Παρακλητικός Κανών εις τον Άγιο Ιερομάρτυρα Ιερώνυμο

Ποίημα Γεροντίσσης Ἰσιδώρας Ἁγιεροθεϊτίσσης

Εορτάζεται στις 15 στις Ιουνίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ.
Τῶν ἀρετῶν τὸν γνησιώτατον φίλον, τὸν τῆς σοφίας ἱερώτατον μύστην, θεολογίας ὄργανον, καλῶν ἐραστήν· δεῦτε εὐφημήσωμεν, Ἱερώνυμον ὕμνοις, οὗτος τῆς ἀσκήσεως τοὺς κανόνας φυλάξας, ἐν Παλαιστίνῃ ἵδρυσε μονάς, ἔνθα παρθένων, χορὸν καθωδήγησεν.

Δόξα.
Ὅμοιον.
Τῷ Γρηγορίῳ τῷ κλεινῷ Θεολόγῳ, μαθητευθεὶς ὦ Ἱερώνυμε πάτερ, Εὐαγγελίου ἔμαθες τὰς θείας ἀρχάς, ἄριστος γενόμενος, ἑρμηνεύς τῶν Γραμμάτων, ὄργανον τοῦ Πνεύματος, συγγραφεὺς πλείστων βίβλων, τῆς ἡσυχίας στῦλος ἀκλινής, τῆς ἀληθείας, ὁ μέγας διδάσκαλος.

Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Τὸν θεόσοφον Ἱερώνυμον τιμῶ. Ἰσιδώρας.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Τὸ εὔχρηστον σκεῦος τῆς ἐκλογῆς, τῆς γνώσεως λύχνον, τῆς σοφίας ὑφηγητήν, Γραμμάτων διδάσκαλον τὸν μέγαν, τὸν Ἱερώνυμον δεῦτε τιμήσωμεν.

Ὁ βίος σου ἄμεμπτος καὶ ἁγνός, ἡ σῇ πολιτεία, σεμνοτάτη καὶ καθαρά, οἱ τρόποι σου σώφρονες καὶ θεῖοι, ὦ  Ἱερώνυμε πάτερ ἀοίδημε.

Νυκτὸς Ἱερώνυμε ἱερέ, ἀπέθου τὸ σκότος καὶ τὰ ἔργα τὰ τοῦ φωτός, εἰργάσω σπουδῇ σου φιλοπόνῳ, ὡς τῆς ἡμέρας υἱὸς περιώνυμος.

Θεοτοκίον.
Θεῶσαι βουλόμενος ὁ Θεός, Ἀδάμ τὸν φθαρέντα, παραβάσεως τῷ καρπῷ, ἐν μήτρᾳ Σου ᾤκησε Παρθένε, καὶ ἀδιάφθορον ταύτην ἐφύλαξεν.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἐκ τῆς Δύσεως ἄστρον, ὡς φωτεινὸν ἔλαμψας, πᾶσαν οἰκουμένην αὐγάσας τῇ ὡραιότητι, τῆς πολιτείας τῆς σῆς, ὦ Ἱερώνυμε Πάτερ, καὶ πιστῶν ἐφαίδρυνας, τὰ αἰσθητήρια.

Ὀφθαλμούς σου οὐδόλως, εἰς νυσταγμὸν ἔδωκας, οὐδὲ τοῖς βλεφάροις σου ὕπνον, ὦ Ἱερώνυμε, ἀλλ’ ἀγρυπνῶν τῷ Θεῷ, ἀκαταπαύστως ὁμιλεῖς, ὡς πρὸς φίλον ἔγγιστα, διαλεγόμενος.

Συγγραφέα σε βίβλων, τῶν ἱερῶν ἔγνωμεν, ἔσοπτρον λαμπρόν τῆς σοφίας, καὶ τῆς συνέσεως, πνευματικὸν ὁδηγόν, τῶν εὐσεβῶς διαγόντων, καὶ κρατῆρα γνώσεως, ὦ Ἱερώνυμε.

Θεοτοκίον.
Οὐρανῶν πλατυτέρα, ἡ Σῇ γαστὴρ δέδεικται, Ἄχραντε Παρθένε Μαρία, Θεοχαρίτωτε, τὸν τοῦ παντὸς Ποιητήν, καὶ συνοχέα τῶν ὅλων, ἐν σαρκὶ γὰρ ἔτεκες, ἄφθορος μείνασα.

Ἀξίωσον, ἡμᾶς μανθάνειν Κυρίου τὰς διατάξεις, καὶ φυλάττειν ἐπιμελῶς αὐτὰς Ἱερώνυμε, διδάσκαλε θείας φιλοσοφίας.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησι καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Σοφίας Θεοῦ, τὸν οἶκον τὸν ἀρίζηλον, χαρίτων πολλῶν, τὸ σκεῦος τὸ πολύτιμον, τῶν Γραφῶν τὸν εὔγνωστον, συγγραφέα ᾄσμασι στέψωμεν, τοῦ Παρακλήτου ὄργανον τερπνόν, τὸν μέγα, καὶ θεῖον Ἱερώνυμον.

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Φιλοσόφων τὸν ἔξαρχον, Παρακλήτου ὄργανον τὸ εὐάρμοστον, Ἱερώμυμον τιμήσωμεν, καὶ αὐτοῦ τοὺς τρόπους ἐπαινέσωμεν.

Ὁλοτρόπως ἐδούλευσας, μάκαρ Ἱερώνυμε τῷ Κυρίῳ σου, καὶ Αὐτοῦ τὸ θεῖον θέλημα, καθαρᾷ καρδίᾳ σου ἐτέλεσας.

Νουνεχῶς Ἱερώνυμε, κόσμου τὰς τερπνότητας ἐγκατέλειπες, καὶ εἰς ἔρημον κατῴκησας, ἐν ἀσκήσει ἄκρα τελειούμενος.

Θεοτοκίον.
Ἰησοῦν τὸν Θεάνθρωπον, ἀπειράνδρως τέτοκας Μητροπάρθενε, Παναγία καὶ διέμεινας, ὡς πρὸ τόκου πάλιν ἀδιάφθορος.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἔρωτι Θεοῦ, Ἱερώνυμε φλεγόμενος, τῆς ἀσκήσεως ἐβάδισας ὁδόν, σχῆμα Ἀγγέλων, ἐν συνέσει ἐνδυσάμενος.

Ῥήματα ζωῆς, ἐμελέτας Ἱερώνυμε, ἐν καρδίᾳ σου ἡμέρας καὶ νυκτός, οἰκειοτρόπως, τῷ Θεῷ διαλεγόμενος.

Ὧ τῶν θαυμαστῶν, μεγαλείων Ἱερώνυμε, δἰ’ ὧν Κύριος Θεὸς ἐπὶ τῆς γῆς, τὴν σὴν πορείαν, ἐξαιρέτως ἐθαυμάστωσεν.

Θεοτοκίον.
Νέον ἐπὶ γῆς, ὡς παιδίον ἀπεκύησας, τὸν Θεὸν τὸν πρὸ αἰώνων Μαριάμ, καινοποιοῦντα, τοὺς βροτοὺς δἰ’ ἀγαθότητα.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ὑψούμενος, πρὸς Θεὸν τὸν Ὕψιστον, Ἱερώνυμε θεόληπτε Πάτερ, ἔξω σαρκὸς καὶ τοῦ κόσμου ἐγένου, καὶ τὰ οὐράνια κάλλη ἑώρακας, ἃ νοῦς ἀνθρώπου οὐ νοεῖ, ὀφθαλμὸς οὐδὲ πάλιν τεθέαται.

Μελέτημα, προσφιλές σου ἔσχηκας, τοῦ θανάτου τὴν ὠφέλιμον μνήμην, καὶ ὡς εἰκὸς ἀπενέκρωσας πάθη, τὰ τῆς σαρκός σου, σοφὲ Ἱερώνυμε· ζωῆς διὸ ἀληθινῆς, κληρονόμος ἐν χάριτι γέγονας.

Ὁλόφωτος, ὡς λαμπάς τὰ ἔργα σου, διαλύουσιν ἀγνοίας τὸ σκότος, καὶ τὴν αὐγήν, Ἱερώνυμε Πάτερ, τῆς ἀνεσπέρου ἡμέρας προβάλλουσιν· καὶ νῦν οἰκεῖς ἐν οὐρανοῖς, ἐν σκηναῖς τοῦ Φωτὸς ἀγαλλόμενος.

Θεοτοκίον.
Νηδύϊ σου, καθαρᾷ ἐχώρησας, τὸν ἀχώρητον παντὶ Θεοτόκε, τὸν Ποιητὴν οὐρανοῦ καὶ τῆς γῆς τε, Ὅν τῶν Ἀγγέλων αἰνοῦσι τὰ τάγματα· Αὐτὸν δυσώπει μητρικῶς, λυτρωθῆναι ἡμᾶς πάσης θλίψεως.

Ἀξίωσον, ἡμᾶς μανθάνειν Κυρίου τὰς διατάξεις, καὶ φυλάττειν ἐπιμελῶς αὐτὰς Ἱερώνυμε, διδάσκαλε, θείας φιλοσοφίας.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’εσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Τῇ σοφίᾳ τῶν θεοπειθῶν διδαγμάτων σου, καὶ τῷ πλούτῳ τῶν πνευματικῶν συγγραμάτων σου, κατευθύνεις ἐν ἀγαθοῖς τὰς τρίβους τῶν πιστῶν, ὁδὸν εὔθετον τῶν ἐντολῶν, ὑποδεικνύων εὐχερῶς, διὰ λόγων καὶ πράξεων· σέβοντες οὖν πρεπόντως, τὴν θείαν σου πολιτείαν, ἀναβοῶμεν ἐν χαρᾷ, σοὶ τὸ χαῖρε Ἱερώνυμε.

Προκείμενον·
Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στίχος. Οἱ Ἱερεῖς Σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσει ἀγαλλιάσονται.

Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Λουκᾶ
(Κεφ. ιβ΄ 8 – 12).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ Υἱός τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ, ἔμπροσθεν τῶν Ἀγγέλων τοῦ Θεοῦ. Ὁ δὲ ἀρνησάμενος με ἐνώπιον τῶν ἀνθρώπων, ἀπαρνηθήσεται ἐνώπιον τῶν Ἀγγέλων τοῦ Θεοῦ. Καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν Υἱόν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ ῞Αγιον Πνεῦμα βλασφημήσαντι, οὐκ ἀφεθήσεται. Ὅταν δὲ προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγάς, καὶ τὰς ἀρχάς, καὶ τὰς ἐξουσίας, μὴ μεριμνᾶτε, πῶς ἤ τί ἀπολογήσησθε, ἤ τί εἴπητε· τὸ γὰρ ῞Αγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν.

Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείας, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἑμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείας, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἑμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Χαίροις Ἱερώνυμε, θεομακάριστε Πάτερ, τῆς σοφίας ὄργανον, τοῦ Ἁγίου Πνεύματος, ἐνδιαίτημα· τὰς χρηστὰς ἔλαβες, δωρεὰς πλουσίως, καὶ συνέγραψας τὰς βίβλους σου· αὐτὰς κατέχοντες, ὥσπερ θησαυρὸν ἀνεξάντλητον, μανθάνομεν τὰ κρείττονα, καὶ τῆς σωτηρίας ἐχόμενα· θείαις οὖν εὐχαῖς σου, ἀξίωσον ἐργάζεσθαι ἡμᾶς, τὰ τοῦ Κυρίου προστάγματα, ὡς δοῦλοι εὐγνώμονες.

Σῶσον ὁ Θεός τὸν λαό σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τίς ἀξίως ὑμνήσει, Ἱερώνυμε Πάτερ ἀξιοθαύμαστε, τὰ ἤθη τὰ χρηστά σου, τὸν ἄμεπτον σου βίον, καὶ τὰ θεῖα χαρίσματα, δἰ’ ὧν Χριστὸς ὁ Θεός, ἐν γῇ ἐδόξασέ σε.

Ἱερώνυμος αὖθις, τῆς σοφίας ὁ μύστης ὁ ἱερώτατος, παρέστη ἐν τῷ μέσῳ, ἡμῶν διαφερόντως, ὡς τρυφὴν προτιθέμενος, τὰς ἐκ τῶν βίβλων αὐτοῦ, σοφὰς διδασκαλίας.

Μακαρίζομεν πόθῳ, τοὺς ὁσίους σου τρόπους, ὦ Ἱερώνυμε· ὡδήγησας ἐκ Ῥώμης, σὺν Παῦλα Εὐστοχίαν, καὶ παρθένους πεντήκοντα, εἰς Παλαιστίνην μονήν, συστήσασαι ἁγίαν.

Θεοτοκίον.
Ὡς γλυκύ σου τὸ κάλλος, ὡς ὡραῖα προσώπου σου ἡ εὐπρέπεια, ὡς θεία ἡ τιμή σου, ὡς ἄφραστος ἡ δόξα, Παναγία θεόνυμφε· Ἀγγελικῶν γὰρ χορῶν, προέχεις ἐξαιρέτως.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἱερωνύμου, τοῦ θεοφόρου Ὁσίου, τὴν σεμνὴν καὶ λαμπρὰν πολιτείαν, Ἄγγελοι ὁρῶντες, ἐξέστησαν ἐν θάμβει.

Σκεῦος ἐγένου, τῆς ἐκλογῆς τῆς τιμίας, Ἱερώμυμε Ὅσιε Πάτερ, εἰς διακονίαν, Θεοῦ κατηρτισμένον.

Ἰδὼν ψυχῆς σου, τὸ ταπεινὸν τε καὶ πρᾶον, ὁ Θεὸς Ἱερώνυμε Πάτερ, ἔθετο σε λύχνον, Αὐτοῦ τῇ Ἐκκλησίᾳ.

Θεοτοκίον.
Δεῦτε συμφώνως, αἱ γενεαί τῶν ἀνθρώπων, μακαρίσωμεν ὕμνοις ἐνθέοις, τὴν Ὑπεραγίαν, Παρθένον Θεοτόκον.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὡς χόρτον ἐθεώρεις, δόξαν τὴν τοῦ κόσμου, ὦ Ἱερώνυμε Πάτερ, διὸ νουνεχῶς, αὐτὴν ἀφῆκας φορέσας, σχῆμα τὸ ἅγιον.

Ῥημάτων Γρηγορίου, θείου Θεολόγου, ὡς ἐπακούσας ἐγένου αὐτοῦ μαθητής, καὶ ἰσοστάσιος δόξῃ, ὦ Ἱερώνυμε.

Ἀγάλλου Δαλματία, τοῦ Ἱερωνύμου, τοῦ πανενδόξου υἱοῦ σου τῇ θείᾳ τιμῇ, καὶ ἡ Χριστοῦ Ἐκκλησία, πᾶσα εὐφράνθητι.

Θεοτοκίον.
Συνάμα τῷ Ἀγγέλῳ, χαῖρε Σοὶ βοῶμεν, θεοκυῆτορ Μαρία καὶ γὰρ διὰ σοῦ, αἱ γενεαί τῶν ἀνθρώπων, χάριν ἐλάβομεν.

Ἂξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σὲ μεγαλύνομεν

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
ὧν ἡ ἀκροστιχίς· Χαῖρε Ὅσιε.
Χαίροις Ἱερώνυμε ἱερέ, δόξα τῶν Ὁσίων, τῶν Δικαίων ἡ ἐκλογή· χαίροις τῆς σοφίας διδάσκαλε καὶ μύστα, τῆς γνώσεως ταμεῖον, ὑπερπληρέστατον.

Ἄγγελοι καὶ ἄνθρωποι συνῳδά, τοῦ Ἱερωνύμου, μεγαλύνουσιν ἐν ᾠδαῖς, τὴν εὐπρεπεστάτην ἑόρτιον ἡμέραν, τὸ χαῖρε προσφωνοῦντες, τούτῳ ἐν χάριτι.

Ἴδετε υἱόν μου τὸν εὐκλεῆ, κράζει Δαλματία, καυχωμένη μητροπρεπῶς· τοῦτον ὥσπερ λύχνον, προτέθηκα ἐπ’ ὄρους, τοῦ λάμπειν καὶ φωτίζειν, κόσμου τὰ πέρατα.

Ῥήματα τὰ πάνσοφα καὶ σεπτά, τὰ τοῦ Γρηγορίου, Θεολόγου ὡς ὁδηγόν, ἔσχες ἐν τῷ βίῳ, διὸ τῆς ἀληθείας, ἐβάδισας τὴν τρίβον, ὦ Ἱερώνυμε.

Ἔγραψας χειρί σου μετὰ σπουδῆς, βίβλους θεοσόφους, Ἱερώνυμε καὶ αὐτάς, ἔδωκας ὡς πλοῦτον καλῆς κληρονομίας, τοῖς θέλουσι μανθάνειν, ὅσα ὠφέλιμα.

Ὅλῃ σου καρδίᾳ, ὅλῃ ψυχῇ, ὅλῃ σου προθέσει, Ἱερώνυμε καὶ σπουδῇ, ἔστερξας τῶν πάντων, Θεὸν καὶ Βασιλέα, Αὐτῷ ἀκολουθήσας, μετὰ πιστότητος.

Σέβω Ἱερώνυμε καὶ τιμῶ, σοῦ τὴν πολιτείαν, τὴν θεάρεστον καὶ σεμνήν· ὕμνοις μεγαλύνω τὰς σὰς μεγαλουργίας, τὴν δόξαν σου θαυμάζων, τὴν ὑπερθαύμαστον.

Ἴσχυσας βαστάσαι ἀδικιῶν, συκοφαντιῶν τε, τὰς πικρίας καὶ τὰ δεινά· ἔχων δὲ Κυρίου, τὴν πίστιν ὡσεὶ ὅπλον, ἐξῆλθες νικηφόρος, ὦ Ἱερώνυμε.

Ἔπαινόν σοι πλέκομεν εὐμενῶς, Πάτερ τῶν Πατέρων, Ἱερώνυμε θαυμαστέ, σοῦ τὰς ἀριστείας τιμῶντες μετὰ πόθου, καὶ σοῦ τὰ μεγαλεῖα, ἐγκωμιάζοντες.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Ἐν σπουδῇ μαθητεύσας, ἱερὲ Ἱερώνυμε, παρὰ Γρηγορίῳ τῷ πάνυ, Θεολόγῳ ἠρεύνησας, σοφίας οὐρανίου τὸν βυθόν, τὰς ῥήσεις ἑρμηνεύσας τῶν Γραφῶν· τὰς δὲ βίβλους σου πλουτοῦμεν ὡς θησαυρόν, χειρί σου ἃς συνέταξας· χαίροις, τῶν Ἱερέων ἡ τιμή· χαίροις, Ὁσίων σέμνωμα· χαίροις σεμνῶν παρθένων ὁδηγέ, τῆς Παύλας Εὐστοχίας τε.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Χαίροις, τῆς σοφίας ἐραστά, τῆς θεολογίας ὁ μύστης, φιλοσοφίας ὁ νοῦς, ἄνθος εὐωδέστατον τῆς θείας γνώσεως, Ἱερώμυμε Ὅσιε, Πατέρων τὸ κλέος, βάσις καὶ ἑδραίωμα τῶν μοναζόντων τε· χαίροις τῆς ἐρήμου ὁ λύχνος, φαίνων τοῖς ἐν σκότει κειμένοις, τοῦ Εὐαγγελίου τὴν ἀλήθειαν.

Σέβω, Ἱερώνυμε σοφέ, καὶ ἐν ἐγκωμίοις καὶ ὕμνοις, χρεωστικῶς ἐπαινῶ, χεῖρα τὴν τιμίαν σου, δἰ’ ἧς συνέγραψας, ἐν σοφίᾳ τὰς βίβλους σου, καὶ ταύτας παρέθου, πᾶσιν ὡς πολύτιμον, ζωῆς θησαύρισμα, ὅπως μελετῶντες ἐκ πόθου, τὰς τῶν διδαγμάτων σου ῥήσεις, γνῶμεν εὐσεβείας τὰ μυστήρια.

Χαίρει, Δαλματία μητρικῶς, Πάτερ Ἱερώνυμε μάκαρ, τῇ σῇ φαιδρᾷ ἑορτῇ, καὶ ἡ Παλαιστίνη τε, συνεπαγάλλεται· ἐν αὐτῇ γὰρ ἀνήγειρας, μονὰς σεβασμίας, καὶ τὸ τῆς ἀσκήσεως, διῆλθες στάδιον· χαίρει καὶ χορός τῶν παρθένων, ἃς σὺν Εὐστοχίᾳ καὶ Παῦλα, ἐν μοναστηρίῳ καθωδήγησας.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχα ἀκροτελεύτια·
Ἐν ἀγαθοῖς κατεύθυνον τὰ διαβήματα μου,
Ὅσιε Ἱερώνυμε, διδάσκαλε σοφίας,
ὡς ἂν εἰς τρίβον τοῦ Θεοῦ, βαδίζω ἀπροσκόπτως
καὶ φθάσω εἰς τὰς φωτεινὰς σκηνάς τῆς θείας δόξης,
βοᾷ σοι ὕμνοις καὶ ᾠδαῖς ἡ πένης Ἰσιδώρα,
ἃς ἔγγραφον τῇ προτροπῇ καί τῇ θερμῇ αἰτήσει,
Σπυρίδωνος τοῦ δούλου σου, τοῦ σέβοντος σε πόθῳ,
ἱκέτου Γεωργίου τε Ἱεροδιακόνου,
πάνυ εὐλαβουμένου σου τὴν θείαν πολιτείαν
καὶ ἐκζητοῦντος πρὸς Θεὸν τὰς θείας σου πρεσβείας,
ἵνα ἐλέους παρ’ Αὐτοῦ τυχόντες τοῦ μεγάλου,
Αὐτὸν ἀεὶ δοξάζωμεν, τὸν ἐν Τριάδι Ἕνα,
Πατέρα ἅμα καὶ Υἱόν, σὺν Πνεύματι Ἁγίῳ,
ὧ πρέπει ἡ προσκύνησις αἰῶνας εἰς αἰώνων.

Ἀμήν.