκίον.
Ῥακένδυτος, κατασχίσας χιτῶνα, τοῦ βαπτίσματος, Παρϑένε προσφεύγω, ἵνα καὶ νῦν μελανείμων ὑπάρχων, καταυγασϑῶ διανοίῳ τοῖς δάκρυσιν, καὶ σπίλους σβέσω τῶν κακῶν, οἷς ἐῤῥύπωσα ϑεῖόν μου ἔνδυμα.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Προστασία καὶ σκέπη καὶ σέμνωμα, τῶν προσφύγων, Χρυσόστομε γέγονας, ἐπὶ γῆς πλουσίως γὰρ ἐβίωσας, καὶ χαρίτων ϑηυσαυρὸς ἀναδέδειξαι· ὅϑεν καὶ χάριν ϑαυμαστῶς, ἱεράρχου καὶ μάρτυρος εἴληφας, τάχυνον ϑεοφόρε, παῦσον τὰς ἀλγηδόνας, τῶν ἐπερχομένων δεινῶν, Ἅγιε, κατὰ τῶν δούλων σου.

Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληϑυνϑήσεται.
Στίχος. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. ιβ΄, 8-12).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαϑηταῖς· Πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ Θεοῦ· ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων ἀπαρνηθήσεται ἐνώπιον τῶν ἀγγέλων τοῦ Θεοῦ. Καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ Ἅγιον Πνεῦμα βλασφημήσαντι οὐκ ἀφεθήσεται. Ὅταν δὲ προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, μὴ μεριμνᾶτε πῶς ἢ τί ἀπολογήσησθε ἢ τί εἴπητε· τὸ γὰρ Ἅγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν.

Δόξα.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μίτρα πολυκόσμητος, ἀρχιερέως παμμάκαρ, στέφος σοὶ ἐγένετο, μαρτυρίου πάγκαλον ἀλλ᾽ ἀκάνϑινον, ὡς προεφήτευσας, Πάτερ ἐν τῇ ὥρᾳ τῆς χάριτος, καὶ αἵμασι κατέβρεξας, Σμύρνης τὰς ὁδοὺς καὶ ἐπότισας, γῆν τῆς Ἰωνίας, δι᾿ ὃ σὺν Πολυκάρπῳ ἐκτενῶς, καὶ τῷ Βουκόλῳ πρεσβεύσατε, εὑρεῖν ἡμᾶς ἔλεος.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Υμνοῦμέν σου τὸν βίον, προβάλλομέν σε πρέσβυν πρὸς τὴν Τριάδα ϑερμῶς, Χρυσόστομε μαρτύρων, συμπλήρωμα ὑπάρχεις, ἱερέων δὲ πρώτιστος, ὁ τῶν πατέρων ἡμῶν, Πατήρ τε καὶ προστάτης.

Σιγῶν προσατενίζω, τῇ ϑείᾳ σου εἰκόνι καὶ τὸ πάϑος λογίζομαι, πῶς κατεσφάγης Πάτερ, ἀδίκως ἐξ ἀπίστων, μηδ᾽ ἀντιλέγων αὐτοῖς, τὸν πρωτομάρτυρα γὰρ Χριστόν, Πάτερ ἐμνήσϑης.

Ὁμβρίων ὡς ὑδάτων, τὰ αἵματά σου Πάτερ τῆς Ἰωνίας τὴν γῆν, κρουνοὶ δὲ τῶν δακρύων, ἄρουραν γῆς καρδίας, καταπιαίνουσι πάντοτε, ὦ Χρυσοστόμου Θεός, ἐλέησόν με Σῶτερ.

Θεοτοκίον.
Σεσάλευται ὁ ϑρόνος, τοῦ νοητοῦ ϑηρίου ὅτι ἐτέχϑιν Χριστός, ἐκ σοῦ Παρϑενομῆτορ, ὥσπερ ἐν Παραδείσῳ, εὐαγγέλιον δέδοται, ἐκ τοῦ ἀνάρχου Πατρός, μεϑ᾽ οὗ Υἱὸς καὶ Πνεῦμα.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τοῦ Πολυκάρπου, πολυκάρπως ἐδείχϑης, τῆς καϑέδρας διάδοχος καὶ ϑύτης, πάτερ τοῦ Σωτῆρος, Χρυσόστομε καὶ θῦμα.

Ὅλη βοᾶ σοι, τῆς Ἰωνίας ἡ χώρα, ἵνα σκέπῃς γενεὰς καὶ γόνους, ἐν τῇ μητροπόλει, Χρυσόστομε, Ἑλλάδι.

Μεμορφωμένον, τὸν Ἰησοῦν ἐν καρδίᾳ, ἐκ νεότητος κατεῖχες ϑεοφόρε, ὅϑεν ἱερούργεις, δεήσεις ἱκετῶν σου.

Θεοτοκίον.
Ὅλη, Παρϑένε, ὡραϊσμένη τῷ ϑρόνῳ, παρεστῶσα ὡς βασιλομήτωρ, δέχου τὰς δεήσεις προσφύγων καὶ πενήτων.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Υπόμεινον ψυχή μου, ἔλεγες παμμάκαρ, ἐν προσευχῇ πᾶσαν ὕβριν καὶ βάσανον, παρὰ βοαχὺ γὰρ λαμβάνεις, νίκος καὶ στέφανον.

Πορφύρα σῶν αἱμάτων, ἔβαψε χλαμύδα, δι᾽ ἧς ἐνδέδυσαι Πάτερ βασίλειον, τοῦ ἀρχιποίμενος ὄντως, θῦμα Χρυσόστομε.

Ῥωσθεὶς τῇ ἀναγνώσει, ῥημάτων ϑεοφόρε, δεσποτικῶν σοῖς δακρύοις κατέβρεχες, τὴν ϑείαν βίβλον, Χρυσόστομε ὅσιε.

Φρικτῶς ἐβασανίσϑης, λεπτοῖς κατεμελίσϑης, καὶ τοῖς κυσὶ Πάτερ βοῶμά σε ἔῤῥιψαν, ἀλλὰ Ἀγγέλων τὸ πλῆϑος, ἰδὸν και ἔφριξεν.

Θεοτοκίον.
Σωτῆρα ὡς τεκοῦσα, μαρτύρων τὰς δεήσεις, ὑπὲρ τῶν τέκνων σου τούτῳ προσάγαγε, Παρϑενομῆτορ τοῦ κόσμου, πέλλουσα πρέσβειρα.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Σέβας καὶ τιμὴν σὸν καὶ προσφοράν, σὺν τῷ Πολυκάρπῳ καὶ Βουκόλῳ ἀρχιερεῖς, τρεῖς προσαναφέρει τῷ ϑρόνῳ τοῦ Δεσπότου, ἡ γῆ τῆς Ἰωνίας, πάτερ Χρυσόστομε.

Ἳλεων ἀπέργασαι, ἀγαϑέ, καὶ ὑπὲρ τῶν ἄλλων, ὅσοι φόβῳ διστακτικῷ, ἔπεσον μαχαίρᾳ, τῶν ἀλλοπίστων τότε, τῷ ϑρόνῳ τοῦ Σωτῆρος, πάτερ, δεόμενος.

Μέσῳ τῶν ἀπίστων καὶ δολερῶν, Χρυσόστομε φέγγος, ἀνατέλλει ϑαυμαστικῶς, ὁ ϑεῖος σου τρόπος καὶ ὁ δρόμος, τοῦ μαρτυρίου δι᾽ οὗ ἐστεφάνωσαι.

Ὠραῖος ἐδείχϑης ἐπὶ τῆς γῆς, καρπὸς ϑεοφόρε, Ἰωνίας γῆς, ἀγαϑέ, καὶ Σμύρνην χορεύει, τῇ μνήμῃ σου τῇ ϑεία, ἀρτίως συσταϑείσῃ, ϑεῖε Χρυσόστομε.

Νάματα αἱμάτων σου δαψιλῶς, κατήρδευσαν τότε, ἐκχυϑέντα Σμύρνης τὴν γῆν, δεήσεων νῦν δὲ προσευχαί σου, καταδροσίζουσι, Πάτερ, τοὺς κάμνοντας.

Ὅσας, Πάτερ ἔφερες προσβολάς, ἐκ ϑηριογνώμων, ἀλλοπίστων ὅλαι λαμπρῶς, νῦν περοικοσμοῦσι, ἀστράπτουσαι τὸ στέφος, δι᾽ οὗ κατεκοσμήδϑης, μάρτυς Χρυσόστομε.

Σπεῦσον ἐν δεήσει ἱκετικῶς, κράζω σοι καὶ λέγω, ἵνα σκέπῃς πάντα καὶ νῦν, ὥσπερ ἐν τῇ Σμύρνῃ, πενήτων σκέπη Πάτερ, ὑπῆρχες ϑεοφόρε, ϑεῖε Χρυσόστομε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Βλέπεις νῦν Χρυσόστομε καλῶς, πάτερ Παραδείσου τῆν δόξαν, ὅϑεν τοῖς δούλοις σου, σπεῦδε καὶ ἐλάφρυνον τῆς ἐξορίας δεινά, ἔνϑες οὖν τὴν φρόνησιν τοῖς προσφυγοῦσι πρὸς σέ, πλούσιος ὑπάρχων φρονήσει, μὴ ἐγκαταλίπῃς εἰς τέλος, ὅσοι τὸ σὸν ὄνομα πόϑῳ, νῦν ἐπικαλούμεϑα γηϑόμενοι.

Σπόρος, ὥσπερ Πάτερ ἀγαϑός, γῆ τῆς Ἰωνίας ἐσπάρη τὸ ϑεῖον αἷμά σου, σάρκες δὲ αἱ τίμιαι ὥσπερ ϑυμίαμα, τῷ Σωτῆρι προσήχϑησαν, τότε ὑπ᾽ Ἀγγέλου, Σμύρνην τοῦ φυλάσσοντος καὶ Ἐκκλησίαν πιστῶν, ὅϑεν πολυκόσμητος μάρτυς, καὶ ἱεραρχῶν ὡραιότης, γέγονας Χρυσόστομε πανόλβιε.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Παρακλητικός Κανών εις τον Άγιο Ιερομάρτυρα Χρυσόστομο Μητροπολίτη Σμύρνης

Ποίημα Ισιδώρας Μοναχής Αγιεροθεϊτίσσης

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ παρόντα τροπάρια·

Ἦχος δ΄. Ὁ Ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἱεραρχῶν τὸ εὐπρεπέστατον κάλλος, τῆς Μικρασίας θεοστήρικτον στῦλον, τὸ τῆς Ἑλλάδος καύχημα, τῆς Σμύρνης τὸ φῶς, δάφναις νίκης στέψωμεν, τὸν Χρυσόστομον πάντες, χαίροις ἀνακράζοντες· ἐθελόθυτον θῦμα, τοῦ Ἰησοῦ τελεία προσφορά, τοὺς ἐν τῷ Ξύλῳ, τὸ Αἷμα κενώσαντα.

Πανευλαβῶς τοὺς σοὺς ἀγῶνας τιμῶσα, ἀρχιερεῦ Θεοῦ Χρυσόστομε Σμύρνης, Χριστοῦ Μεταμορφώσεως, ἡ θεία Μονή, ἡ ἐν τῇ Φθιώτιδι, σοὶ δομήσαντα οἶκον, νέμει τὰς λατρείας σοι, καὶ αἰνέσεως ἐν τούτῳ, ἀναβοῶσα ὅλης ἐκ ψυχῆς, χαίροις ὦ φύλαξ ἡμῶν ὁ ἀκοίμητος.

Δόξα.
Τὸν τοῦ Θεοῦ ἐρασμιώτατον φίλον, Χριστοῦ ποιμένος ἀψευδέστατον τύπον, τῶν ἀρετῶν ἐκσφράγισμα, Χρυσόστομον νῦν, δεῦτε ἐπαινέσωμεν, ἐκλογάδα τῆς Δράμας, θείως ὁδηγήσαντα, εἰς νομὰς σωτηρίους, καὶ ἀμπελῶνα Σμύρνης ἱερόν, πολλῇ συνέσει, καλῶς γεωργήσαντα.

Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Σμῦρνης Ἄγ(γ)ελον Χρυσόστομον Ἀνευφημῶ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Σαρκός σου τὰ μέλη τὰ ἱερά, Χριστοῦ τῇ ἀγάπῃ, ὑπομείναντα ἀλγεινά, Χρυσόστομε ἄγγελε τῆς Σμύρνης, ἐν εὐλαβείᾳ πολλῇ κατασπάζομαι.

Μυρίπνοον αἴνεσιν τῷ Θεῷ, προσῆγες ἐν βίῳ ὦ Χρυσόστομε ἱερέ, Αὐτοῦ ἐκτελέσας θεῖον νόμον, καὶ πολιτείαν Ἀγγέλων μιμούμενος.

Ὑψώσεις ἐν λάρυγγι τοῦ Θεοῦ, Χρυσόστομε φέρων ἐν τῷ θρόνῳ τῷ ὑψηλῷ, ἀνῆλθες ποιμάνας θεαρέστως, τὰ λογικὰ τοῦ Κυρίου σου πρόβατα.

Θεοτοκίον.
Ῥητόρων πολύφθογγοι λαλιαί, ἐν σοὶ σιωπῶσιν, ἀειπάρθενε Μαριάμ, Θεὸν γὰρ ἐγέννησας ἀφράστως, καὶ μετὰ τόκον παρθένος διέμεινας.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Νουνεχῶς τὸ τῆς Σμύρνης, καθοδηγῶν ποίμνιον, ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, μάκαρ Χρυσόστομε, τοῦτο ἐξέθρεψας, Εὐαγγελίου τῇ χλόῃ, καὶ εἰς μάνδραν ἴθυνας, τὴν ἐπουράνιον.

Ἡ φωνὴ τοῦ Κυρίου ἡ ἐν Γραφαῖς λέγουσα, ὅστις ἀγαπᾷ με γνησίως, οὗτος καὶ θύεται, ὑπὲρ τῶν φίλων αὐτοῦ, ἐν σοὶ Χρυσόστομε ὄντως, εὗρε τὴν ἀλήθειαν, βίου σου πράξεσιν.

Συνωδᾷ τῷ λαῷ σου ἀπὸ ψυχῆς κράζομεν, χαίροις τῆς ἀγάπης ταμεῖον, φίλτρου ἀλάβαστρον, ὁ ἐκκενώσας αὐτό, Χριστοῦ ποσὶ τοῖς ἁγίοις, μίξας σου τῷ αἵματι, θεῖε Χρυσόστομε.

Θεοτοκίον.
Ἀσυγκρίτως τῇ δόξῃ, τῶν Σεραφὶμ γέγονας, καὶ τῶν Χερουβὶμ Θεοτόκε πλέον ὑπέρτιμος, ὅτι ἐν μήτρᾳ τῇ σῇ, μέγας Θεὸς ἐσαρκώθη, ὅν ὁρᾶν οὐ σθένουσα, τάξεις οὐράνιαι.

Ἀξίωσον, ἡμᾶς προσμένειν Χρυσόστομε ἀκλονήτους, ἐν ταῖς βίου ἐπιφοραῖς καὶ πάσαις κακώσεσι, Μαρτύριον μέγα ὁ ὑπομείνας.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Τὸν θρόνον λαμπρῶς τῆς Σμύρνης κατεκόσμησας, τῇ σῇ βιοτῇ, Χρυσόστομε μακάριε, ἀγαπῶν ἐξ ὅλης σου τῆς ἰσχύος Κύριον εὔσπλαγχνον, καὶ τὸν πλησίον ὥσπερ ἑαυτόν, ὡς τύπος καὶ μέτρον ἀγαθότητος.

Δόξα.
Τῆς Σμύρνης ποιμὴν Χρυσόστομε μακάριε, σφαγήν σου τὴν σεπτήν, ἐν ὕμνοις μεγαλύνοντες, σοὶ Ναῷ ἠγείραμεν, ᾧ ἑστῶτες κράζομεν φύλαττε, τὴν ἐν Λοκρίδι πάνσεπτον Μονήν, τιμῶσαν Χριστοῦ τὴν Μεταμόρφωσιν.

Καὶ νῦν.
Θεοτοκίον.
Πρεσβεία θερμή, καὶ τεῖχος ἀπροσμάχητον, ἐλέους πηγή, τοῦ κόσμου καταφύγιον, ἐκτενῶς βοῶμέν σοι· Θεοτόκε Δέσποινα, πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ἡ μόνη ταχέως προστατεύουσα.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε
Γηπονήσας Χρυσόστομε, πόνοις σου μυρίοις ψυχῆς τὴν αὔλακα, ἐναπέδωκας Κυρίῳ σου, Μαρτυρίου στάχυν πολυπλάσιον.

Σεληνόμορφον πρόσωπον, σοῦ τοῦ μαρτυρίου βαφὲν ἐν αἵμασι, μετὰ δέους εὐλαβούμενος, καταστέφω ἄνθεσι Χρυσόστομε.

Ἐνεώρας τὰ μέλλοντα, καὶ τὰ εἰς αἰῶνας μὴ σαλευόμενα, ὅθεν ἔφερες Χρυσόστομε, ἐν ψυχῇ γενναίᾳ τὰ φερέποντα.

Θεοτοκίον.
Λυτρωθέντες τῷ τόκῳ σου, τῆς τῶν Προπατόρων ἀρᾶς Πανάχραντε, εὐλογίας ἀπολαύομεν, ἐκβοῶντες χαῖρέ σοι Θεόνυμφε.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὄρθρου καὶ νυκτός, τοῦ Κυρίου τὰ προστάγματα, ἐμελέτας ὦ Χρυσόστομε σοφέ, διὸ καὶ εὗρες αἰωνίζουσαν ἀπόλαυσιν.

Ναίων ἐν ναῷ, τοῦ Δεσπότου σου Χρυσόστομε, τούτῳ ἔνειμας λατρείας λογικάς, ὡς ἀρχιθύτης εν τῇ Σμύρνῃ θεοπρόβλητος.

Χοῦν τε καὶ σποδόν, ἐλογίσω τὸ σαρκίον σου, ὦ Χρυσόστομε διὸ εἰς τὴν σφαγήν, ψυχῇ προθύμῳ τοῦτο ἔδωκας θεόληπτε.

Θεοτοκίον.
Ῥάβδος Ἀαρών, σὲ Παρθένε προετύπωσε, ἀνηρότως ὡς βλαστήσασα Χριστόν, ἀθανασίας τὸν καρπὸν ἡμῖν δωρούμενον.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ὑδάτων σε, ὡς φωνὴν ἐπέγνωκεν, ἡ τῆς Σμύρνης θεοσύστατον ἕδρα, ὅτι Χριστοῦ, τὸν σωτήριον λόγον, ἐν τοῖς ὠσὶ τῶν πιστῶν κατεβρόντησας, Χρυσόστομε καὶ τὰς ψυχάς, ἐκ φλογὸς τῆς ἁγνοίας ἐδρόσισας.

Σμυρναίων σε, ἡ λαμπρὰ Μητρόπολις, κατεπλούτησε σοφὸν Ποιμενάρχην, τὴν τοῦ Χριστοῦ, λογικὴν ἐκλογάδα καθοδηγήσας νομὴν εἰς σωτήριον, καὶ θύσας ὅλην σου ψυχήν, ὑπὲρ ταύτης προθύμως Χρυσόστομε.

Ὁλόφωτον, σὲ πυρσὸν ἐπέγνωμεν, ἀπὸ θρόνου τοῦ Χριστοῦ δαδουχοῦντα, τὸ ἱλαρόν, καὶ ἀνέσπερον φέγγος, καὶ διαλύοντα πλάνην Χρυσόστομε, λυχνίαν Σμύρνης δὲ καλῶς, εὐπρεπείᾳ λαμπρύνων τῶν ἔργων σου.

Θεοτοκίον.
Σοφία σε, τοῦ Θεοῦ ἡ ἄπειρος, ἐκ πασῶν τῶν ἐπὶ γῆς θυγατέρων, τοῦ κατοικεῖν, ἠρετίσατο μόνην, καὶ σαρκοφόρον γενέσθαι ἐν μήτρᾳ σου, Θεὸς τῶν ὅλων Μαριάμ, τῶν θαυμάτων τὸ μέγιστο ἄκουσμα.

Ἀξίωσον, ἡμᾶς προσμένειν Χρυσόστομε ἀκλονήτους, ἐν ταῖς βίου ἐπιφοραῖς καὶ πάσαις κακώσεσι, Μαρτύριον μέγα ὁ ὑπομείνας.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἀληθείας τὴν μακρὰν ὁδὸν ἐπεραίωσας, πλείστας θλίψεις χαίρων τῇ ψυχῇ καθυπέμεινας, καὶ ἀξίως τὴν ἱερὰν ἐλάμπρυνας στολήν. Θεῷ σφαγίον ὡς λογικόν, ἐθελουσίως προσαχθείς, ἀρχιθύτα Χρυσόστομε, μέλη οὖν τῆς σαρκός σου, ἐν αἵμασι φοινιχθέντα, εἰς ἱλασμὸν ὑπὲρ ἡμῶν τῶν τιμώντων σε γενέσθωσαν.

Προκείμενον.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχος. Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη.

Εὐαγγέλιον. (Ἐκ τοῦ Α΄ τῶν Ἁγίων Παθῶν).
Ἐκ τοῦ κατὰ Ἰωάννην
(κεφ. ιε΄ 8-16).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· ἐν τούτῳ ἐδοξάσθη ὁ ο πατήρ μου, ἵνα καρπὸν πολὺ φέρητε, καὶ γενήσεσθε ἐμοὶ μαθηταί. Καθὼς ἠγάπησέ με ὁ πατήρ, κἀγὼ ἠγάπησα ὑμᾶς· μείνατε ἐν τῇ ἀγάπῃ τῇ ἐμῇ. Ἐὰν τὰς ἐντολάς μου τηρήσετε, μενεῖτε ἐν τῇ ἀγάπῃ μου· καθὼς ἐγὼ τὰς ἐντολὰς τοῦ πατρός μου τετήρηκα, καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ. Ταῦτα λελάληκα ὑμῖν, ἵνα ἡ χαρὰ ἡ ἐμὴ ἐν ὑμῖν μείνῃ, καὶ ἡ χαρὰ ὑμῶν πληρωθῇ. Αὕτη ἐστὶν ἡ ἐντολὴ ἡ ἐμή, ἵνα ἀγαπάτε ἀλλήλους, καθὼς ἠγάπησα ὑμᾶς. Μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ. Ὑμεῖς φίλοι μου ἐστέ, ἐὰν ποιῆτε, ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν. Ουκέτι ὑμᾶς λέγω δούλους, ὅτι ὁ δοῦλος οὐκ οἶδε τι ποιεῖ αὐτοῦ ὁ Κύριος· ὑμᾶς δὲ εἴρηκα φίλους ὅτι πάντα ἅ ἤκουσα παρὰ τοῦ πατρός μου ἐγνώρισα ὑμῖν. Οὐχ ὑμεῖς μὲ ἐξελέξασθε, ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς, καὶ ἔθηκα ὑμᾶς, ἵνα ὑμεῖς ὑπάγητε καὶ καρπὸν φέρητε, καὶ ὁ καρπὸς ὑμῶν μένῃ· ἵνα ὅ,τι ἄν αἰτήσητε τὸν πατέρα ἐν τῷ ὀνόματί μου, δῷ ὑμῖν.

Δόξα.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Σμύρνη ἐπαγάλλεται, τῇ σεβασμίᾳ σου μνήμῃ, καὶ Ἑλλὰς ἡ σύμπασα, εὐκλεῶς Χρυσόστομε μεγαλύνεται, τῶν αὐτῆς πάλαι γάρ, θαυμαστῶν ἡρώων, ἐμιμήσω τὸ ἀκέραιον, μαρτύρων ἴχνεσι, γνώμῃ ἀκλινεῖ ἠκολούθησας, αὐτῶν τὰ κατορθώματα, πόνοις σου μυρίοις ἀντέγραψας, στέφος οὖν τῆς δόξης, χερσὶν ἀγωνοθέτου σου Χριστοῦ, λαβὼν εἰς θεῖα σκηνώματα, φωτὸς μεταβέβηκας.

Χαίροις ἐκ βαθέων σοι, θεῖε Χρυσόστομε κράζει, Προποντὶς ὡς μήτηρ σου, σὺν τῇ Δράμᾳ Σμύρνῃ τε ἅς ἐποίμανας, καὶ ἡμεῖς ἅπαντες, ἐν Ναῷ σου θείῳ, ἀθροισθέντες μετὰ πίστεως, ὁμοῦ κραυγάζομεν, χαίροις τῆς Ἑλλάδος τὸ καύχημα, Φθιώτιδος τὸ ἔρεισμα, καὶ Μονῆς σου θείας διάσωσμα, ἥτις τοῦ Κυρίου, ἁγίαν Μεταμόρφωσιν τιμᾷ, καὶ σὴν αἰτεῖται ἑκάστοτε, πλουσίαν ἀντίληψιν.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τείνας Πάτερ τὸ οὖς σου, εἰς τοὺς λόγους Κυρίου Θεοῦ τοῦ λέγοντος, ὁ θέλων αἰωνίαν, ζωὴν κληρονομῆσαι, ἀπολέσει τὴν πρόσκαιρον, χαίρων θυσίας ὁδόν, Χρυσόστομε διέβης.

Ὁμονοίας ὁ φίλος, τῆς εἰρήνης ἐργάτης πίστεως πρόβολος, διδάσκαλος αγάπης, εἰκὼν τῆς ἐγκρατείας, καὶ σφραγὶς τῆς σεμνότητος, ὑπογραμμὸς δὲ καλῶν, Χρυσόστομε ὑπάρχεις.

Μετά δόξης τιμίας, τῶν Ἀγγέλων χορεῖαι, σὲ ὑπεδέξαντο, Χρυσόστομε παμμάκαρ, καὶ γὰρ τοῦ Πολυκάρπου, τὴν πορείαν ἐζήλωσας, οὗ διεδέχθης ἐν γῇ, τὸν θρόνον ἐπαξίως.

Θεοτοκίον.
Οὐρανῶν πλατυτέρα, καὶ τῆς γῆς ἀνωτέρα καὶ πάσης κτίσεως, ὑπερενδοξοτέρα, ὑπάρχεις Παναγία, Μαριὰμ παντευλόγητε, ὅτι τὸν πάντων Θεόν, ἐκύησας ἀφράστως.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Νόος σου Πάτερ καὶ τῆς καρδίας τὰς βάσεις, εἰς Χριστοῦ ἐπεστήριξας πέτρα, ὅθεν οὐκ ἐσείσθης, Χρυσόστομε ἐν μάχαις.

Ἀνυποστόλως, τὸ τοῦ Σταυροῦ μέγα κέρας, καὶ πατρίδος τὴν θείαν σημαίαν, ὕψωσας ἐν Σμύρνῃ, Χρυσόστομε γενναῖε.
Νεκρὸν ἐν ξύλῳ, Χριστὸν σαρκὶ γεγονότα, ἠκολούθεις Χρυσόστομε πόθῳ, ὅθεν Τούτου χάριν δεινῶς ἐσφαγιάσθης.

Θεοτοκίον.
Ἐσφραγισμένην, καὶ ἀδιόδευτον πύλην, ὁ Θεὸς Μαριάμ εὑρηκώς σε, ᾤκησε τὴν μήτραν, τὴν σὴν φθορὰν μὴ γνοῦσα.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὑψόθεν βράβευσόν μοι, σθένος ἐν τῇ πάλῃ, κατὰ παθῶν πολυτρόπων καὶ πάσης ἀρχῆς, τοῦ πολεμοῦντος ἐχθροῦ με, θεῖε Χρυσόστομε.

Φωστὴρ ἐκ τῆς ἑώας, ἄρτι ἀνατείλας, τὴν οἰκουμένην αὐγάζεις ἀκτίσι φαιδραῖς, τῆς ἱερᾶς σου θυσίας μάκαρ Χρυσόστομε.

Ἡμέρας ἀνεσπέρου, ἔγνωμεν Υἱόν σε, καὶ τοῦ φωτὸς κληρονόμον καὶ φίλον Χριστοῦ, θεῖε Χρυσόστομε ὅθεν σὲ μακαρίζομεν.

Μερόπων ἅπαν γένος, πλήθη τῶν Ἑλλήνων, καὶ οἱ χοροὶ Μικρασίας αἰσίαις φωναῖς, τοῦ Χρυσοστόμου τὴν μνήμην δεῦτε τιμήσωμεν.

Θεοτοκίον.
Ὡς κλίμακα προεῖδε, κόρη Ἰακώβ σε, ἀπὸ τῆς γῆς εις τὰ ἄνω ὑψοῦσα ἡμᾶς, τοὺς ἀληθῆ Θεοτόκον ὁμολογοῦντάς σε.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια ὧν ἡ ἀκροστιχίς· ᾨδὴ Ισιδώρας.
Ὡς τῶν Ἀποστόλων ἐκμιμητήν, καὶ Ἀρχιερέων πανσεβάσμιον καλλονήν, κλέος τε Μαρτύρων, Χρυσόστομον τῆς Σμύρνης, τὸν Ἄγγελον τὸν μέγαν ἐγκωμιάσωμεν.

Δάφναις καταστέψωμεν ἱεραῖς, τὸν ὑπὲρ πατρίδος, καὶ τῆς πίστεως τοῦ Χριστοῦ, σφάγιον ἀχθέντα, Χρυσόστομον τὸν ἄρτι, πορφύρᾳ τε καὶ βύσσῳ αἱμάτων λάμποντα.

Ἥλιος Χρυσόστομε θεαυγής, ἐκ τῆς Προποντίδος ἐξανέτειλας θαυμαστῶς, ἐν τῇ Μικρασίᾳ, ἐμπρέψας τῷ φωτί σου, Ἑλλάδος δὲ εὐφραίνεις Μητρὸς τὸ πλήρωμα.

Ἰστίῳ τῶν κόπων σου τῶν μακρῶν, εἰς ἄκλυστον ὅρμον, καὶ γαλήνιον τοῦ Χριστοῦ, ἔφθασας διό σε, Χρυσόστομε λιτάζων, εἰρήνην μοι βραβεύειν, τὴν ὑπὲρ ἔννοιαν.

Σαγήνη τῶν λόγων σου ὡς ἰχθεῖς, ἐξώγρεις τὰ πλήθη ὦ Χρυσόστομε ἱερέ, Σμύρνης τὲ ὁλκάδα, συνέσει σταθηρᾷ σου, εἰς θείαν Βασιλείας λιμένας ἴθυνας.

Ἰδὼν τῆς ψυχῆς σου τὸ καθαρόν, καὶ τῆς σῆς καρδίας τὸ ἀθόλωτον ὁ Χριστός, μύρῳ ἔχρισέ σε τῆς Ἀρχιερωσύνης, Χρυσόστομε καὶ οἶκον, Αὐτοῦ ἐποίησεν.

Δάκρυσιν ἐνέσπειρας εἰς ἀγρούς, καρδιῶν τὸν σπόρον ὦ Χρυσόστομε τὸν καλόν, ὅθεν νῦν θερίζεις, αἰῶνας εἰς ἀπείρους, χαρᾶς διαμενούσης, τὴν ἀγαλλίασιν.

Ὤφθης πενομένων διατροφεύς, ῥάβδος βακτηρίας καμπτομένων ἐν λυπηροῖς, αὔρα τῆς ἐλπίδος, πενθοῦντων παρακλήτωρ, φιλάγαθος πατήρ τε πᾶσι Χρυσόστομε.

Ῥήμασι καὶ γράμμασιν ἱεροῖς, ένουθέτεις Σμύρνης, ὦ Χρυσόστομε τὸν λαόν, ὡς ὁ χρυσοῤῥήμων, οὗ ἔλαβες τὴν κλήσιν, γενόμενος τῇ πράξει στόμα παρήγορον.

Ἄνερ θειοτάτων νοσταλγιῶν, πνεύματος ἐργάτα, τῆς θυσίας τε ἐραστά, δίδου μοι τὸ στέργει, Χρυσόστομε τὰ ἄνω, Χριστοῦ δὲ προσταγμάτων φίλον γενέσθαι με.

Σὺν χοροστασίαις Ἀγγελικαῖς, Ἄγγελον τῆς Σμύρνης, ἐπαινέσωμεν ἐν ᾠδαῖς, ἄρτι μαρτυρίου, ὁδεύσαντα τὴν τρίβον, Χρυσόστομον τὸν πάνυ Ἑλλάδος καύχημα.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Μέγαν Μάρτυρα, ἡ Ἐκκλησία, μέγαν πρόμαχον, γένους Ἑλλήνων, τὸν τῆς Σμύρνης ὑμνοῦμεν Χρυσόστομον. Καὶ γὰρ γενναίως ἀθλήσας ὑπέμεινεν, ὑπὲρ Πατρίδος καὶ Πίστεως θάνατον, Ἱεράρχου τε ὑπόδειγμα Ἑαυτὸν ἀνέδειξε, τὸν στέφανον λαβὼν τὸν ἀμάραντον.

Ἕτερο. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Προποντίδος τὸν γόνον, Ἑλλάδος τὸ καύχημα, τῆς Μικρασίας φωστῆρα, ποιμένα Σμύρνης σοφόν, ἀνυμνήσωμεν πιστοὶ θεῖον Χρυσόστομον, ὅς ἠρετίσατο Σταυρόν, καὶ τὸ στέφος ἀκανθῶν, ποτήριον Μαρτυρίου, ὑπὲρ πίστεως καὶ πατρίδος, πιὼν ἐσφάγη ὡς ἀμνὸς λογικός.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Χαίρει, Μικρασία ἐπὶ σοί, χαίρει ἡ Ἑλλὰς τῶν ἡρώων, καὶ τῶν Μαρτύρων ἡ γῆ, Δράμα ἐξαιρέτως δε, ἐν σοὶ σεμνύνεται, καὶ καυχᾶται τῷ πνεύματι, τῆς Σμύρνης ὁ θρόνος, ὅνπερ κατηγλάισας, τῇ πολιτείᾳ σου, ἅμα συναγάλλονται τάξεις, πᾶσαι τῶν Μαρτύρων ἅς δόξῃ, ἱερὲ Χρυσόστομε ἐκόσμησας.

Χεῖρας, κατασπάζομαι τὰς σας, τὰς κατακοπεῖσα τῷ ξίφει, θηριοτρόπων ἐχθρῶν, πάντιμε Χρυσόστομε, τῆς Σμύρνης ἄγγελε, ὀφθαλμοὺς μακαρίζω σε, δεινῶς ὀρυχθέντας, γλῶσσαν τὴν κοπεῖσάν σου, σὺν τῷ προσώπῳ σου, ἅμα πολιὰν γενειάδα, ἥν ἀφηρηκότες ἐν πόθῳ, δριμυτάτοις εὗρες τέλος ἅγιον.

Χαίροις, εὐτολμίας ὁ κανών, μεγαλοψυχίας τὸ μέτρον, ἀνδρείας πύργος στεῤῥός, λύχνος εὐπρεπέστατος, Χριστοῦ Χρυσόστομε, τοῖς Αὐτοῦ παραγγέλμασιν, ἀκούσας εἰπόντος, ὅστις μου τὸ Ὄνομα, οὐκ ἀπαρνήσεται, οὗτος τῆς ζωῆς ἀπολαύσει, ἔσπευσας προθύμως θανάτου, τοῦ ὑπὲρ Χριστοῦ πιεῖν τὸ ποτήριον.

Χαίρει, τῶν Μαρτύρων ὁ χορός, ὁμολογητῶν ἅπας δῆμος, Ἱεραρχῶν ἡ πληθύς, Ἄγγελοι ἀγάλλονται, ἐν σοὶ Χρυσόστομε, τὸν γὰρ δρόμον τετέλεκας, τὴν πίστιν τηρήσας, δοὺς τὴν θεοβράβευτον, ὁμολογίαν σου, ταύτην μαρτυρίῳ σφραγίσας, ἔνδον τοῦ νυμφῶνος εἰσῆλθες, καὶ δικαιοσύνης στέφος ἔλαβες.