Παρακλητικός Κανών εις τον Άγιο Νέο Ιερομάρτυρα Ιωάννη εξ Αγράφων
Ποίημα Γεωργίου Μηλίτση
†Εορτάζεται στις 7 Ιανουαρίου
Εῦλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὂτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. Δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὀνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τά Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῷ Ἰωάννῃ οἱ πιστοὶ νῦν προσδράμωμεν, καὶ ἱκετεύσωμεν αὐτὸν ταπεινῶς, καὶ ἐν δάκρυσι κράζοντες ἐκ βάθους ψυχῆς· Ἅγιε βοήθησον τοὺς ἀχρείους ἱκέτας, σπεῦσον ἀπολλύμεθα ὑπὸ πλήθους πταισμάτων, μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς, σὲ γὰρ προστάτην κεκτήμεθα ἅπαντες.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν΄ (50) Ψαλμός.
Ελέησόν με, ὁ Θεός, κατά τό μέγα έλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημα μου. Ἐπί πλεῖον πλύνόν με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιον μου ἐστι διά παντός. Σοι μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιον Σου ἐποίησα, ὅπως ἀν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαι Σε. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις εκίσσησέ με ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια τῆς σοφίας Σου ἐδήλωσας μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ακουτιείς μοι ἀγαλλίασιν καί εὐφροσύνην, αγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπον Σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα ευθές εγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μή αντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὀδούς Σου καί ἀσεβεῖς ἐπί σε ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, αγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσιν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἀν, ὁλοκαυτώματα οὑκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὑκ ἐξουδενώσει. Αγάθυνον, Κύριε, ἐν τῆ εὐδοκία Σου τήν Σίων καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον Σου μόσχους.
Καὶ ὀ Κανῶν
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ῥυσθῆναι κινδύνων πολυειδῶν, καὶ πάσης κακίας, θλίψεως τε καὶ συμφορᾶς, πρὸς σὲ καταφεύγω Ἰωάννη, τῶν Ὀρθοδόξων τὸ μέγα προπύργιον.
Τὰ πάθη συνέχουσι θαυμαστέ, ἐμὲ τὸν ἀχρεῖον, ὡς καὶ τύψεις παντοειδεῖς, διό σοι προσπίπτω Ἰωάννη, καὶ ἐκζητῶ σὴν βοήθειαν πάντιμε.
Ὑπὲρ ἐκζητούντων σὴν ἀρωγήν, ἱκέτευσον μάκαρ, τὸν τῆς πίστεως Ἀρχηγόν, καὶ τοῖς ἀσθενοῦσι Ἰωάννη, τὴν θεραπείαν παράσχου τρισόλβιε.
Θεοτοκίον.
Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῆς θείας καὶ προνοίας τῆς παρὰ Σοῦ, ἀξίωσον μόνη Θεομῆτορ, ὡς ἀγαθὴ Ἀγαθοῦ τε λοχεύτρια.
ᾨδὴ γ΄. Οὐρανίας ἁψίδος.
Ἰσχυράν σε ἐλπίδα καὶ ἱερὰν ἄγκυρα, ἔχομέν σε ὦ Ἰωάννη, πάντες οἱ Ἕλληνες, διὸ ἡμεῖς ταπεινῶς, σοὶ καταφεύγομεν πόθῳ, καὶ τὴν σὴν βοήθειαν πάντες αἰτούμεθα.
Τῆς Μονῆς τοῦ Δουσίκου φρουρὸς ὁ ἀκοίμητος, μάκαρ Ἰωάννη ἐδείχθης, καὶ καταφύγιον, τῶν δὲ ἀλγούντων πιστῶν, ἡ ἰσχυρὰ προστασία, καὶ τῆς νεολαίας ἅγιον πρότυπον.
Ὀρθοδόξων τὸ κλέος καὶ ἱερὸν καύχημα, πάτερ Ἰωάννη ἐδείχθης, ἐσχάτοις ἔτεσι, σῶσον ἐκ πλάνης σοφέ, καὶ ἐπηρείας δαιμόνων, τοὺς σὲ μακαρίζοντας ᾄσμασι Ἅγιε.
Θεοτοκίον.
Χαλεπαῖς ἀῤῥωστείαις καὶ νοσεροῖς πάθεσιν, ἐξεταζομένῳ Παρθένε Σύ μοι βοήθησον· τῶν ἰαμάτων γάρ, ἀνελλιπῆ Σὲ γινώσκω, θησαυρὸν Πανάμωμε τὸν ἀδαπάνητον.
Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου Ἰωάννη, ὅτι πάντες ἱκετικῶς πρὸς σὲ καταφεύγομεν, ὡς ἔχοντα πρὸς Θεὸν παῤῥησίαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἲτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβείαν τὴν σὴν κατέχοντες μακάριε, παγίδων ἐχθροῦ, σωζόμεθα οἱ δοῦλοί σου, ἐκτενῶς βοῶμέν σοι· Ἰωάννη σπεῦσον βοήθησον, καὶ ἐκ νόσων λύτρωσον ἡμᾶς, τοὺς πόθῳ προσφεύγοντας τῇ κάρᾳ σου.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Δίδου πᾶσι μακάριε, τοῖς πιστῶς προστρέχουσι πρὸ τῆς κάρας σου, ὑγείαν ἀδιάπτωτον, Ἰωάννη Ἀγράφων τὸ γέννημα.
Ἐμπεσὼν εἰς τοὺς ὄνυχας, τοῦ νοητοῦ δράκοντος ὁ πανάθλιος, καὶ βοήθειαν οὐ κτώμενος, σοὶ προσφεύγω Ἰωάννη πάντιμε.
Τῶν παθῶν μου τὸν τάραχον, Ἰωάννη Πάτερ τάχος διάλυσον, καὶ τὸν κλύδωνα κατεύνασον, τὼν ἐμῶν πταισμάτων ἀξιάγαστε.
Θεοτοκίον.
Οἱ ἐλπίδα καὶ στήριγμα, καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι Σε Πανύμνητε, δυσχερείας πάσης ἐκλυτρούμεθα.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Λύτρωσον ἡμᾶς, ἐκ κινδύνων Ἰωάννη σοφέ, καὶ τοὺς σοὶ καταφεύγοντας Ἀθλητά, ἐκ τοῦ πυρὸς τοῦ ἀσβέστου ἀπάλλαξον.
Δός μοι λογισμῶν, ἐξαγόρευσιν καὶ δάκρυα, καὶ ἐκκοπὴν θελήματος ἀγαθέ, Ἰωάννη ταῖς λιταῖς σου τρισμακάριστε.
Νόσων ἰατρός, ἀνεδείχθης μέγας ἔνδοξε, καὶ πάντων τῶν Χριστιανῶν ὁ φρουρός, ἀσπὶς καὶ τεῖχος ἀπόρθητον ἀξιάγαστε.
Θεοτοκίον.
Ἴασαι Ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν, ἐπισκοπῆς Σου ἀξιώσασα, καὶ τὴν ὑγείαν τῇ πρεσβείᾳ Σου παράσχου μοι.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Προστάτην σε, τῆς ζωῆς ἐπίσταμαι, καὶ φρουρόν σε θαυμαστὲ ὀνομάζω, τῶν πειρασμῶν, διαλύεις τὰ βέλη, σὺ καὶ τὰς νόσους διώκεις μακάριε, σοῦ δέομαι ὁ δυσμενής, ἐκ τῶν θλίψεων τάχος ἐξάρπασον.
Σὲ τεῖχος, καταφυγῆς κεκτήμεθα, οἱ Ὀρθόδοξοι σεμνὲ Ἰωάννη, καὶ ἰατρὸν τοῦ καρκίνου καλοῦμεν, ὡς καὶ πηγὴ δωρημάτων σὲ λέγομεν, δεόμεθά σου ἀγαθέ, ἐκ παθῶν καὶ κινδύνων διάσωσον.
Παράσχου μοι, ἀνεπαίσχυντα τέλη, καὶ καλὴν ἀπολογίαν θεόφρον, τὰ δὲ ψυχῆς μου ἀόρατα ἕλκη, Ἅγιε Μάρτυς ταχέως θεράπευσον, σοῦ δέομαι θαυματουργέ, ἐκ ματαίας οἰήσεως σῶσόν με.
Θεοτοκίον.
Ἐν κλίνῃ, νῦν ἀσθενῶν κατάκειμαι, καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου, ἀλλ’ ἡ Θεόν, καὶ Σωτῆρα τοῦ κόσμου, καὶ τὸν λυτῆρα τῶν νόσων κυήσασα, Σοῦ δέομαι τῆς Ἀγαθῆς, ἐκ φθορᾶς νοσημάτων ἀνάστησον.
Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου Ἰωάννη, ὅτι πάντες ἱκετικῶς πρὸς σὲ καταφεύγομεν, ὡς ἔχοντα πρὸς Θεὸν παῤῥησίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἲτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Σὺ προστάτης τῶν Χριστιανῶν ἀκαταίσχυντος, καὶ μεσίτης πρὸς τὸν Ποιητὴν ἀμετάθετος, μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον θαυματουργέ, εἰς τὴν βοήθειαν ἡμῶν τῶν πιστῶς δεομένων σου· τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ὁ ἑτοιμότατος φρουρός, Ἰωάννη παναοίδιμε.
Προκείμενον.
Δίκαιος ὡς φοίνιξ ἀνθήσει καί ὡσεί κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχ. Ὑπομένων, ὑπέμεινα τὸν Κύριον καί προσέσχε μοι και εἰσήκουσεν τῆς δεήσεώς μου.
Εὐαγγέλιον, Ἐκ τοῦ κατά Ματθαῖον (Κεφ. ι΄ 16-22).
Εἶπεν ὁ Κύριος. Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἔνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. Ὅταν δὲ παραδώσωσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσετε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσετε. Οὐ γὰρ ἡμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν. Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς· καί ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.
Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις᾿Ελεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ Νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλεήμον, Ἐλέησόν με, ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μὴ ἐγκαταλείπης με, τῶν Ὀρθοδόξων προστάτα, Ἰωάννη ἔνδοξε, ἀλλὰ δέξαι δέησιν τοῦ ἱκέτου σου, θλῖψις συνέχει με, φέρειν οὐ δύναμαι, τῶν δαιμόνων τὰ τοξεύματα, σκέπην οὐ κέκτημαι, οὐδὲ ποῦ προσφύγω ὁ ἄθλιος, πάντοθεν πολεμούμενος, καὶ παραμυθίαν οὐκ ἔχω πλήν σου, Μάρτυς τοῦ Κυρίου, ἐλπὶς καὶ καταφύγιον πιστῶν, μὴ μοῦ παρίδῃς τὴν δέησιν, τὸ συμφέρον ποίησον.
Σῶσον ὀ Θεός τὸν λαό σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τῆς ψυχῆς σωτηρίαν, ἐκ νεότητος Πάτερ σὺ ἐπεπόθησας, διὸ καὶ μαρτυρίου, τὴν χλαίναν ἐνεδύθης, Ἰωάννη μακάριε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Πολλαπλῶν νοσημάτων, καταγώγιον γέγονα ὁ πανάθλιος, διό σοι καταφεύγω, καὶ πόθῳ ἱκετεύω, ὁ ἀνάξιος δοῦλός σου, Ἅγιε Μάρτυς Χριστοῦ, ταχὺ θεράπευσόν με.
Ὀρθοδόξων τὰ πλήθη, ἐν Μονῇ τοῦ Δουσίκου σπεύδουσι Ἅγιε, θερμῶς δὲ προσκυνοῦσι, καὶ πόθῳ ἀνυμνοῦσι, Ἰωάννη τὴν κάραν σου· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Σωμάτων μαλακίας καὶ ψυχῶν ἀῤρωστίας Θεογεννήτρια, τῶν πόθῳ προσιόντων, τῇ σκέπῃ Σου τῇ θείᾳ θεραπεύειν ἀξίωσον, ἡ τὸν Σωτῆρα Χριστόν, ἡμῖν ἀποτεκοῦσα.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τῶν ἰαμάτων, κρουνὸς σοφὲ ἀνεδείχθης, καὶ πτωχοὺς μὴ παρίδῃς θεόφρον, ἵνα σὲ ὑμνῶμεν, εἰς πάντας τοὺς αἰῶνας.
Σὺ τοὺς κυκλοῦντας, τὴν παναγίαν σου κάραν, ὑγείαν καὶ ῥώμην παράσχου Ἰωάννη, ταῖς σαῖς πρεσβείαις, καὶ σῶσον ἐκ τῆς πλάνης.
Εἰς ἀθυμίαν, ἐκ τῆς πολλῆς ῥαθυμίας, περιπέπτωκα Πάτερ ὁ τάλας, ἐξ αὐτῆς λύτρωσόν με, ταχέως Ἰωάννη.
Θεοτοκίον.
Τῶν πειρασμῶν, Σὺ τὰς προσβολὰς ἐκδιώκεις, καὶ παθῶν τὰς ἐφόδους Παρθένε, ὅθεν Σὲ ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἐνήθλησας ἐνδόξως, μάκαρ Ἰωάννη, καὶ μαρτυρίου στεφάνους ἀπέλαβες, διὸ τιμῶμέν σε πάντες καὶ μακαρίζομεν.
Ῥοήν μου τῶν δακρύων, μὴ ἀποποιήσης, θαυματουργὲ Ἰωάννη μακάριε, καὶ τῆς ψυχῆς μου τὰ ἕλκη τάχος θεράπευσον.
Ἱλέωσαι τὸν Κτίστην, Μάρτυς Ἰωάννη, ἀξιωθῆναι ζωῆς ἡμᾶς ἅπαντας, καὶ λυτρωθῆναι πυρὸς αἰωνίζοντος.
Θεοτοκίον.
Κακώσεως ἐν τόπῳ, τῷ τῆς ἀσθενείας, ταπεινωθέντα Παρθένε θεράπευσον, ἐξ ἀῤρωστίας εἰς ῥῶσιν μετασκευάζουσα.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξωτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις τῶν Ἀγράφων θεῖος βλαστός, καὶ τῆς Ἐκκλησίας, ὁ ἀκοίμητος ὀφθαλμός· χαίροις τῆς Δουσίκου, ἀγλάϊσμα καὶ δόξα, καὶ τῶν ἐν θλίψει ὄντων τὸ καταφύγιον.
Χαίροις τῆς Δουσίκου ὁ θησαυρός, καὶ τῆς Θεσσαλίας, ὁ ἀδάμας ὁ ἐκλεκτός· χαίροις Ἱερέων, ἡ πάμφωτος λυχνία, ὡς καὶ τῶν Ὀρθοδόξων καύχημα ἔνδοξον.
Ἔχοντες τὴν κάραν σου ἀγαθέ, θησαύρισμα μέγα, οἱ τῆς Τρίκκης Χριστιανοί, προσέρχονται ἐν πίστει, ταύτην προσκυνῆσαι, καὶ λαβεῖν πλουσίως τὰ θεῖα δῶρά σου.
Δύναμιν ἀντλοῦσιν ἀνελειπῶς, μοναζόντων τάξεις, Ὀρθοδόξων τε ἡ πληθύς, ἐκ τῆς σεβασμίας καὶ ἱερᾶς σου κάρας, παμμάκαρ Ἰωάννη, πάντων τὸ στήριγμα.
Χαίροις τῶν Μαρτύρων ἡ καλλονή, καὶ τῶν μοναζόντων ἀδαπάνητος θησαυρός· χαίροις Ἱερέων, ἀλάνθαστος πυξίδα, καὶ τῶν ἐν πόνῳ ὄντων τὸ παραμύθιον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ και τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῶν Ἀγράφων τὸν γόνον, Θεσσαλίας ἀγλάϊσμα, καὶ Μονῆς Δουσίκου τὸ κλέος, Ἰωάννην τιμήσωμεν· ἀθλήσας γὰρ λαμπρῶς ὑπὲρ Χριστοῦ, θαυμάτων ἀνεδείχθη ἡ πηγή, καὶ λυτροῦται ἐκ κινδύνων παντοειδῶν, τοὺς πίστει ἀνακράζοντας· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ σὲ δωρήσαντι ἡμῖν, πρέσβυν ἀκοίμητον.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντων τῶν πιστῶν Χριστιανῶν, φρουρὸς ἀνεδείχθης θεόφρον, καὶ Ὀρθοδόξων ἐλπίς· ἄλλον γὰρ οὐκ ἔχομεν οἱ ἐν κινδύνοις πολλοῖς, καταφύγιον Ἅγιε, σεπτὲ Ἰωάννη, διό σοι προσφεύγομεν ἐν ἱκεσίᾳ θερμῇ, Μάρτυς Ἐκκλησίας τὸ κλέος, σὺ ὑπάρχεις πάντιμε σπεῦσον, δυσωποῦμεν ῥύσασθαι ἱκέτας σου.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.