Δύο Παρακλητικοί Κανόνες εις τον Άγιο Ιωάννη Μαξίμοβιτς
Παρακλητικός Κανών εις τον εν Αγίοις Πατέρα ημών Ιωάννη Μαξίμοβιτς Επίσκοπο Σαγκάης και Σαν Φρανσίσκο τον Θαυματουργόν
Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας
†Εορτάζεται στις 2 Ιουλίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καί τὰ ἐξῇς·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν ἐξ ἀντλήματος αὐτοῦ τῆς καρδίας, πᾶσιν ἐκβλύζοντα κρουνοὺς ἀειζώους, χαρίτων εὐφημήσωμεν ἐκθύμως πιστοί, Ἱεράρχην ὅσιον, θεαυγῆ Ἰωάννην, τὸν ἀκολουθήσαντα, Ἀποστόλων ταῖς τρίβοις, ἐν τοῖς ἐσχάτοις χρόνοις καὶ ψυχάς, διψώσας ἄρτι, τὸν Κτίστην ποτίσαντα.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ἰωάννη, χαρᾶς πλῆσον θείας σὸν ἱκέτην. Χ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἱλέωσαι Κύριον καὶ Θεόν, ἡμῖν Ἰωάννη, τοῖς τιμῶσι σε εὐλαβῶς, ὡς νέον φωστῆρα Ἐκκλησίας, καὶ Ἀποστόλων τῶν θείων ὁμόζηλον.
Ὡράισμα νέον Ἱεραρχῶν, σοφὲ Ἰωάννη, καθωράϊσον ἀρεταῖς, εὐχαῖς σου θερμαῖς ἡμῶν καρδίας, τῶν ἀνυμνούντων τὴν πάνσεπτον μνήμην σου.
Ἀξίωσον δόξης τῶν οὐρανῶν, ἡμᾶς Ἰωάννη, τοὺς προστρέχοντας ἀκλινῶς, σῇ χάριτι ἥν, δεδοξασμένε, ἀφθόνως εὗρες, ὡς σκεῦος τοῦ Πνεύματος.
Θεοτοκίον.
Νικήτορας δεῖξον κατὰ παθῶν, ἡμᾶς χαμαιζήλων, μεγαλύνοντας ἐν χορῷ, εἰς πάντας Σε, Μῆτερ, τοὺς αἰῶνας, Θεογεννῆτορ Ἁγνή, Ἀειπάρθενε.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Νῦν λαμπρῶς, Ἰωάννη, νεοφανὲς πίστεως, ἄστρον ἐκ Ῥωσίας ἐκλάμψαν, σὲ μεγαλύνοντες, βοῶμεν· ἐκδυσωπῶν, μὴ διαλίπῃς φωτίσαι, Ἰησοῦν νεότητα, φέγγει τοῦ Πνεύματος.
Ἡλιόφωτον σέλας, τῆς τοῦ Χριστοῦ πίστεως, τῆς Ὀρθοδοξίας φῶς μέγα, πᾶσιν ἁπλώσαντα, ἐν ἀγνωσίας σκιᾷ, κειμένοις σκέδασον τάχος, Ἰωάννη, ζόφωσιν, τῶν προστρεχόντων σοι.
Χαριτώνυμε Πάτερ, Ἱεραρχῶν καύχημα, Ἰωάννη, βράβευε πᾶσι, σὲ μεγαλύνουσιν, ἰσχὺν συντρίψαι ἐχθροῦ, τοῦ μισοκάλου ἐνέδρας, ὁ αὐτοῦ τὴν δύναμιν, θραύσας ἀγῶσί σου.
Θεοτοκίον.
Ἀπαθείας με δεῖξον, Μῆτερ Θεοῦ, νήψεως καὶ εὐχῆς ἀόκνου πυξίον τὸν ἀνυμνοῦντα Σε, ὡς ὑπερόπτην παθῶν καὶ ἐγρηγόρσεως λύχνον, Πάναγνε Παντάνασσα, κόσμου διάσωσμα.
Χαρίτωσον, τοὺς σοὺς ἱκέτας πρεσβείαις σου διαθέρμοις, χαριτώνυμε, πρὸς Θεόν, τὸν πᾶσι παρέχοντα ἀφθόνως τὰ πρόσφορα, Ἰωάννη.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπί τὴν ἐμὴν χαλεπήν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Σοφίας Θεοῦ τὸν σύνοικον τιμήσωμεν, σεπτῶν ἀρετῶν, ὡς ὄλβον πολυτίμητον, Ἰωάννην ὅσιον, κεκλημένον ἐν βίῳ Μαξίμοβιτς, καὶ τὰς αὐτοῦ πρεσβείας πρὸς Θεόν, πιστῶς τὰς ἐνθέρμους ἐκζητήσωμεν.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Ῥαθυμίαν ἐκδίωξον, Ἰωάννη μάκαρ, τῶν εὐφημούντων σε, ὡς λαμπάδα ἐγρηγόρσεως, καὶ διπλῆς ἀγάπης λύχνον πάμφωτον.
Ἀνυμνοῦντες τοὺς πόνους σου, πρός τῶν Ὀρθοδόξων ἀρχῶν διάδοσιν, Ἰωάννη, δυσωποῦμεν σε, στήριξον ἡμᾶς ὀρθῷ φρονήματι.
Σκοτομήνην ἀπέλασον, τῶν παθῶν ἱκέτας σου κατατρύχουσαν, Ἰωάννη θεοτίμητε, νεαυγές φωστὴρ Χριστοῦ τῆς πίστεως.
Θεοτοκίον.
Παναμώμητε Δέσποινα, βεβορωμένην ψυχήν τοῦ δούλου σου, νάμασί σου ἀποκάθαρον, πρεσβειῶν πρὸς Τόκον σου τὸν πάνσεπτον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Λάμπρυνον στολήν, τῆς ψυχῆς μου ἱκεσίαις σου, Ἰωάννη, πρός τὸν μόνον τὰς ψυχάς, διασῴζειν τῶν προσφύγων σου δυνάμενον.
ἬΙσχυνας ἐχθρόν, βροτοκτόνον τῇ ἀμέμπτῳ σου, Ἰωάννη, ἐπὶ γῆς διαγωγή, πρεσβευτὰ ἡμῶν θερμότατε πρὸς Κύριον.
Στῦλος ἀῤῥαγής, πεφηνὼς ὀρθοῦ φρονήματος, Ἰωάννη, κλονουμένων τὰς ψυχάς, ἱκετῶν στηρίζεις χάριτος τῆς θείας σου.
Θεοτοκίον.
Ὄμβρισον ἡμῖν, ὑετόν τῆς προστασίας σου, Θεοτόκε, δροσοβόλοις προσευχαῖς, Ἰωάννου, Ἱεράρχου τοῦ οἰκτίρμονος.
ᾨδὴ ς΄. Τὴν δέησιν ἐκχεῶ.
Ναμάτων σε, ἀειῤῥύτων χείμαρρον, Ἰωάννη, σωστικῆς ἀπαθείας, γιγνώσκοντες σε πιστῶν αἱ χορεῖαι, ἀποζητοῦμεν πιεῖν ὕδωρ χάριτος, τῆς σῆς πλουσίας οἱ κακῶς, ἐν τοῖς πάθεσι κατατρυχόμενοι.
Θεόσοφε, Ἱεράρχα σπεύδοντες, Ἰωάννη, σαῖς ἐνθέρμοις πρεσβείαις, ἀναβοῶμεν· σοφίας ἐνθεοῦ, ἡμᾶς ἀσόφους ἀνάδειξον τάχιστα, ὁ ἐποφθείς τοῦ πανσθενοῦς, Παρακλήτου ταμεῖον ἀσύλητον.
Ἐπίβλεψον, Ἰωάννη Ὅσιε, ἐφ’ ἡμᾶς τοὺς ἀνυμνοῦντας σὴν μνήμην, καὶ πέμψον πᾶσιν ἐξ ὕψους σῆς δόξης, ἡμῖν ἀφθόνως ἐν βίῳ τὰ πρόσφορα, ὁ διαλάμψας ὡς ἀστήρ, ἀγαθῶν τῶν ἐνύλων στερήσεως.
Θεοτοκίον.
Ἰάτρευσον, τῆς ψυχῆς μου τραύματα, καὶ οὐλάς τοῦ σώματος μου, Παρθένε, φαρμάκῳ Σῆς ἀκλινοῦς προστασίας, καὶ ἀρωγῆς, Μῆτερ Θεογεννήτρια, τὸν μόνον πάντων ἰατρόν, Ἰησοῦν, ἡ ἀφράστως κυήσασα.
Χαρίτωσον, τοὺς σοὺς ἱκέτας πρεσβείαις σου διαθέρμοις, χαριτώνυμε, πρὸς Θεόν, τὸν πᾶσι παρέχοντα ἀφθόνως τὰ πρόσφορα, Ἰωάννη.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τὸν ταπεινόν, ἀγαθὸν καὶ ἡσύχιον νῦν εὐλαβῆ Ἱεράρχην τιμήσωμεν, ὡς ἀπλανῆ τῶν πιστῶν κατευθύντορα πρὸς οὐρανούς, Ἰωάννην Μαξίμοβιτς, ἡμῶν ἐν δεινοῖς ἀντιλήπτορα.
Προκείμενον.
Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στίχος. Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ἰωάννην
(Κεφ. ι΄ 9 – 16).
Εἶπεν ὁ Κύριος· ἐγὼ εἰμι ἡ θύρα δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθῃ σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ, ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσιν καὶ περισσὸν ἔχωσιν. Ἐγὼ εἰμι ὁ ποιμὴν ὁ καλός, ὁ ποιμὴν ὁ καλός τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπέρ τῶν προβάτων, ὁ μισθωτὸς καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ ἔστιν τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον Ἐρχομενὸν καὶ ἀφίησιν τὰ πρόβατα καὶ φεύγει καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτὸς ἐστιν καὶ οὐ μέλει αὐτῷ περί τῶν προβάτων. Ἐγὼ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπό τῶν ἐμῶν· καθὼς γινώσκει με ὁ Πατήρ, κἀγώ γινώσκω τὸν Πατέρα καί τὴν ψυχήν μου τίθημι ὑπέρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης, κἀκεῖνα δεῖ με ἀγαγεῖν καί τῆς φωνῆς μου ἀκούσουσιν καὶ γενήσονται μία ποίμνη, εἷς ποιμήν.
Δόξα.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις᾿Ελεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ Νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἰωάννη Ὅσιε, νεολαμπὲς Ἀρχιθῦτα, Ὀρθοδόξου πίστεως, τῆς Ῥωσίας βλάστημα, ἱερώτατον, καὶ τερπνὸν λείριον, καθαρᾶς καρδίας, καὶ ἀγάπης πρός τὸν Κύριον, Οὗ ὡμολόγησας, κλῆσιν πάσης κτίσεως πέρασι, Μαξίμοβιτς θειότατε, ῥύου ἐπηρείας τοῦ ὄφεως, σέ τοὺς ἀνυμνοῦντας, ὡς ἄφθονον θαυμάτων ποταμόν, καὶ ἰαμάτων ἀκένωτον, κρήνην, θεοστήρικτε.
Σῶσον ὁ Θεός τὸν λαό σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀρχιθῦτα θεόφρον, θαυμαστὲ Ἰωάννη ὁ τὴν σκοτόμαιναν, ἀγέλης σοι λαχούσης, σκεδάσας διδαγμάτων, ἀστραπαῖς σου διάλυσον, καὶ πάντων σῶν ὑμνητῶν, ἀνομημάτων ζόφον.
Στηριγμὸς ἀδυνάτων, καὶ καμνόντων ἀκέστωρ ὑπάρχων τάχιστος, ἀεὶ ἐπιστηρίζων, μὴ παύσῃ τοὺς τιμῶντας, τὴν σεπτὴν πολιτείαν σου, καὶ φρόνημα τὸ ὀρθόν, ὃ ἐπεδείκνυς πᾶσι.
Σὲ ἀγώνων ἐνθέων, μαχητὴν τροπαιοῦχον, ἱεροφάντορα, σεμνὸν καὶ ποιμενάρχην, ἀνύστακτον ἐν ὕμνοις, καταστέφομεν πάντοτε, καί σὰς ἐνθέρμους λιτάς, ζητοῦμεν, Ἰωάννη.
Θεοτοκίον.
Οὐ παυόμεθα, Μῆτερ, καθ’ ἑκάστην ὑμνοῦντες τὰ μεγαλεῖα σου, καὶ σπεύδοντες ἐν δίναις, τῇ σῇ ἐπιστασία, Θεοτόκε Πανύμνητε, καταφυγὴ εὐσεβῶν, καὶ θείᾳ προστασίᾳ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Νῦν ὡς θαυμάτων, θεοειδὲς Ἰωάννη, ἀνυμνοῦντες ταμεῖον βοῶμεν· ἀλγηδόνας παῦσον, σὲ ἐπικαλουμένων.
Ἴσθι ἀκέστωρ, καὶ ἀρωγός, Ἰωάννη, ταχινός τῶν ζητούντων σὴν χάριν, ζηλωτὰ ἁγίων, Κυρίου Ἀποστόλων.
Κλίμακα θείαν, τῶν ἀρετῶν, Ἰωάννη, ἀνελθὼν σῆς σαρκὸς ταπεινώσει, ἀρεταῖς με πλῆσον, εὐχαῖς σου ἀσιγήτοις.
Θεοτοκίον.
Ἐπάκουσον μου, καὶ δαψιλῶς τὴν σὴν χάριν, πέμψον πᾶσι σοῖς δούλοις, Παρθένε, μακαρίζουσι σε, Κυρία Θεοτόκε.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Τῶν Ὀρθοδόξων δῆμοι, νῦν ἀξιοχρέως, ἀνευφημοῦντες σὴν πάνσεπτον κοίμησιν, σὰς ἱκεσίας πρὸς Κτίστην ἀπεκδεχόμεθα.
Ἡμέραν σωτηρίας, ἐξανάτειλον μοι, σὲ Ἰωάννη τῷ νῦν μακαρίζοντι, ὡς φωτοπάροχον σέλας Χριστοῦ τῆς πίστεως.
Νικήτορας ἐν μάχαις, δεῖξον, Ἰωάννη, κατά τοῦ πλάνου τοὺς ὕμνοις τιμῶντας σε, ὡς νικηφόρως ἀγῶνα τὸν σὸν τελέσαντα.
Θεοτοκίον.
Χαρᾶς ἡμῶν καρδίας, πλῆσον, Θεοτόκε, τῶν εὐλαβῶς Ἰωάννου τὰ σκάμματα, ὑμνολογούντων καὶ πόθῳ μακαριζόντων σε.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξωτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Καί τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις, Ἱεράρχα νεοφανές, μάκαρ Ἰωάννη, ταπεινώσεως κορυφή· χαίροις, ὁ ἀνύσας οὐρανοδρόμον ἄρτι, πορείαν καὶ θαυμάτων, κρήνη γενόμενος.
Τὸν βλαστὸν Ῥωσίας τὸν ἱερόν, τὸν ἐν τῇ Ἀσίᾳ, Ἰωάννην, Ἀμερικῇ καὶ Εὐρώπη ἄρτι, Ὀρθοδοξίας κρίνα, ἀνθήσαντα εὐσχήμως, ἀνευφημήσωμεν.
Ἔχων παῤῥησίαν πρός τὸν Θεόν, ὤσπερ ὁλοψύχως, διηκόνησας καὶ καλῶς, ἄρνας οὗ πρὸς πόλον, ὡδήγησας δυσώπει, Αὐτὸν μοι, Ἰωάννη, πέμψαι ὑγίειαν.
Χαίροις, τῶν Ἑλλήνων τῶν εὐλαβῶς, ἐν Μοναστηρίῳ, κατοικούντων ὁ λειτουργός· χαίροις, Ἰωάννη, ἐν δυσχειμέροις χρόνοις αὐτῶν παρηγορία καὶ θεῖον στήριγμα.
Χαίροις κοσμιότης Ἱεραρχῶν, ἱεραποστολῶν, νέον εὖχος καὶ θησαυρός, δωρημάτων θείων, τρισμάκαρ Ἰωάννη, ἀφθόνως ὁ ἑλκύσας, χάριν τοῦ Πνεύματος.
Φρούρει, χαριτώνυμε, τοὺς πιστῶς, μέλποντας σὴν μνήμην, Ἰωάννη θεοειδές, τῆς Ῥωσίας γόνε, Μαξίμοβιτς θεόφρον, καὶ σπεύδοντας λιταῖς σου, πρός τὸν Θεάνθρωπον.
Πᾶσαι τῶν Άγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καί τὸ Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἰωάννη Μαξίμοβιτς, ἀγγελόμορφε, Ἱεραρχῶν θεοφόρων καὶ διδασκάλων σοφῶν, ἐκλαμψάντων ἄρτι σάπφειρε πολύτιμε, ὡς Ὀρθοδόξων ἀσκητῶν, καλλονὴν καὶ ποταμόν, ἀστείρευτον θαυμασίων, σὲ ἀνυμνοῦντες εὐχάς σου, θερμὰς πρὸς Κύριον αἰτούμεθα.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας, Ἰωάννη, εὐλαβῶς, σὲ ὑμνοῦντας φρούρει καὶ σκέπε, καὶ ῥύου βίου δεινῶν, Ἱεράρχα Ὅσιε, χαρίτων μέλαθρον, Ἀποστόλων ὁμόζηλε, καί τῆς εὐσεβείας, κῆρυξ διαπρύσιε, ἐκδυσωποῦμεν σε, καὶ ἀξίου πόλου βραβείων, τοὺς ὀρθοφρονοῦντας ἱκέτας, χάριτος σου, ἄνερ χαριτώνυμε.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον·
Χάριτος πλῆσον Μόνικαν, Ἰωάννη,
σὺν δήμῳ εὐσεβῶν βοᾷ Χαραλάμπης.
Χαιρετισμοί εις τον εν Αγίοις Πατέρα ημών Ιωάννη Μαξίμοβιτς Επίσκοπο Σαγκάης και Σαν Φρανσίσκο τον Θαυματουργόν
Παρακλητικός Κανών εις τον εν Αγίοις Πατέρα ημών Ιωάννη Μαξίμοβιτς Επίσκοπο Σαγκάης και Σαν Φρανσίσκο τον Θαυματουργόν
Ποίημα Αρχιμ. Αγαθαγγέλου Νικολαίδη
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῷ Ἱεράρχῃ καὶ σεπτῷ Ἀρχιθύτῃ, οἱ ταῖς τοῦ βίου ἡδοναῖς κυλινδούμενοι, προσπέσωμεν προθύμως κραυγάζοντες νῦν· σπεῦσον ὡς φιλόστοργος, Ἰωάννη παμμάκαρ, λῦσον τῶν παθῶν ἡμῶν, τὴν σκοτόμαιναν Πάτερ, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, τοὺς πόθῳ, ἀεὶ σε γεραίροντας.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ Κανών·
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Τοῦ βίου ἀνάγκαις καὶ πειρασμοῖς, καὶ νόσοις παντοίαις, ἑταζόμενοι οἱ πιστοί, πρὸς σὲ ἀφορῶμεν Ἱεράρχα, ὡς τῶν ψυχῶν καὶ σωμάτων ἀκέστορα.
Πρὸς τίνα προσφύγωμεν οἱ πιστοί, εἰ μὴ ἐν σοὶ Πάτερ, Ἰωάννη θαυματουργέ; Ἵλεως γενοῦ ἡμῖν σοῖς δούλοις, ὡς κυβερνήτης ἡμῶν περιδέξιος.
Τὸ σκότος ἐκδίωξον τῶν παθῶν, καὶ τῆς δυσθυμίας, ἐξαφάνισον τὸν ἐσμόν, καὶ τῶν σῶν προσφύγων Ἱεράρχα, γενοῦ προστάτης καὶ φύλαξ θερμότατος.
Θεοτοκίον.
Ὢ Μήτηρ ὑπάρχουσα τοῦ φωτός, τὸν ἐσκοτισμένον, μὴ παρίδῃς με Μαριάμ, ἀλλ’ ὄρεξον χεῖρα βοηθείας, τῷ ταπεινῷ σου ἱκέτῃ, Πανάμωμε.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Τῶν Ἀγγέλων, Ὁσίων, καὶ Ἀσκητῶν σύσκηνος, ὤφθης Ἰωάννη τρισμάκαρ, ὡς ἐκμιμούμενος, διαπαντὸς βιοτήν, ἀγγελόμορφε Πάτερ· διὸ νῦν με οἴκτειρον, μάκαρ, ὀλλύμενον.
Ὀρφανῶν ὡς προστάτης, καὶ ὡς τροφεὺς ἄριστος, καὶ χειμαζομέ-ων ἀνάγκαις, ὡς προθυμότατος, Πατὴρ φιλόστοργος, ὦ Ἰωάννη παμμάκαρ, νῦν με καθοδήγησον, πρὸς τρίβον εὔδιον.
Ἐν τῷ σκότει διάγων, τῶν λυπηρῶν πέπλησμαι, καὶ τῆς δυσθυμίας μὴ φέρων, τὸ ἐπαχθέστατον, πρὸς σὲ κατέφυγον, τὸν ἱλαρώτατον ῥύστην, τῶν πιστῶν τὸ στήριγμα, ὦ συμπαθέστατε.
Θεοτοκίον.
Σὲ προστάτιν καὶ ῥύστιν, πρὸς τὸν Θεὸν κέκτημαι, ὦ Θεογεννῆτορ Παρθένε, μὴ καταλίπῃς με, ἐκδυσωποῦσα θερμῶς, σὺν τῷ κλεινῷ Ἰωάννῃ, σωτηρίας τεύξασθαι Θεομακάριστε.
Διάσωσον, ἀπὸ κινδύνων καὶ θλίψεων Ἱεράρχα, τοὺς πιστῶς ὑμνοῦντας Ἰωάννη, καὶ ἐπιζητοῦντας, ἀντίληψιν θερμήν σου.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πατὴρ ὀρφανῶν, τροφεὺς δ’ ἐπαρκέστατος, πηγὴ οἰκτιρμῶν, πιστῶν καταφύγιον· ἐκτενῶς προσπίπτομεν, Ἰωάννη πρεσβείαις σου πρόφθασον, καὶ πειρασμῶν διάλυσον ὁρμάς, ἀκέστωρ φανεὶς ἀγαθότατος.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Πειρασμοῖς περιπέπτωκα, καὶ παθῶν τὸ κλυδώνιον ἐκταράσσει με, σπεῦσον Πάτερ ἐκλυτρώσασθαι, ταῖς πρὸς τὸν Δεσπότην ἱκεσίαις σου.
Ἱλαρότητος ἔμπλεως, εὐθυμίας τε πλήρης ὑπάρχων Ὅσιε, συμπαθείας με ἀξίωσον, καὶ κινδύνων πάντων ἐλευθέρωσον.
Σὺ ὑπέσχου τρισμάκαρ, μεθ’ ἡμῶν μέχρι τέλους ἔσεσθαι Ἅγιε, μὴ οὖν δέομαι ἐλλίπῃς με, μόνον ἐν τῷ βίῳ χειμαζόμενον.
Θεοτοκίον.
Σαῖς πρεσβείαις ἐρείδομαι, ταῖς πρὸς τὸν Υἱόν σου Μαρία Πάναγνε, μὴ παρίδῃς τὸν οἰκέτην Σου, τὸν ἐκλιπαροῦντά σε Πανάμωμε.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Πρόφθασον σοφέ, πειρασμοῖς ἀπολλύμενον, καὶ προστάτην κεκληκότα σε θερμόν, καὶ δυσθυμίας, ἀποδίωξον τὴν σκότωσιν.
Εὕροιμεν πιστοί, σὲ προστάτην τε καὶ ἔφορον, οἱ τῇ σορῷ τῶν λειψάνων σου ἀεί, προσπεφευγότες, πειρασμῶν ἐκλυτρούμενον.
Φώτισον λαμπρέ, Ἱεράρχα τοὺς ἱκέτας σου, βαδίζειν τρίβον ἐντολῶν τῶν τοῦ Χριστοῦ, καὶ ἀποῤῥίπτειν, τῶν δαιμόνων τὰ τοξεύματα.
Θεοτοκίον.
Δέσποινα Ἁγνή, χεῖρας νόα διεπέτασα, πρὸς Σὲ τὴν Παρθένον καὶ Σεμνήν, καὶ δέομαί Σου, ἐκ βυθοῦ πταισμάτων ἕλκυσον.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἐν ψευδαδέλφων, ἀδικαίαις τρισμάκαρ, διατρίψας τῆς ζωῆς σου τὸ πλεῖστον, καὶ ὑπ’ αὐτῶν ἐγκαλούμενος Πάτερ, σὺ οὐδαμῶς ἀπεδίδου ἐκδίκησιν· συγγνώμην δὲ ἀναδειχθείς, σὺν Ἀγγέλων χορεύεις στρατεύμασι.
Ἐν κλίνῃ σύ, οὐδαμῶς ἀναπέπαυσαι, ἀσιτίᾳ δὲ ἐκτρίψας σαρκίον, ἀνέδειξάς σου ψυχῆς τὸ ὡραῖον, καὶ ἀφθαρσίᾳ σὸν σῶμα ἐδόξασας· διὸ καὶ νῦν πάντων ἡμῶν, μὴ παρίδῃς δεήσεις πανόλβιε.
Ἐν θλίψεσιν, καὶ πειρασμοῖς λιμένα σε, κεκτημένοι Ἰωάννη βοῶμεν, μὴ διαλίπῃς ἡμᾶς προστατεύειν, πρὸς σὲ θερμὸν ἀντιλήπτορα ἔχοντας, δεόμεθά σου ἐκτενῶς, Ἱεράρχα σοφὲ παμμακάριστε.
Θεοτοκίον.
Θεόνυμφε, ἡ γαστρὶ χωρήσασα, τὸν τῶν ὅλων Ποιητὴν καὶ Δεσπότην, ἡμᾶς Αὐτῷ ἐξοικείωσον Κόρη, ἵνα ὑμνῶμεν ἀεὶ καὶ δοξάζομεν, Τριάδα ἄκτιστον ἁπλῆν, εἰς αἰῶνας αἰώνων Πανάχραντε.
Διάσωσον, ἀπὸ κινδύνων καὶ θλίψεων Ἱεράρχα, τοὺς πιστῶς ὑμνοῦντας Ἰωάννη, καὶ ἐπιζητοῦντας, ἀντίληψιν θερμήν σου.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων Σου.
Ταῖς πρὸς Θεόν σου πρεσβείαις θεσπέσιε, προφθάνεις λύων παθῶν ἑσμὸν ἅπαντα, καὶ ἀπελαύνεις κινδύνων τὴν ἔφοδον, ὥσπερ καὶ πρὶν τοῦ τυφῶνος πανένδοξε, τοῖς πᾶσι παρέχων χάριν ἄφθονον.
Προκείμενον
Οἱ Ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί σου ἀγαλλιάσει ἀγαλλιάσονται.
Στίχος. Καυχήσονται Ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Ἰωάννην
(Κεφ. ι΄ 1-9).
Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς Αὐτὸν Ἰουδαίους· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ ληστής· ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας, ποιμήν ἐστι τῶν προβάτων. Τούτῳ ὁ θυρωρὸς ἀνοίγει καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει καὶ τὰ ἴδια πρόβατα καλεῖ κατ᾿ ὄνομα καὶ ἐξάγει αὐτά. Καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ· ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ᾿ αὐτοῦ, ὅτι οὐκ οἵδασι τῶν ἀλλοτρίων τὴν φωνήν. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἧν ἃ ἐλάλει αὐτοῖς. Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς· ἀμὴν ἀμὴν λέγω ὑμῖν. Ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. Πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται εἰσὶ καί λησταί, ἀλλ᾿ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. Ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει.
Δόξα.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις᾿Ελεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Νῦν ἐξαπορούμενος, ἀνθρωπίνης προστασίας, πρὸς σὲ τὸν Οἰκτίρμονα, κατέφυγον Δέσποτα, μὴ παρίδῃς με· πρόφθασον, λύτρωσον, ἔγγισον Εὔσπλαγχνε, ὅτι νόσοις περιπέπτωκα, παθῶν καὶ θλίψεων, βάρος μὴ ἰσχύων τὸ ἄστεκτον· χεῖρας Σὴν ὄρεξον, καταπονουμένων λιμὴν Φιλάνθρωπε· ταῖς τοῦ Ἰωάννου, λιταῖς τε καὶ δεήσεσι Χριστέ, ὃν εἰς πρεσβείαν προσάγω Σοι, σὺν τῇ Θεομήτορι.
Σῶσον ὀ Θεός τὸν λαό σου…
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Νόσους καὶ πάσας ἀγηδόνας, θεραπεύεις τῶν πόθῳ προσιόντων, Ἰωάννη σοφέ, σορῷ τῶν σῶν λειψάνων, καὶ ἐκβοώντων πάντοτε· ὁ Θεὸς εὐλογητὸς εἶ.
Τῆς Ῥωσσίας τὸ καύχημα καὶ θρέμμα, Ἐκκλησίας δὲ ἁπάσης θυμηδία, Ἱεραρχῶν καλλονήν, ὡράϊσμα καὶ κλέος, σὲ Ἰωάννη ἔγνωμεν, οἱ θερμῶς σε ἀνυμνοῦντες.
Ἀσθενούντων καὶ καταπονουμένων, σὺ πανθαύμαστε ὑπάρχεις ἰατρεῖον, ὀρφανῶν καὶ πτωχῶν, ἀσύλητον ταμεῖον, Χριστιανῶν ὁ ἔφορος, καὶ θερμότατος προστάτης.
Θεοτοκίον.
Χαῖρε Παρθένε Θεοτόκε, ἡ αἰτία τῆς πάντων σωτηρίας, δυσωποῦσα ἀεί, μὴ παύσῃ τὸν Υἱόν Σου, πειρατηρίων ῥύσασθαι, τοὺς πιστῶς Σε ἀνυμνοῦντας.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τῶν ἀρετῶν σου, τίς τῶν βροτῶν ἐξισχύσει, καταλέξαι τὰ πλήθη Ἰωάννη, ἢ τίς σῶν καμάτων, ἐξείπει τοὺς ἀγῶνας;
Πάρεσο Πάτερ, ὡς βοηθὸς καὶ προστάτης, τῶν θερμῶς ἀνυμνούντων σε μάκαρ, καὶ πιστῶς τιμώντων, τὰ θεῖα λείψανά σου.
Τῆς σωτηρίας, χειραγωγεῖς με πρὸς τρίβους, καὶ σαρκὸς θεραπεύεις τὰς νόσους· ὅθεν Ἱεράρχα, γεραίρω χαρμοσύνως.
Θεοτοκίον.
Καταφαιδρύνεις, τὰς ψυχὰς τῶν σῶν δούλων, τῶν πιστῶς ὑμνούντων σε Παρθένε, καὶ ὑπερυψούντων, σὲ Κόρη εἰς αἰῶνας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Προστάτην μου καὶ ῥύστην, τῆς ζωῆς ἁπάσης, σὲ ἐπιγράφομαι Πάτερ, ὦ Ἰωάννη σοφέ, μὴ διαλίπῃς πρεσβεύειν, ἀεὶ πρὸς Κύριον.
Ὦ θεῖε Ἰωάννη, ὕψωσόν σου χεῖρας, πρὸς τὸν Δεσπότην καὶ Κύριον τὸν Οἰκτίρμονα, καὶ δυσχερείας ἁπάσης, ἡμᾶς ἀπάλλαξον.
Ἀφθάρτῳ σου λειψάνῳ, τοῖς προσερχομένοις, ἐκ γῆς περάτων δυσώπει πανόλβιε, τὸν Πολυεύσπλαγχνον δοῦναι, πταισμάτων ἄφεσιν.
Θεοτοκίον.
Φωτὸς οὖσα δοχεῖον, φώτιζε ἀπαύστως, τοὺς σὲ προστάτιν ζωῆς κεκτημένους Ἁγνή, σὺν τῷ κλεινῷ Ἱεράρχῃ, Παρθένε Ἄχραντε.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξωτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Φερωνύμως δῶρον παρὰ Θεοῦ, ὤφθης Ἰωάννη, καὶ ἀκέστωρ καὶ βοηθός, τοῖς χειμαζομένοις, πελάγει τῷ τοῦ βίου, αὐγάζων σαῖς πρεσβείαις, παθῶν τὴν ζόφωσιν.
Τὸν ἐν Ἱεράρχαις θαυματουργόν, καὶ τὸν ἐν ἀνάγκαις, προθυμότατον βοηθόν, πενήτων προστάτην, καὶ θλιβομένων ῥύστην, τὸν μέγαν Ἰωάννην, πόθῳ ὑμνήσωμεν.
Ὡς θερμὸν προστάτην τῶν ὀρφανῶν, καὶ ἐν τοῖς κινδύνοις, ἀντιλήπτορα θαυμαστόν, γινώσκομεν πάντες, ἀεὶ οἱ ἀφορῶντες, καὶ πίστει προσκυνοῦντες, σορῷ λειψάνῳ σου.
Ἀκραιφνοῦς ἀσκήσεως ἐραστής, καὶ τῆς Ἀσωμάτων, πολίτειας ἐκμιμητής, σαλότητος τρόπους, ἐξιχνιάσας Πάτερ, Ἁγίοις συναυλίζῃ, νῦν ἱερώτατε.
Σὺν Ἰννοκεντίῳ καὶ Γερμανῷ, Ἰωάννη θεῖε, νῦν ἐπάρατε πρὸς Θεόν, ὑμῶν θείας χεῖρας, καὶ λύσατε κινδύνων, πάντας τοὺς προσκυνοῦντας, Τριάδα ἄκτιστον.
Ὡς τῆς Θεοτόκου σὲ ὑμνητήν, καὶ Ἁγίων Πάντων, διὰ βίου ἐκμιμητήν, τιμῶμεν οἱ πόθῳ, παντοδαπῶς τυχόντες, τῆς ἀντιλήψεώς σου, ὦ παμμακάριστε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὤφθης, Ἰωάννη θαυμαστέ, τῶν πιστῶν ἁπάντων προστάτης, καὶ ὀρφανῶν ὡς τροφεύς, σκέπη καὶ βοήθεια τῶν προστρεχόντων εἰς σέ· ἀσθενούντων διόρθωσις, καὶ τῶν θλιβομένων, χαρὰ καὶ ἀντίληψις, καὶ ἀγαλλίαμα· ὅθεν, ἱκετεύομεν ῥῦσαι, πάσης προσβολῆς ἐναντίων, τοὺς πιστῶς τιμῶντάς σε θεσπέσιε.
Πάτερ, Ἰωάννη ἀσκητῶν, καὶ Ἱεραρχῶν ταῖς χορείαις συναυλιζόμενος, καὶ Ἀγγέλων Τάξεσι νῦν εὐφραινόμενος, τῶν πιστῶς ἀνυμνούντων σε, βοήθησον χρείαις, πᾶσι δὲ κατάπεμψον τὸ θεῖον ἔλεος· ὅπως, σεσωσμένοι ὑμνῶμεν, καὶ δοξολογῶμεν ἀπαύστως, τῆς Τριάδος κράτος τὸ ἀνείκαστον.