Παρακλητικός Κανών εις τον Άγιο Νεομάρτυρα Ιωάννη Τουρκολέκα
Ποίημα Αρχιμ. Νικοδήμου Αεράκη
†Εορτάζεται στις 16 Οκτωβρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὸ τροπάριον·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοῦ Ἰωάννου θαυμαστοῦ νεανίου, ἐν ἐγκωμίων καταστέψωμεν ὕμνοις, ὁμολογίαν ἄθλησιν ὑπὲρ τοῦ Χριστοῦ· οὗτος γὰρ λαμπρῶς ἐνίκησεν, ἀσεβῶν τὴν δυσσέβειαν, πᾶσαν ἀπειλὴν αὐτῶν, καὶ σφαγὴν τὴν φρικώδη, σοῦ Μάρτυρος λιταῖς ὦ Λυτρωτά, σῶσον τοὺς πίστει, αὐτὸν μεγαλύνοντας.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Μέλπω, Ἰωάννου Τουρκολέκα, σφαγήν. Νικοδήμου.
ᾨδὴ α΄ . Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Μαρτύρων ὑμνῆσαι ἐπιποθῶν, νέον στεφανίτην, ἱκετεύω σε παντουργέ, κατάπεμψον Πνεῦμα τοῦ σοφίσαι, τὴν ταπεινήν μου ψυχὴν καὶ διάνοιαν.
Ἐδέχθης τὴν χάριν παρὰ Χριστοῦ, κλεινὲ Ἰωάννη, μαρτυρῆσαι διὰ σφαγῆς, καὶ αἷμα τὸ σὸν ἐπισφραγίσαι, διὰ Σταυροῦ τὴν σὴν δόξαν καὶ εὔκλειαν.
Λατρεύων ἐκ πόθου τῷ Ἰησοῦ, ὡς Καλῷ Ποιμένι, ἠκολούθεις ἀπὸ παιδός· διό σοι ἐδόθη Ἰωάννη, τοῦ μαρτυρίου τὸ στέφος τὸ ἄφθαρτον.
Θεοτοκίον.
Παράσχου μοι Μῆτερ τοῦ Ἰησοῦ, βίον τῆς ἁγνείας, καὶ εἰρήνην τοῦ σοῦ Υἱοῦ, πρὸς δόξαν Τριάδος τῆς Ἁγίας, καὶ σωτηρίαν ψυχῆς μου πανάμωμε.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὦ παιδίον Κυρίου πρὸς τὸν Χριστὸν πρέσβευε, ὑπὲρ Ἐκκλησίας καὶ πάντων, τῶν ἀνυμνούντων σε, ἵνα ἐν πίστει ὀρθῇ, τὸν τῆς ζωῆς ἡμῶν χρόνον, ἐξαγοραζόμενοι, λάβωμεν ἔλεος.
Ἰησοῦν ἀγαπήσας καὶ Ἀθλητῶν εὔκλειαν, χάριν τῶν Μαρτύρων λαμβάνεις, καὶ στέφος ἄφθαρτον, καὶ Παραδείσου τρυφήν, καὶ Ἀθλητῶν θείαν δόξαν, καὶ ζωῆς ἀπόλαυσιν, ὦ μάκαρ κρείττονος.
Ὦ πανένδοξε Μάρτυς ταῖς σαῖς λιταῖς στήριξον, μέλη Ἐκκλησίας ἐν πίστει, καὶ ἀγωνίσμασι, καὶ ἐν ἀγάπῃ Χριστοῦ, καὶ προσφορᾷ καὶ θυσίᾳ, καὶ ζωῇ τῆς χάριτος, καὶ ἁγιότητος.
Θεοτοκίον.
Ἀνυμνεῖν Θεοτόκε ἀντιβολῶ δώρησαι, χάριν ὑμνολόγων ἀξίως, τὰ μεγαλεῖά σου, καὶ τοῦ Υἱοῦ σου ἁγνή, οἰκονομίαν τελείαν, εἰς τὸ σώζειν ἅπαντας, ἐκ τοῦ ἀλάστορος.
Στερέωσον, ἐν τοῖς ἀγῶσι νεότητα Ἰωάννη· ὅτι πέλεις πρὸς τὸν Χριστὸν ἱκέτην ἀκοίμητος, ὡς ἔχων τοῦ Μάρτυρος παῤῥησίαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ζωὴν ἀληθῆ ποθῶν τὴν ἐπουράνιον, προσκαίρου ζωῆς, ἐνθέως κατεφρόνησας, Νεομάρτυς ἔνδοξε, Ἰωάννη ἄνθος τῆς χάριτος· καθορῶν Χριστὸν τὸν Θεόν, δυσώπει ἀπαύστως, ὑπὲρ πάντων ἡμῶν δεόμεθα.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νεανίαν ἠξίωσε, χάρις ἡ τοῦ Πνεύματος τῆς ἀθλήσεως, Ἰωάννην τὸν πανένδοξον, καὶ τῆς Παραδείσου ἐνοικήσεως.
Νουνεχῶς τὸν Θεάνθρωπον, θεῖος Ἰωάννης καθωμολόγησε, καὶ ἐτύθη ὑπὲρ σφάγιον, ἐν Μονεμβασίᾳ ὁ θεόφιλος.
Οὐρανίων ἀπέλαβε, ἀγαθῶν καὶ δόξης καὶ ἀναπαύσεως, Ἰωάννης ὁ πανεύφημος, οὗ τὴν πίστιν πάντες μιμησώμεθα.
Θεοτοκίον.
Ὕμνοις θείοις δοξάζομεν, τὸ ἐν σοὶ μυστήριον παντευλόγητε· καὶ αἰτούμεθα πανάχραντε, τὴν σὴν μεσιτείαν καὶ τὴν χάριν σου.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Τύραννον ἐχθρόν, Ἰωάννη κατενίκησας· περιπολεύων δὲ τοὺς οὐρανούς, Χριστὸν δυσώπει, τοῦ σῶσαι ἡμᾶς ἐκ θλίψεων.
Ὄνομα Χριστοῦ, Ἰωάννη ὡμολόγησας, ἀξιωθεὶς πρεσβεύειν ὑπὲρ ἡμῶν, ὅπως ῥυσθῶμεν, παγίδων τοῦ πολεμήτορος.
Ὕψωσας τὸν νοῦν, πρὸς Χριστὸν τὸν μόνον Κύριον, καὶ πρὸς Σιὼν τὴν ἄνω Μάρτυς κλεινέ, ἣν σε ἐδέξω, ὡς σφάγιον ἱερώτατον.
Θεοτοκίον.
Ῥῦσαι τοὺς πιστούς, ἐκ πταισμάτων Κόρη ἄχραντε, ταῖς μητρικαῖς πρεσβείαις σου πρὸς Χριστόν, καὶ πρὸς ἁγίαν ζωήν, ἡμᾶς καθοδήγησον.
ᾨδὴ ς΄. Τὴν δέησιν.
Κραταίωσον, τῆς ψυχῆς μου φρόνημα, Ἰωάννη νεομάρτυς λιταῖς σου· ἵνα Χριστόν, ὡς Θεὸν καὶ Δεσπότην, τοῖς ἁγνοοῦσι κηρύττω ἐν χάριτι, τηρῶν τὰς θείας ἐντολάς, μετά φόβου καὶ ζήλου ἐν βίῳ μου.
Ὁδήγησον, τὴν ψυχήν μου ἔνδοξε, πρὸς Χριστὸν τὸν Ζωοδότην καὶ Κτίστην· ὅτι πιστῶς, Ἰωάννη σοὶ κλίνω, τὰ τῆς ψυχῆς καὶ τοῦ σώματος γόνατα· καὶ δέομαι ἐν πειρασμοῖς· ἐκ παθῶν σαῖς λιταῖς διαφύλαξον.
Λατρεύσωμεν, τῷ Κυρίῳ ἅπαντες, ὡς ὁ Μάρτυς τῇ Αὐτοῦ ἐνισχύσει· καὶ τὸν αὐτοῦ, μιμησώμεθα βίον, τὴν προθυμίαν καὶ ζῆλον τὸν ἔνθεον, ὁμολογίαν τε Χριστοῦ, ἵνα δόξης Θεοῦ ἀπολαύσωμεν.
Θεοτοκίον.
Ἐβάστασας, τὸν Χριστὸν ἀγκάλαις σου, Θεοτόκε Ἐκκλησίας ἡ δόξα, τῶν εὐσεβῶν, προστασία καὶ σκέπη, καὶ ἀσθενούντων ἀντίληψις ἕτοιμος· ἱκέτευε τὸν σὸν Υἱόν, ἐκ παθῶν τοὺς σοὺς δούλους λυτρώσασθαι.
Στερέωσον, ἐν τοῖς ἀγῶσι νεότητα Ἰωάννη· ὅτι πέλεις πρὸς τὸν Χριστὸν ἱκέτην ἀκοίμητος, ὡς ἔχων τοῦ Μάρτυρος παῤῥησίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἰωάννη Μυστρᾶ θεοδώρητον καύχημα, τῶν Ἀρκάδων ὑπάρχεις σεπτὸν ἐγκαλλώπισμα, τῇ ἐκχύσει ὑπὲρ Χριστοῦ τοῦ αἵματος τοῦ σοῦ· διὸ ἔλαβες παρὰ Θεοῦ, τὴν ἀτελεύτητον ζωήν, καὶ χαρὰν ἀνεκλάλητον· σπεῦσον εἰς ἱκεσίαν, ὑπὲρ τῶν σὲ εὐφημούντων, πρὸς τὸν Θεάνθρωπον Χριστόν, Τουρκολέκα τὸ ἀγλάισμα.
Προκείμενον.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Στίχος. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. κα΄ 12-19).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπὸ τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν, μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων, καὶ συγγενῶν, καὶ φίλων, καὶ ἀδελφῶν· καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.
Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μάρτυρα τῆς πίστεως, τὸν Ἰωάννην τιμῶμεν, ἐν ψαλμοῖς καὶ ᾄσμασι, τῶν Ἀρκάδων σύλλογος ὁ φιλόθεος· τῷ Χριστῷ ἔθυσεν, ἐν Μυστρᾷ ἐμφρόνως, τὴν ζωὴν εἲ καὶ μειράκιον, καὶ πάντας ἤγειρε, πρὸς δοξολογίαν τοῦ Κτίσαντος· διὸ καὶ εἰσελήλυθεν, εἰς σκηνὰς Μαρτύρων ὁ ἔνθεος· ἔνθα ἱκετεύει, τὸν Κύριον λυτρώσασθαι ἡμᾶς, τοὺς τὴν σεπτὴν αὐτοῦ ἄθλησιν, πόθῳ ἑορτάζοντας.
Σῶσον ὀ Θεός, τὸν λαό σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Καθαροὶ θεῖοι Νόες σὲ ἐδέξαντο Μάρτυς καὶ τῶν Ἁγίων χοροί· μεθ’ ὧν συνεορτάζει, ὑμνῶν τὸν ἐν Τριάδι, Ὁμοούσιον Κύριον· ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἀληθῶς Ἰωάννη Θεανθρώπου τὴν πίστιν ὁμολογεῖς εὐθαρσῶς, καλῶν τοὺς Ὀρθοδόξους, συμψάλλειν ὁμοφρόνως, καὶ βοᾶν πρὸς τὸν Κύριον· ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Σθεναρῶς Ἰωάννη ἐναθλῶν ἐν σταδίῳ ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, ἀγείρεις Ἐκκλησίαν, γεραίρειν τὸν Σωτῆρα, καὶ συμψάλλειν ἐν χάριτι· ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Φωτισμὸν καταπέμπει τοῖς βροτοῖς Θεοτόκε ὁ σὸς Υἱὸς καὶ Θεός, πρεσβείαις σου ἀπαύστοις, πρὸς ὃν πανευγνωμόνως, ἐν ᾠδαῖς πάντες ψάλλομεν· ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἁγίων τάξεις, τὸν Ἰωάννην τιμῶσιν, σὺν αὐταῖς καθορῶντες ἐνδόξως, καὶ Χριστὸν ὑμνοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.
Γεραίρει πᾶσα, ἡ Ἐκκλησία τὸν παῖδα, μιμηθέντα Μαρτύρων τὰ πάθη, καὶ δοξάζει Λόγον, εἰς πάντας τοὺς αἰῶνας.
Ἡγιασμένον, τὸν Ἰωάννην ἐδέχθη, ὁ Χριστὸς ἐν παστάδι ἁγίᾳ, ἀνυμνολογοῦντα, Αὐτὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Ναὸς Κυρίου, παναληθὴς ἀνεδείχθης, Θεοτόκε ὡς τέξασα Λόγον, ὃν σὺν Ἀσωμάτοις, ὑμνεῖς εἰς τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Νενίκηκας τὸν πλάνον, τῇ ὁμολογίᾳ, καὶ τῇ θυσίᾳ σου Μάρτυς, δοξάζων Θεόν· διὸ ἐστέφθης ἀξίως, ἐν θείοις δώμασιν.
Ἰσχύι τοῦ Κυρίου, μάρτυς Ἰωάννη, ὀθωμανοὺς ἐταπείνους, τυθεὶς ἐν χαρᾷ, κατακυρῶν ἐν σημείῳ, Χριστοῦ ἀλήθειαν.
Κηρύττομεν ἐμφρόνως, Μάρτυρος Κυρίου, ὁμολογίαν θυσίαν καὶ πάθος σεπτόν, καὶ εὐφημοῦμεν ἐνθέως, αὐτοῦ τελείωσιν.
Θεοτοκίον.
Ὁμοῦ σὺν τῷ Υἱῷ σου, Ἁγνή σε τιμῶμεν, τῷ γεννηθέντι ἀφράστως ἐκ σοῦ ἀληθῶς, πρὸς σωτηρίαν τοῦ κόσμου, καὶ ἀπολύτρωσιν.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Δεῦτε Νεομάρτυρα τοῦ Χριστοῦ, νεότητος κλέος, μαρτυρήσαντα ἐν Μυστρᾷ, τιμήσωμεν ὕμνοις, τὸν νέον Ἰωάννην, κηρύττοντες ἐμφρόνως, αὐτοῦ τὴν ἄθλησιν.
Τὸν ἐν Νεομάρτυσι θαυμαστόν, θεῖον Ἰωάννην, Τουρκολέκα γόνον λαμπρόν, τὸν κεκοσμημένον, σεμνότητι ἁγίᾳ, ἁγνότητι καὶ πίστει, ἐγκωμιάσωμεν.
Ὕμνοις εὐφημήσωμεν εὐλαβῶς, κλεινὸν Ἰωάννην, τὸν θεόφρονα καὶ ἁγνόν, ὡς ἀμνὸν τυθέντα, ὑπὲρ τοῦ Θεανθρώπου, ἐν τῇ Μονεμβασίᾳ, Ἀρκάδων καύχημα.
Φύλαττε καὶ σκέπε νέους πιστούς, τοὺς ἐμελετῶντας, πολιτείαν σου ὦ κλεινέ, ἐκ πάσης παγίδος, παθῶν καὶ ἁμαρτίας, καὶ πλάνης Ἰωάννη, Ἀρκάδων κλέισμα.
Τὸν ἀναιρεθέντα διὰ σφαγῆς, παῖδα Ἰωάννην, Τουρκολέκα θεῖον βλαστόν, ἐν ὕμνοις τιμῶμεν, καὶ λόγοις εὐφημοῦμεν, ὡς Μάρτυρα Κυρίου, περιφανέστατον.
Δίδαξόν με Μάρτυς ὁμολογεῖν, θεότητα μίαν, τὸν Πατέρα καὶ τὸν Υἱόν, καὶ Πνεῦμα τὸ θεῖον, Μονάδα κατ’ οὐσίαν, τὸν μόνον Ζωοδότην, Θεὸν καὶ Κύριον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε Τουρκολέκα τὸν βλαστόν, θεῖον Ἰωάννην ἐν ὕμνοις ἐγκωμιάσωμεν, Μάρτυρα τῆς πίστεως, ἐν τῇ νεότητι, θαυμαστὸν καὶ ἀγλάισμα, τῆς Μονεμβασίας, ὃς ἐκχύσει αἵματος, σημεῖον δέδωκε, τῆς ἐν οὐρανοῖς αὐτοῦ δόξης, ἧς ἐπαπολαύει ἀξίως, τῶν Νεομαρτύρων ἐγκαλλώπισμα.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.