Παρακλητικός Κανών εις τον Άγιο και Ένδοξο Ιερομάρτυρα Ιγνάτιο τον Θεοφόρο Επίσκοπο Αντιόχειας

Ποίημα Ιερομονάχου Αθανασίου Σιμωνοπετρίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

†Εορτάζεται στις 20 Δεκεμβρίου
Ανακομιδή των λειψάνων στις 29 Ιανουαρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὸ τροπάριον·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὁ βασταχθεὶς ἐν ταῖς Κυρίου ἀγκάλαις, καὶ ἐν ψυχῇ σου Τοῦτον πάλιν βαστάσας, Ἰγνάτιε μακάριε ἱκέτευε θερμῶς, ὅπως ἐνοικήσῃ μου, τῇ ψυχῇ τῇ ἀθλίᾳ, καὶ παθῶν τοὺς λέοντας, ὡς ζωὴ θανατώσῃ, καταξιῶν με μοίρας δεξιᾶς, ὦ Θεοφόρε, ἐν ὥρᾳ τῆς Κρίσεως.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Θανάτωσον, Ἰγνάτιε, ψυχῶν ἡμῶν τὰ πάθη. Ἀ(θανάσιος).

ᾨδὴ α΄. ῏Ηχος πλ.δ΄. Ἁρματηλάτην Φαραώ.
Θεὸν βαστάσας ἐν ψυχῇ Ἰγνάτιε, καὶ θεοφόρος κληθείς, πάντας τοὺς τιμῶντας, τὴν ἁγίαν μνήμην σου, Θεὸν κρατεῖν ἀξίωσον, ἐν ψυχῆς ταμιείῳ, ὅπως Παράδεισον εὕρωμεν, ὅνπερ σὺ οἰκεῖς λεοντόβρωτε.

Ἀντιοχέων Ἱεράρχα μέγιστε, καὶ θεολόγε κλεινέ, τὸν ἡνιοχῆσαι, ἁμαρτίαις θέλοντα, ψυχὰς δεινὸν ἀντίπαλον, σαῖς πρεσβείαις διώξαις, καὶ τὸν Χριστὸν μόνον οἴκησον, ἄρχοντα νοός τε καὶ σώματος.

Νενικηκὼς τοὺς λογισμοὺς Ἰγνάτιε, τοὺς γεννητὰς τῶν παθῶν, ἀπαθὴς ἐγένου, καὶ Χριστοῦ ὀσφράδιον, διὸ παρακαλοῦμέν σε, λεοντόψυχε Πάτερ, νικᾷν ἡμᾶς καταξίωσον, λογισμοὺς Κυρίου χωρίζοντας.

Θεοτοκίον.
Ἄχραντε Μῆτερ ἡ Θεὸν γεννήσασα, ἐν ἡσυχίᾳ νυκτός, ὡς βιβλίοις γράφει, ὁ κλεινὸς Ἰγνάτιος, τὴν ἡσυχίαν σύμβιον, δεομένοις χαρίσαις, ὅπως Χριστοῦ τὰ προστάγματα, ἐν ψυχαῖς ἀγρύπνοις ἀκούωμεν.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Τί σου πρῶτον θαυμάσω, θεοειδὲς ἄνθρωπε; πᾶσαν ἀρετὴν γὰρ μετῆλθες, ὡς μίαν ἕτεροι, διὸ παράσχου μοι, μικρὰν ἀπόμοιραν πλούτου, πάντιμε Ἰγνάτιε, ὃν ἐθησαύρισας.

Ὡραιώθη ζωή σου, ἐξ οὗ Χριστὸς ἔλαβεν, σὲ ὡς καθαρώτατον παῖδα, πάτερ Ἰγνάτιε, ὅθεν κραυγάζω σοι· παῖδα ἁπλοῦν τῇ καρδίᾳ, δεῖξον τὸν ὑμνοῦντά σε, καὶ πάνυ ἄδολον.

Στῆθι μέσον ζητούντων, τίς ἐν Θεῷ μέγιστος; καὶ βροντοφωνῶν λέγε Πάτερ· ὅστις ἐπλούτησεν, τὴν καθαρότητα, καὶ ὡς ἑκούσιος δοῦλος, πᾶσι διηκόνησε, διὰ τὸν Κύριον.

Θεοτοκίον.
Ὁρατῶν λύτρωσαί με, καὶ ἀφανῶν Δέσποινα, λύκων τὴν ψυχὴν ἐκζητούντων, κατασπαράξαί μου, καὶ ἀρτιμέλειαν, ἐν ἐνεργείᾳ καὶ λόγῳ, σαῖς πρεσβείαις δώρησαι, ὅπως δοξάζω σε.

Διάσωσον, ἀπὸ κινδύνων Ἰγνάτιε θεοφόρε, τοὺς ἀπὸ ψυχῆς τιμῶντας τὴν μνήμην σου, καὶ ἴασαι, ἐκ παθῶν τῶν ποικίλων.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
῏Ηχος β΄. Πρεσβεία θερμή.
Τὸ πῦρ τοῦ Χριστοῦ, Ἰγνάτιε ὑπάναψον, ψυχαῖς τῶν πιστῶς, τιμώντων θείαν μνήμην σου, καὶ παθῶν τὰ φρύγανα, σαῖς πρεσβείαις κατάκαυσον, ὑγίειαν διπλῆν, ἡμῖν Πάτερ χαριζόμενος.

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Νοῦν μου κάθαρον Ἅγιε, μνήμῃ τοῦ Δεσπότου ὃν ἔσχες πάντοτε, τοῦ νοός σου ἀδολέσχημα, καὶ γλυκαίνοντά σου τὰ νοήματα.

Ἱερεύσας ἁγνότητι, θυσιαστηρίῳ Χριστοῦ Ἰγνάτιε, διὰ Κύριον ἀξίωσον, πάθη θύειν πάντας τοὺς τιμῶντάς σε.

Γνοὺς Σωτῆρα τὸν Κύριον, τούτῳ πάντα βίον σου ἀφιέρωσας, ᾯ ζωήν μου ἀνατίθεσθαι, ἅγιε Ἰγνάτιε παράσχου μοι.

Θεοτοκίον.
Νίκησόν μου ἀμέλειαν, πάναγνε Παρθένε καὶ τὴν ἐγρήγορσιν, χαρίσαι μοι ὅπως γένωμαι, Βασιλείας μέτοχος Δεσπότου μου.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἄρον τὰ δεσμά, λεοπάρδων ὦ Ἰγνάτιε, καταδεσμούντων τὴν καρδίαν μου, ἀπανθρώπως, καὶ ψυχῆς πρὸς θάνατον ἀγόντων με.

Τύραννον ὠμόν, καὶ μισόψυχον ἀπόστησον, τὸν καθ᾿ ἑκάστην προσωθοῦντά με, ἁμαρτάνειν, Θεοφόρε πάντιμε Ἰγνάτιε.

Ἴθυνον ποδῶν, τρίβους Πάτερ διανοίας μου, πρὸς τὸν Δεσπότην δι᾿ ὃν ἔδραμες, ἐξ ἐῴας, πρὸς θανὴν ὡς ἔλαφος χριστόδιψος.

Θεοτοκίον.
Ἔλεος Ἁγνή, ἐκζητῶ παρὰ Κυρίου μου, ἀλλὰ μὴ ἔχων τὸ εὐπάρεδρον, σὲ ὡς μεσῖτιν, τούτῳ Ἄχραντε προβάλλομαι.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ψαλτήριον, μελῳδοῦν Ἰγνάτιε, τὴν ἀγάπην τοῦ Χριστοῦ ἐγεγόνεις, ὅθεν ποθῶν, τὸ μαρτύριον θῆρας, σταυρὸν καὶ πῦρ ἐξεζήτεις καὶ θάνατον, ἀξίωσον οὖν καὶ ἡμᾶς, ἀγαπᾶν ἐκ ψυχῆς τὸν Φιλάνθρωπον.

Ὑπήντησας, τῷ Δεσπότῃ Ἅγιε, καὶ ἐνίδρυσας Αὐτὸν ἐν ψυχῇ σου, διὸ πυρί, συγκραθεὶς τῷ ἀύλῳ, πῦρ τὸ φιλόυλον ὅλως ἀπέσβεσας· δεόμεθά σου ἐκτενῶς, τῷ πυρὶ τοῦ Θεοῦ ἡμᾶς πύρωσον.

Χαρίτωσον, τὰς ψυχὰς Ἰγνάτιε, τῶν τιμώντων τὴν ἁγίαν σου μνήμην, ἐν πειρασμοῖς, ἀδοκήτοις καὶ θλίψει, ὑποπιπτούσας ἑκάστοτε Ἅγιε, χωρὶς γὰρ θείου στηριγμοῦ, αἱ ἰγνύες ἡμῶν καταπίπτουσι.

Θεοτοκίον.
Ὡς εἴρηκας, τῷ Ἀγγέλῳ Δέσποινα, γενηθήτω μοι ὡς Κύριος θέλει, οὕτως ἡμᾶς, ἀξιώσαις Παρθένε, τῷ θεϊκῷ ὑποκλίναι θελήματι, καὶ πράττειν τοῦτο ἐκ ψυχῆς, ὡς ζωὴν ἀποφέρον αἰώνιον.

Διάσωσον, ἀπὸ κινδύνων Ἰγνάτιε θεοφόρε, τοὺς ἀπὸ ψυχῆς τιμῶντας τὴν μνήμην σου, καὶ ἴασαι, ἐκ παθῶν τῶν ποικίλων.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα, μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
῏Ηχος β΄. Προστασία τῶν Χριστιανῶν.
Φαιδροτάταις αὐγαῖς τοῦ Δεσπότου σου, σκοτασμὸν πλάνης Πάτερ ἐβύθισας, αἵματί σου, ἐπισφραγίσας φίλτρον ζωηρόν, διό, πρέσβευε ὑπὲρ ἡμῶν, ὥστε γενέσθαι μιμητάς, τῆς ἀγάπης σου Ἅγιε· ὅπως παγίδας πάσας, φύγωμεν ψυχολέθρους, καὶ κληρονόμοι τοῦ Χριστοῦ, ὦ Ἰγνάτιε γενώμεθα.

Προκείμενον.
Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσει ἀγαλλιάσονται.
Στίχος. Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ἰωάννην.
(Κεφ. 10 9-16).

Εἶπεν ὁ Κύριος· Ἐγώ εἰμι ἡ θύρα. Δι᾿ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται. Καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ. Ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν ἔχωσιν. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων. Ὁ μισθωτὸς δὲ καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι καὶ οὐ μέλλει αὐτῷ περὶ τῶν προβάτων. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλὸς καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. Καθὼς γινώσκει με ὁ Πατὴρ κἀγὼ γινώσκω τὸν Πατέρα καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης. Κἀκεῖνά με δεῖ ἀγαγεῖν καὶ τῆς φωνῆς μου ἀκούσουσι καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.

Δόξα.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Καὶ τὸ προσόμοιον.
῏Ηχος πλ.β΄. Ὅλην ἀποθέμενοι.
Ὅλην συνεκέρασας, τὴν σὴν ζωὴν τῷ Δεσπότη, ἅγιε Ἰγνάτιε, ἐκ παιδὸς καὶ γέγονας, θεῖον σκήνωμα, πάσας τὰς ἐννοίας σου, καὶ τὰς ἐνεργείας, Τούτῳ μόνῳ καθυπέταξας, διὸ καὶ γέγονας, Θεοφόρος κλήσει καὶ πράγματι, ὅθεν ὡς σῖτος τίμιος, λέουσιν ἠλέσθης καὶ δέδειξαι, ἄρτος ζωηφόρος, πιστοὺς στηρίζων Πάτερ ἐν Χριστῷ, καὶ χορηγῶν ἱκεσίαις σου, οὐρανοῦ τὴν οἴκησιν.

Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Παῖδες ἑβραίων.
Νίκην νικήσας τὴν ὑψίστην, νίκην χάρισαι, ἡμῖν κατ᾿ ἐναντίων, ἐξωθούντων Θεόν, ἀρνήσασθαι τῷ βίῳ, καὶ θῦσαι κτίσει Ἅγιε, ἤ Αὐτῷ ὥσπερ ἐμπρέπει.

Ἤχθης ἐνώπιον τυράννου, καὶ θεότητα, ἐκήρυξας Δεσπότου, ἐμπλησθεὶς θαυμαστῶς, Πνεύματος Παναγίου, ὃ καὶ ἡμῖν Ἰγνάτιε, ἱκεσίαις σου δωρήσαις.

Μνήσθητι πάντων δεσμουμένων, ὦ Ἰγνάτιε, δεσμοῖς τοῦ μισοψύχου, καὶ κλοιοὺς ὡς ἱστόν, διάῤῥηξον ἀράχνης, ὅπως ἀέρα πνεύσωσι, τῆς Χριστοῦ ἐλευθερίας.

Θεοτοκίον.
Ὥρα ἐγγίζει ἡ ἐσχάτη, καὶ μετάνοιαν, οὐκ ἔχω Θεοτόκε, δι᾿ἧς μόνον Χριστοῦ, ἀνοίγεται ἡ πύλη, ὅθεν ταύτην παράσχου μοι, ὡς φιλότεκνός μου Μήτηρ.

ᾨδὴ η΄. Τὸν ἐν ὄρει.
Νύσσαν φθάσας τῆς θείας βασιλείας, τῶν τιμώντων σε, Ἰγνάτιε μνησθείης, κοινωνοὺς ἀγαθῶν, δεικνὺς ἐπουρανίων, ὧν ἀπολαύεις Ἅγιε, συνεδρεύων τῷ Δεσπότῃ.

Τῶν ἀύλων Δυνάμεων διδάσκεις, τὴν κατάστασιν, πιστοῖς ὦ Θεοφόρε, ἃς ἡμῶν βοηθούς, κατάστησον εὐχαῖς σου, ὅπως ἐχθροῦ ὑψώματα, καταβάλλωμεν ἐνθέως.

Ἆνερ θεῖε χριστόθυτε σὸν αἷμα, πρὸς τὸν Κύριον, βοᾷ ἀδιαλείπτως, ὑπὲρ πάντων πιστῶν, τιμώντων τὴν σὴν μνήμην, οἷς δώρησαι τὴν ἄφεσιν, παραπτώσεων ποικίλων.

Θεοτοκίον.
Πίπτω Κόρη ὡς πετεινὸν ἐκ βέλους, τὰ θελήματα, ποιῶν τοῦ ἀντιδίκου, ὃν μισῆσαι ποτέ, ἐξ ὅλης μου καρδίας, καταξιώσαις Δέσποινα, ἡ ἐλπὶς ἀπηλπισμένων.

ᾨδὴ θ΄. ᾿Εξέστη ἐπὶ τούτῳ.
Ἀγάπης τοῦ Δεσπότου θῦμα φανείς, ἐκ παιδὸς Θεοφόρε Ἰγνάτιε, ταύτην ἡμῖν, δίδου ἐν καρδίαις ἀειφλεγῆ, δι᾿ ἧς καὶ δυνησόμεθα, πάθη κατεφλέξαι τὰ χαλεπά, καὶ θείαν ἀμαυροῦντα, ψυχῶν ἡμῶν εἰκόνα, ἣν ὁ Χριστὸς σφόδρα ἠγάπησεν.

Θεοῦ τὸν Ἄρτον θύων ἀρχιερεῦ, ἄρτος θεῖος ἐψήθης Ἰγνάτιε, ὑπὸ θηρῶν, ἐν τῷ Κολοσσαίῳ καταλεσθείς, καὶ παρετέθης ἔδεσμα, πᾶσι φιλομάρτυσι ποθητόν, οὓς φύλαττε παμμάκαρ, πτωμάτων αἰφνιδίων, καὶ ἄρτους δεῖξον χριστοέψητους.

Ἡ ἔν χριστὸς καρδία σου μαρτυρεῖ, τὸ σφοδρὸν σῆς ἀγάπης Ἰγνάτιε, ὅτι χρυσοῖς, γράμμασιν ἐγράφη τὸ Ἰησοῦς, τὸ ποθητόν σοι ὅνομα, ὡς διαπεπίστευται θαυμαστῶς, μετὰ τὴν ἄθλησίν σου, ὅθεν ἡμῶν καρδίαις, τοῦτο ἐγγράψαις χριστοέραστε.

Θεοτοκίον.
Ἁπλώσαις τὴν σὴν σκέπην ὡς Ἀγαθή, χριστωνύμοις πανάχραντε Δέσποινα, καὶ δροσισμόν, τῶν ἱκεσιῶν σου τῶν μητρικῶν, παράσχοις καταφεύγουσιν, ὑπὸ τῶν πτερύγων σου τὴν σκιάν, καὶ ποῦ ἑτέραν Κόρη, εὕρωμεν προστασίαν, οἱ τὸν Δεσπότην παροργίζοντες.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
῞Υδωρ τὸ ἁλλόμενον εἰς ζωήν, Ἰγνάτιε πάτερ, θησαυρίσας ἐν τῇ ψυχῇ, ἔσπευσας τεθνᾶναι, ὑπὸ θηρῶν ἀγρίων, διὸ τὴν μακαρίαν, ζωὴν ἐτρύγησας.

Ὥσπερ ἀπειρόκακος πάτερ παῖς, παρὰ τοῦ Δεσπότου, ἠγκαλίσθης καὶ παρ᾿ Αὐτοῦ, δῶρον τὴν ἀγάπην, καὶ τὴν θεολογίαν, ἐπλούτησας ἐνθέως, θεῖε Ἰγνάτιε.

Ἄρτον ἀγαπήσας τὸν μυστικόν, ἤδη Τοῦτον τρώγεις, ἐν τῷ Δείπνῳ ἄνω Σιών, ὅνπερ δίδου Πάτερ, τοῖς πόθῳ ἐκζητοῦσι, ἐκ σοῦ ζωοτροφίαν, τὴν ἐπουράνιον.

Χαίροις Θεοφόρε μάρτυς Χριστοῦ, καὶ μὴ παύσῃ Τούτῳ, ἱκετεύων ὑπὲρ ἡμῶν, ὅπως κατακαύσῃ, παθῶν αἰσχρῶν ἀκάνθας, καὶ βίον μεταλλάξῃ, πρὸς τὸ θειότερον.

Σὸν Ναὸν Ἰγνάτιε ἱερόν, δεῖξον ἰατρεῖον, νοσημάτων παντοειδῶν, τὸν Χριστὸν παρέχων, ὡς φάρμακον σοῖς δούλοις, τὸν τὴν ζωὴν διδόντα, τὴν ἐπουράνιον.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

῏Ηχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅταν ὁ ἀντίδικος ἐχθρός, βάλλῃ καθ᾿ ἡμῶν λεοντίως, πάτερ Ἰγνάτιε, τότε σὺ παράστηθι, παρακαλῶν τὰς ψυχάς, καὶ τὴν νίκην δωρούμενος, τοῖς πόθῳ τιμῶσι, σὰ σεπτὰ παλαίσματα, διὰ τὸν Κύριον, ὅνπερ καὶ ἡμᾶς ἀξιώσαις, ἐν τοῖς στέρνοις ἔχειν ἀεί που, θεῖον θησαυρὸν καὶ ἀξιέραστον.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Στίχοι·
Λέοντας Χριστοῦ πυρπνόους δείξαις ὅσοι,
σήν, χρίσταθλ Ἰγνάτιε, μνήμην τιμῶσι.